Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Πύθων μὲν ὁ Κλαζομένιος, καὶ τῶν ἐν τῇ πόλει τινῶν συνεθελόντων, τηρήσας τελέως τὸ ἡσυχαίτατον τῆς ἡμέρας, ἁμάξαις ἐκ παρασκευῆς πίθους εἰσαγούσαις κατέλαβε Κλαζομενάς· μενουσῶν ἐν ταῖς πύλαις τῶν ἁμαξῶν, καθʼ ἅς, ξένων προϋπαρχόντων κρυφαίως οὐ πόρρω τῆς πόλεως, τοὺς μὲν τῶν πολιτῶν λαθόντες, τοὺς δὲ φθάσαντες, τινὰς δὲ τῶν ἔσω συνεργοὺς ἔχοντες κατέσχον τὴν πόλιν.

Ἰφιάδης τε Ἀβυδηνὸς κατὰ Ἑλλήσποντον καταλαμβάνων Πάριον ἄλλα τε περὶ τὴν ἀνάβασιν νυκτὸς ἐπὶ τοῦ τείχους λάθρᾳ παρεσκευάσατο καὶ ἁμάξας πληρώσας φρυγάνων καὶ βάτων παρέπεμψεν πρὸς τὸ τεῖχος, ἤδη τῶν πυλῶν κεκλεισμένων, ὡς τῶν Παριανῶν οὔσας τὰς ἁμάξας, αἵτινες ἐλθοῦσαι πρὸς τὰς πύλας ηὐλίζοντο, ὡς φοβούμεναι πολεμίους.

ἃς ἔδει ἐν καιρῷ τινι ὑφαφθῆναι, ἵνα αἱ πύλαι ἐμπρησθῶσι καὶ πρὸς τὸ σβεννύειν τῶν Παριανῶν ὁρμησάντων αὐτὸς κατὰ ἄλλον τόπον εἰσέλθῃ.

Δοκεῖ δέ μοι συναγαγόντι δηλωτέον τίνα δεῖ φυλάσσεσθαι καὶ ἐν οἷς καιροῖς ἕκαστα, ἵνα τις μηδὲν εὐήθως ἀποδέχηται.

Περὶ δὲ τῶν εἰσκομιζομένων εἰς τὴν πόλιν ἀγγείων τε καὶ φορημάτων, ἐν οἷς ἄν τι κρυφαῖον ἐνείη, οἷς ἤδη πόλις καὶ ἡ ἀκρόπολις κατελήφθη,

νῦν δηλωθήσεται. ἅπερ εὐλαβεῖσθαι δεῖ καὶ μὴ ἀφροντίστως αὐτῶν ἔχειν, καὶ μάλιστα τὸν πυλωρὸν ἔν τισι καιροῖς, ὅταν ἔξωθέν τι ἢ ἔσωθεν φοβερὸν ᾖ. ἔστιν δέ οἱ προσεκτέον εἰσκομιζομένοις. ἐξοίσω δὲ καὶ παραδείγματος ἕνεκεν ἐπὶ πράξει γεγενημένα.

κατελήφθη γὰρ πόλις, ἔσωθέν τινων συνθελόντων, ἐν ἑορτῇ πανδήμῳ τρόπῳ τοιῷδε.

πρῶτον μὲν τοῖς προενδημήσασι ξένοις ἐπὶ τὸ μέλλον καὶ πολιτῶν τοῖς ἀνόπλοις τε καὶ συνεργοῖς ἐσομένοις εἰσεκομίσθησαν θώρακες λίνεοι καὶ στολίδια καὶ περικεφαλαῖα ὅπλα κνημίδες μάχαιραι τόξα τοξεύματα ἐν κιβωτοῖς ὡς φορταγωγοῖς κατεσκευασμένα, ὡς ἱματίων ἐνόντων καὶ ἄλλων ἀγωγίμων·

ἅπερ οἱ ἐλλιμενισταὶ ἀνοίξαντες καὶ ἰδόντες ὡς ἱμάτια μόνον κατεσημήναντο, μέχρι τιμήσονται οἱ εἰσαγαγόντες.

καὶ ταῦτα μὲν ἐτέθη ἐγγὺς τῆς ἀγορᾶς, ὅπου ἔδει· ἐν δὲ ταρσοῖς καὶ ῥίποις καὶ ἱστίοις ἡμιυφάντοις

δοράτια καὶ ἀκόντια ἐνειλημένα εἰσηνέχθη, καὶ ἐτέθη ὅπου ἕκαστα συνέφερεν ἀνυπόπτως· ἐν δʼ ἄγγεσιν ἀχύρων καὶ ἐρίων πέλται καὶ μικρὰ ἀσπίδια ἐν τοῖς ἐρίοις καὶ ἀχύροις κεκρυμμένα, καὶ ἄλλα εὐογκότερα ἐν σαργάναις ἀσταφίδος καὶ σύκων πλήρεσιν, ἐγχειρίδια δὲ ἐν ἀμφορεῦσι πυρῶν καὶ ἰσχάδων καὶ ἐλαιῶν.

εἰσηνέχθη δὲ ἐγχειρίδια καὶ ἐν σικυοῖς πέποσι γυμνά, ἀπεωσμένα κατὰ τοὺς πυθμένας εἰς τὸ σπέρμα τῶν σικυῶν. ὁ δʼ ἐπιβουλεύων τε καὶ ἡγεμὼν ἔξωθεν εἰσηνέχθη ἐν φρυγάνων φορήματι.

νυκτὸς δὲ γενομένης καὶ ἀθροισθέντων τῶν ἐπιθησομένων, ἕκαστος ὃν ἔδει τηρήσαντες καιρόν, ἐν ᾧ μάλιστα οἰνωμένοι ἦσαν οἱ ἄλλοι κατὰ τὴν πόλιν οἷα δὴ ἐν ἑορτῇ, πρῶτον μὲν τὸ φόρημα ἐλύθη, καὶ ἐξ αὐτοῦ ὁ ἡγεμὼν ἕτοιμος ἦν· ἔπειτα ἄλλοι μὲν αὐτῶν τοὺς ταρσοὺς ἐξείλισσον πρὸς τὰς λήψεις τῶν δοράτων καὶ ἀκοντίων, ἕτεροι δὲ τὰ ἄγγη τῶν ἀχύρων καὶ ἐρίων ἐξεκένουν, οἱ δὲ τὰς σαργάνας ἀνέτεμνον, ἄλλοι δὲ τὰς κιβωτοὺς ἀνοίγοντες τὰ ὅπλα ἐξῄρουν, οἱ δὲ τοὺς ἀμφορέας συνέτριβον, ἵνα ταχεῖα ἡ λῆψις τῶν ἐγχειριδίων γένοιτο.

ἅμα δὲ ταῦτα καὶ οὐ πόρρω ὄντα ἀλλήλων ἐπορσύνετο ἀπὸ σημείου τοῦ ἐν τῇ πόλει καὶ ὡς φάλαγξι γενομένου.