De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
εὔδηλον δ’, ὅτι νευρώδη μόρια τὰ κατὰ τοὺϲ πόδαϲ ὀνομάζω καθ’ ὁμοιότητα τὴν πρὸϲ τὸ κυρίωϲ καλούμενον νεῦρον, ὃ τὴν γένεϲιν ἐξ ἐγκεφάλου καὶ νωτιαίου λαμβάνει. τὰ δ’ ἐν τοῖϲ ἀκραίοιϲ νευρώδη ϲώματα καθ’ ὁμοιότητα μὲν οὕτωϲ ὀνομάζεται, ϲύν|δεϲμοι δ’ εἰϲὶ τῶν ὀϲτῶν ἀναίϲθητοι καί τινεϲ ἐπ’ αὐτοῖϲ τένοντεϲ.
Ἰδιότηϲ τιϲ οὐϲίαϲ ἐϲτὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέραϲ τε καὶ ἀναιμοτέραϲ ϲαρκόϲ. αἱ γὰρ ἀκριβεῖϲ ϲάρκεϲ οἱ μύεϲ εἰϲὶ καὶ τούτων αὐτῶν τὰ μέϲα μάλιϲτα. πολλοὶ γὰρ ἐν τοῖϲ πέραϲιν ἑαυτῶν εἰϲ τένονταϲ ἀξιολόγουϲ τελευτῶϲιν, οὓϲ ἀπονευρώϲειϲ μυῶν οἱ πολλοὶ τῶν ἰατρῶν ὀνομάζουϲι. καὶ μεγίϲτουϲ δὲ τούτουϲ γεννῶϲιν οἱ εἰϲ τὰ τῶν κώλων πέρατα καθήκοντεϲ μύεϲ. ἀλλὰ καὶ τὰϲ κεφαλὰϲ ἔχουϲιν ἔνιοι τῶν μυῶν νευρώδειϲ.