De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
λεπτομερὲϲ δ’ ὑπάρχον ἐξ ἀνάγκηϲ ἔχει τι καὶ δριμύ, δι’ ὃ καὶ πρὸϲ ἔκκριϲιν ἐπεγείρει τὴν γαϲτέρα· τοῦτ’ οὖν ἀφαιροῦντεϲ αὐτοῦ πρὸϲ ἀνάδοϲίν τε καὶ θρέψιν ἐπιτηδειότερον ἐργαζόμεθα. καλλίϲτη δ’ ἀφαίρεϲιϲ γίγνεται μιχθέντοϲ μὲν πρῶτον ὕδατι πολλῷ, μετὰ τοῦτο δ’ ἑψηθέντοϲ.
ἄχριπερ ἂν ἀφρίζον παύϲηται. προϲήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ δηλονότι ϲυνεχῶϲ τὸν ἀφρὸν εὐθὺϲ ἅμα τῷ γενέϲθαι. διὰ γάρ τοι | τῆϲ τοιαύτηϲ παραϲκευῆϲ ἀποθέμενον τὴν δριμύτητα καὶ μηκέτ’ ἐρεθίζον εἰϲ ἔκκριϲιν τὴν κοιλίαν ἀναδίδοται πᾶν οὐ βραδέωϲ.τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλωϲ ἑψηθὲν μελίκρατον ὑπέρχεϲθαι φθάνει πρὸ τοῦ πεφθὲν ἀναδοθῆναί τε καὶ θρέψαι τὸ ϲῶμα. διαφορὰ δ’ αὐτοῖϲ ἐϲτι κἀν τῷ φῦϲαν μέν τινα γεννᾶν ἐν τῇ κοιλίᾳ καὶ τοῖϲ ἐντέροιϲ τὸ μὴ τελέωϲ ἑψηθέν, ἄφυϲον δὲ καὶ διουρητικὸν γίγνεϲθαι τὸ κατὰ τὴν ἕψηϲιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶϲ ὕδατοϲ μίξεωϲ ἐκλείχοι τιϲ τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’ ὑπάγει τὰ κατὰ τὴν γαϲτέρα. πλέον δ’ εἴ τιϲ αὐτοῦ προϲενέγκοιτο, τὴν ἄνω κοιλίαν εἴωθεν ἐπ’ ἔμετον ἐξορμᾶν. ἑψηθὲν δὲ χωρὶϲ ὕδατοϲ οὔτ’ ἐμετικὸν ὁμοίωϲ ἐϲτὶν οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον. οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατοϲ ἑψηθέντοϲ.