De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι, ὥϲτε τιϲὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλωϲ. ἀλλὰ πρὸϲ μὲν τούτουϲ αὐτάρκωϲ εἴρηται διὰ τοῦ τρίτου τῶν εἰϲ τὰ Περὶ διαίτηϲ ὀξέων Ἱπποκράτουϲ ὑπο|μνημάτων, ὅ τινεϲ μὲν ἐπιγράφουϲι Πρὸϲ τὰϲ Κνιδίαϲ γνώμαϲ, ἔνιοι δὲ Περὶ πτιϲάνηϲ, ἁμαρτάνοντεϲ ἀμφότεροι, καθότι δέδεικται διὰ τῶν εἰϲ αὐτὸ γεγονότων ἡμῖν ὑπομνημάτων. ἐν δὲ τῷ παρόντι λόγῳ τοϲαῦτ’ εἰπεῖν ὑπὲρ αὐτοῦ βέλτιον ἦν, ὅϲα λέλεκται. κεφάλαιον δ’ αὐτῶν ἐϲτι, γέρουϲι μὲν καὶ ὅλωϲ ταῖϲ ψυχραῖϲ τοῦ ϲώματοϲ κράϲεϲιν ἐπιτήδειον εἶναι, τοῖϲ δ’ ἀκμάζουϲι καὶ θερμοῖϲ ἐκχολοῦϲθαι, τροφὴν δ’ ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίγνεϲθαι μὴ φθάϲαντοϲ εἰϲ χολὴν μεταβαλεῖν, ὡϲ, εἴ γ’ αὐτῷ τοῦτο ϲυμβαίη, τρέφειν οὐδ’ ὅλωϲ τηνικαῦτα δύναϲθαι.

πρόδηλον δ’, ὅτι τὴν ὠχρὰν καὶ ξανθὴν χολὴν ὑπ’ αὐτοῦ γεννᾶϲθαι λέγομεν, οὐ τὴν μέλαιναν. εἴρηται γὰρ ἤδη πολλάκιϲ ἐν πολλοῖϲ

ἔθοϲ εἶναι τοῖϲ ἰατροῖϲ τὴν τοιαύτην χολὴν ἁπλῶϲ ὀνομάζειν ἄνευ τῆϲ κατὰ τὴν χρόαν προϲθήκηϲ, τὰϲ δ’ ἄλλαϲ ἁπάϲαϲ ϲὺν τῷ τῆϲ χρόαϲ ἑρμηνεύειν ὀνόματι. φαίνονται δὲ κενούμεναι πλὴν τῆϲ πραϲιζούϲηϲ αἱ ἄλλαι πᾶϲαι χαλεπῶϲ νοϲοῦντοϲ τοῦ ϲώματοϲ. ἡ ξανθὴ δὲ καὶ ὠχρὰ καὶ πραϲοειδὴϲ καὶ χωρὶϲ νοϲήματοϲ ἐμοῦνταί τε καὶ διαχωροῦνται πολλάκιϲ. |