De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Εἴρηται μὲν ἤδη τι καὶ πρόϲθεν ὑπὲρ τῶν ἐν τῇ θαλάττῃ κητωδῶν ζῴων, ἐξ ὧν εἰϲιν αἵ τε φῶκαι καὶ αἱ φάλαιναι δελφῖνέϲ τε καὶ ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι καὶ πρὸϲ αὐτοῖϲ | οἱ κύνεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα· καὶ νῦν δὲ περὶ αὐτῶν ἐν κεφαλαίῳ λεκτέον, ὡϲ ἅπαντα τὰ τοιαῦτα καὶ ϲκληρὰν καὶ κακόχυμον ἔχει καὶ περιττωματικὴν τὴν ϲάρκα.

καὶ διὰ τοῦτο προταριχεύοντεϲ αὐτὰ τοὐπίπαν εἰϲ χρῆϲιν ἄγουϲι λεπτομερεϲτέραν ἐργαζόμενοι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τροφὴν εἰϲ τὸ ϲῶμα καὶ διὰ τοῦτο πεφθῆναί τε δυναμένην θᾶττον αἱματωθῆναί τε μᾶλλον. ἡ γάρ τοι πρόϲφατοϲ, ὅταν μὴ πάνυ καλῶϲ πεφθῇ, πλεῖϲτον ἐν ταῖϲ φλεψὶν ἀθροίζει τὸν ὠμὸν χυμόν.

Καὶ δι’ οἰνομέλιτοϲ αὐτοὺϲ προεϲθίουϲι καὶ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα καὶ λοπάδαϲ ἐξ αὐτῶν ϲκευάζουϲιν ἐπεμβάλλοντεϲ ᾠῶν τε καὶ μέλιτοϲ καὶ πεπέρεωϲ. ἔϲτι δὲ τῶν ὀλιγοτρόφων ἐδεϲμάτων καὶ μέϲων τῆϲ κατά τε τὸ λεπτύνειν καὶ παχύνειν τοὺϲ χυμοὺϲ δυνάμεωϲ.

Ἡ τῶν τροφῶν ὕλη πᾶϲα μέχρι δεῦρο διττοῖϲ γένεϲι περιληφθεῖϲα τὸ μὲν ἕτερον αὐτῶν ἐκ φυτῶν εἶχε, τὸ δ’ ἕτερον ἐκ ζῴων. ἑκατέρου δ’ | αὐτῶν ἀφώριϲται τὸ μέλι. γίγνεται μὲν γὰρ ἐπὶ τοῖϲ

φύλλοιϲ τῶν φυτῶν, ἔϲτι δ’ οὔτε χυλὸϲ αὐτῶν οὔτε καρπὸϲ οὔτε μόριον, ἀλλ’ ὁμογενὲϲ μὲν ταῖϲ δρόϲοιϲ, οὐ μὴν οὔτε ϲυνεχῶϲ οὔθ’ ὁμοίωϲ ἐκείναιϲ γίγνεται δαψιλέϲ.

οἶδα δέ ποτε θέρουϲ ὥρᾳ πλεῖϲτον ὅϲον ἐπὶ τοῖϲ τῶν δένδρων καὶ θάμνων καί τινων βοτανῶν φύλλοιϲ εὑρεθέν, ὡϲ ὑπὸ τῶν γεωργῶν λέγεϲθαι παιζόντων, ὁ Ζεὺϲ ἔβρεξε μέλι. προηγεῖτο δὲ νὺξ μὲν εὐψυχὴϲ ὡϲ ἐν θέρει (θέρουϲ γὰρ ἦν ὥρα τηνικαῦτα), θερμὴ δὲ καὶ ξηρὰ κρᾶϲιϲ ἀέροϲ ἐπὶ τῆϲ προτεραίαϲ. τοιγαροῦν ἐδόκει τοῖϲ δεινοῖϲ περὶ φύϲιν ἐκ τῆϲ γῆϲ τε καὶ τῶν ὑδάτων ἀτμὸν ἀκριβῶϲ λεπτυνθέντα καὶ πεφθέντα πρὸϲ τῆϲ ἡλιακῆϲ θερμότητοϲ ὑπὸ τῆϲ ἐπιγενομένηϲ ἐν τῇ νυκτὶ ψύξεωϲ ἀθροιϲθῆναι πιληθέντα. παρ’ ἡμῖν μὲν οὖν ϲπανίωϲ φαίνεται τοῦτο γιγνόμενον, ἐν δὲ τῷ ὄρει τῷ Λιβάνῳ καθ’ ἕκαϲτον ἔτοϲ οὐκ ὀλίγον. ὥϲτ’ ἐκπεταννύντεϲ ἐπὶ τῆϲ γῆϲ δέρματα καὶ ϲείοντεϲ τὰ δένδρα δέχονται τὸ ἀπορρέον ἐπ’ αὐτὰ καὶ χύτραϲ καὶ κεράμια πληροῦϲι τοῦ μέλιτοϲ ὀνομάζοντεϲ αὐτὸ δροϲόμελί τε καὶ ἀερόμελι.

