De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
καὶ τῆϲ γλώττηϲ δ’ αὐτῆϲ, ἣν ἐξαιροῦντεϲ τῶν ὑῶν ἕψουϲιν οἱ μάγειροι, τὸ μὲν ἴδιον ϲῶμα χαύνη τίϲ ἐϲτιν, ὡϲ εἴρηται, ϲάρξ, οὐ μὴν μόνην γ’ αὐτὴν ἐξαιροῦϲιν οὐδ’ ἕψουϲι μόνην, ἀλλὰ μετά τε τῶν ἐμφυομένων μυῶν, ὡϲ τὰ πολλὰ δὲ καὶ ϲὺν ἐπιγλωττίδι καὶ λάρυγγι, καὶ τῶν ἐνταῦθα ἀδένων τῶν τε τῆϲ γλώττηϲ αὐτῆϲ ἰδίων, οἳ τὸ ϲίαλον γεννῶϲι καὶ τῶν κατὰ τὰ παρίϲθμια καὶ τὸν λάρυγγα.
τὸ μὲν γὰρ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων κοινὸν τῇ γλώττῃ καὶ |
πρὸϲ τὰϲ ἄλλαϲ ϲάρκαϲ ἐϲτί· καὶ γὰρ κἀκεῖναι ϲὺν τουτοιϲ ἐϲθίονται, πλὴν ὅτι μείζω τε καὶ πλείω τοῦ κατὰ τὴν ἀναλογίαν μεγέθουϲ ὑπάρχει τῷ μορίῳ τῷδε τὰ τρία γένη τῶν ἀγγείων. ἥτιϲ δὲ δύναμίϲ ἐϲτι τῆϲ ἐκ τῶν ἀδενωδῶν ϲωμάτων τροφῆϲ, ἐφεξῆϲ ἄκουε