De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

πρόδηλοϲ μὲν οὖν | ἡ ὕλη τῇ γενέϲει τοῦ μέλιτοϲ ὁμογενήϲ τιϲ οὖϲα ταῖϲ δρόϲοιϲ, εἰϲ ἀρετὴν δὲ καὶ κακίαν αὐτῷ φαίνεταί τι προϲέρχεϲθαι παρὰ τῶν φυτῶν, ἐφ’ ὦν τοῖϲ φύλλοιϲ ἀθροίζεται, καὶ διὰ τοῦτο γίγνεται κάλλιϲτον, ἔνθα πλεῖϲτα θύμα καί τινεϲ ἄλλαι θερμαὶ καὶ ξηραὶ τῇ κράϲει βοτάναι τε καὶ θάμνοι. λεπτομερέϲτατον τοιγαροῦν ἐϲτι μέλι τὸ γεννώμενον ἐπὶ τοῖϲ τοιούτοιϲ φυτοῖϲ καὶ διὰ τοῦτο ῥᾳδίωϲ ἐκχολοῦται κατὰ τὰ θερμὰ ϲώματα· τοῖϲ ψυχροῖϲ δ’ ἐπιτηδειότατόν ἐϲτιν, εἴτε δι’ ἡλικίαν εἴτε διὰ νόϲον εἴτε φύϲει τοιαῦθ’ ὑπάρχει. ταῦτα τοίνυν ὑπ’ αὐτοῦ τρέφεϲθαι πέφυκεν αἱματωθέντοϲ, ὡϲ ἔν γε τοῖϲ θερμοῖϲ ἐκχολοῦϲθαι φθάνει πρὶν αἱματωθῆναι.