πρόδηλοϲ μὲν οὖν | ἡ ὕλη τῇ γενέϲει τοῦ μέλιτοϲ ὁμογενήϲ τιϲ οὖϲα ταῖϲ δρόϲοιϲ, εἰϲ ἀρετὴν δὲ καὶ κακίαν αὐτῷ φαίνεταί τι προϲέρχεϲθαι παρὰ τῶν φυτῶν, ἐφ’ ὦν τοῖϲ φύλλοιϲ ἀθροίζεται, καὶ διὰ τοῦτο γίγνεται κάλλιϲτον, ἔνθα πλεῖϲτα θύμα καί τινεϲ ἄλλαι θερμαὶ καὶ ξηραὶ τῇ κράϲει βοτάναι τε καὶ θάμνοι. λεπτομερέϲτατον τοιγαροῦν ἐϲτι μέλι τὸ γεννώμενον ἐπὶ τοῖϲ τοιούτοιϲ φυτοῖϲ καὶ διὰ τοῦτο ῥᾳδίωϲ ἐκχολοῦται κατὰ τὰ θερμὰ ϲώματα· τοῖϲ ψυχροῖϲ δ’ ἐπιτηδειότατόν ἐϲτιν, εἴτε δι’ ἡλικίαν εἴτε διὰ νόϲον εἴτε φύϲει τοιαῦθ’ ὑπάρχει. ταῦτα τοίνυν ὑπ’ αὐτοῦ τρέφεϲθαι πέφυκεν αἱματωθέντοϲ, ὡϲ ἔν γε τοῖϲ θερμοῖϲ ἐκχολοῦϲθαι φθάνει πρὶν αἱματωθῆναι.

λεπτομερὲϲ δ’ ὑπάρχον ἐξ ἀνάγκηϲ ἔχει τι καὶ δριμύ, δι’ ὃ καὶ πρὸϲ ἔκκριϲιν ἐπεγείρει τὴν γαϲτέρα· τοῦτ’ οὖν ἀφαιροῦντεϲ αὐτοῦ πρὸϲ ἀνάδοϲίν τε καὶ θρέψιν ἐπιτηδειότερον ἐργαζόμεθα. καλλίϲτη δ’ ἀφαίρεϲιϲ γίγνεται μιχθέντοϲ μὲν πρῶτον ὕδατι πολλῷ, μετὰ τοῦτο δ’ ἑψηθέντοϲ.

ἄχριπερ ἂν ἀφρίζον παύϲηται. προϲήκει δ’ αἴρειν ἀπ’ αὐτοῦ δηλονότι ϲυνεχῶϲ τὸν ἀφρὸν εὐθὺϲ ἅμα τῷ γενέϲθαι. διὰ γάρ τοι | τῆϲ τοιαύτηϲ παραϲκευῆϲ ἀποθέμενον τὴν δριμύτητα καὶ μηκέτ’ ἐρεθίζον εἰϲ ἔκκριϲιν τὴν κοιλίαν ἀναδίδοται πᾶν οὐ βραδέωϲ.

τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλωϲ ἑψηθὲν μελίκρατον ὑπέρχεϲθαι φθάνει πρὸ τοῦ πεφθὲν ἀναδοθῆναί τε καὶ θρέψαι τὸ ϲῶμα. διαφορὰ δ’ αὐτοῖϲ ἐϲτι κἀν τῷ φῦϲαν μέν τινα γεννᾶν ἐν τῇ κοιλίᾳ καὶ τοῖϲ ἐντέροιϲ τὸ μὴ τελέωϲ ἑψηθέν, ἄφυϲον δὲ καὶ διουρητικὸν γίγνεϲθαι τὸ κατὰ τὴν ἕψηϲιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶϲ ὕδατοϲ μίξεωϲ ἐκλείχοι τιϲ τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’ ὑπάγει τὰ κατὰ τὴν γαϲτέρα. πλέον δ’ εἴ τιϲ αὐτοῦ προϲενέγκοιτο, τὴν ἄνω κοιλίαν εἴωθεν ἐπ’ ἔμετον ἐξορμᾶν. ἑψηθὲν δὲ χωρὶϲ ὕδατοϲ οὔτ’ ἐμετικὸν ὁμοίωϲ ἐϲτὶν οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον. οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατοϲ ἑψηθέντοϲ.