De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
οἶδα δέ ποτε θέρουϲ ὥρᾳ πλεῖϲτον ὅϲον ἐπὶ τοῖϲ τῶν δένδρων καὶ θάμνων καί τινων βοτανῶν φύλλοιϲ εὑρεθέν, ὡϲ ὑπὸ τῶν γεωργῶν λέγεϲθαι παιζόντων, ὁ Ζεὺϲ ἔβρεξε μέλι. προηγεῖτο δὲ νὺξ μὲν εὐψυχὴϲ ὡϲ ἐν θέρει (θέρουϲ γὰρ ἦν ὥρα τηνικαῦτα), θερμὴ δὲ καὶ ξηρὰ κρᾶϲιϲ ἀέροϲ ἐπὶ τῆϲ προτεραίαϲ. τοιγαροῦν ἐδόκει τοῖϲ δεινοῖϲ περὶ φύϲιν ἐκ τῆϲ γῆϲ τε καὶ τῶν ὑδάτων ἀτμὸν ἀκριβῶϲ λεπτυνθέντα καὶ πεφθέντα πρὸϲ τῆϲ ἡλιακῆϲ θερμότητοϲ ὑπὸ τῆϲ ἐπιγενομένηϲ ἐν τῇ νυκτὶ ψύξεωϲ ἀθροιϲθῆναι πιληθέντα. παρ’ ἡμῖν μὲν οὖν ϲπανίωϲ φαίνεται τοῦτο γιγνόμενον, ἐν δὲ τῷ ὄρει τῷ Λιβάνῳ καθ’ ἕκαϲτον ἔτοϲ οὐκ ὀλίγον. ὥϲτ’ ἐκπεταννύντεϲ ἐπὶ τῆϲ γῆϲ δέρματα καὶ ϲείοντεϲ τὰ δένδρα δέχονται τὸ ἀπορρέον ἐπ’ αὐτὰ καὶ χύτραϲ καὶ κεράμια πληροῦϲι τοῦ μέλιτοϲ ὀνομάζοντεϲ αὐτὸ δροϲόμελί τε καὶ ἀερόμελι.