Poliorcetica
Aeneas Tacticus
Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
ὅταν τις θόρυβος γίγνηται, ἀνακαθίζειν αὐτοὺς εὐθὺς πρὸς τὰ ὅπλα ἐν τῇ εὐνῇ, ἀνίστασθαι δὲ μηδένα ὀρθόν· ἂν δέ τις ἴδῃ τινὰ ὀρθόν, παρήγγειλεν ἐν πᾶσιν, ὥσπερ πολεμίῳ τῷ ἐπαναστάντι χρῆσθαι.
διὰ γὰρ τὸν φόβον τοῦ παραγγελθέντος οὐδένα ᾤετο ἀμνημονήσειν. πρὸς δὲ τούτοις, ὅπως ἀληθῶς τὸ παράγγελμα μετὰ φόβου ᾖ, γενομένου τινὸς θορύβου ἐπλήγη τις τῶν σπουδαιοτέρων ἀνδρῶν οὐχὶ θανατηφόρον, τῶν δὲ φαύλων τινὰ ὥστε καὶ ἀποθανεῖν.
συμβάντος δὲ τούτου ὑπήκουσάν τε οἱ ἄνθρωποι καὶ εὐλαβούμενοι
ἐπαύσαντο τῶν τε θορύβων καὶ τοῦ περιδεῶς ἐξανίστασθαι ἐκ τῶν κοιτῶν.ἐπαύθη δὲ καὶ τοιῷδε τρόπῳ. στρατοπέδῳ θορυβουμένῳ νυκτὸς κηρύξας σιγὴν ὁ κήρυξ ἀνήγγειλεν τὸν μηνύσαντα τὸν ἀφέντα τὸν ἵππον δι’ ὃν ἦν τὸ θορυβηθῆναι δῶρον ἀργυρίου λήψεσθαι.
χρὴ δ̓, ἄν τι τοιοῦτον ἐν ταῖς νυξὶ πάσχῃ στράτευμα, καθʼ ἑκάστην φυλακὴν καθεστάναι ἑκάστου λόχου ἢ τάξεως ἐπὶ τοῖς κέρασι καὶ τοῖς μέσοις ἄνδρας οἳ προσέξουσιν ὅπως ἐάν τινα αἰσθάνωνται ἐκ τοῦ ὕπνου ἢ ἄλλως ἐρχόμενον θόρυβον, εὐθὺ ὁ παρὼν καθέξει καὶ κωλύσει αὐτίκα.
τοῦ δὲ ἄλλου πλήθους ἀπὸ συσσιτίου ἑκάστου ἄνδρα παραφυλάσσειν, ὅπως, ἐάν τις φόβος γένηται, οὗτοι δὴ εἰδότες τοὺς ματαίους φόβους καταπαύσωσι τοὺς παρʼ αὑτῷ ἕκαστος.
Αὐτὸν δὲ θορυβεῖν νυκτὸς τὸ τῶν ἐναντίων στράτευμα δαμάλεις τὰς ἀγελαίας μετὰ κωδώνων ἀφιέντα εἰς τὸ στρατόπεδον καὶ ἄλλα ὑποζύγια, οἶνον ποτίσαντα. Ἔγερσις
Γενομένης δὲ ἡμέρας χρὴ τοὺς φύλακας μὴ εὐθὺ ἀφιέναι ἐκ τῶν φυλακείων πρὶν ἢ τὰ ἔξω
προερευνηθέντα ἐμφανισθῇ καὶ καθαρὰ εἶναι πολεμίων· καὶ οὕτω ἀπιέναι τοὺς ἀπὸ τῶν φυλακῶν μὴ ἅμα πάντας ἀλλὰ κατὰ μέρη, ὅπως ἀεί τινες ἐπὶ τοῖς φυλακείοις διατελῶσιν.Προνοεῖσθαι δὲ καὶ τάδε ἐν φόβῳ οὔσης πόλεως. πύλας τὰς μὲν ἄλλας κεκλεῖσθαι, μίαν δὲ ἀνεῷχθαι ᾗ ἂν δυσπροσοδώτατον ᾖ τῆς πόλεως καὶ ἐπὶ πλεῖστον ἀπʼ αὐτῆς μέλλωσιν ὁρᾶσθαι οἱ προσιόντες,
καὶ ἐν ταύτῃ ἐκτομάδα, ἵνα σώματα μὲν ἀνθρώπων κατὰ τὴν ἐκτομάδα πυλίδα ἐξίῃ καὶ εἰσίῃ καθʼ ἕνα· οὕτω γὰρ ἂν ἥκιστά τις λανθάνοι αὐτομολῶν ἢ κατάσκοπος εἰσιών,
ἐάνπερ γε ᾖ ὁ πυλωρὸς νοηρός. πᾶσαν δὲ ἀνοίγεσθαι ὑποζυγίων ἕνεκεν καὶ ἁμαξῶν καὶ ἀγωγίμων ἐπισφαλές. καὶ ἐάν τι δέῃ εἰσενέγκασθαι σίτου ἢ ἐλαίου ἢ οἴνου ἐν τάχει ἢ τῶν ὁμοτρόπων τούτοις, ἁμάξαις ἢ σωμάτων πλήθει, ταῦτα δὲ χρὴ κατὰ τὰς ἐγγύτατα πύλας κομίζειν, --- καὶ οὕτως ἂν τάχιστα καὶ ῥᾷστα εἰσκομισθείη.
τὸ δʼ ὅλον μὴ ἀνοίγεσθαι πρωὶ πύλας ἀπροσκέπτως ἀλλʼ ὀψιαίτερον, ἔξω τε μηδένα ἀφίεσθαι πρὶν ἢ ἐξερευνῆσαι τὰ περὶ τὴν πόλιν· ἔτι τε μηδὲ πλοῖα κατὰ ταύτας ὁρμίζεσθαι ἀλλʼ
ἀπωτέρω, ὡς ἤδη γε καὶ ἡμέρας πολλαὶ πράξεις ἀνοιχθεισῶν ἀμφοτέρων πυλῶν γεγόνασιν ἐπὶ τεχνασμάτων καὶ προφάσεων τοιῶνδε· γνωσθήσεται δὲ ἐφʼ ἑνὸς ἔργου πολλὰ παραπλησίως τούτῳ πραχθέντα.