De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

βελτίουϲ δ’ οἱ πόδεϲ τῶν ὑῶν εἰϲι τοῦ ῥύγχουϲ, ὥϲπερ

καὶ τοῦτο τῶν ὤτων· ἐκεῖνα γὰρ ἐκ μόνου ϲυνέϲτηκε χόνδρου καὶ δέρματοϲ. ἐϲτὶ δ’ ὁ χόνδροϲ ἐν μὲν τοῖϲ τελείοιϲ ζῴοιϲ ἄπεπτοϲ παντάπαϲιν, ἐν δὲ τοῖϲ ἔτ’ αὐξανομένοιϲ, ὅταν καλῶϲ ἐν τῷ ϲτόματι λειωθῇ, πεττόμενόϲ τε καὶ τροφὴν ὀλίγην διδοὺϲ τῷ ϲώματι. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ τῶν ἄλλων ζῴων ἄκουε τοῦ νῦν εἰρημένου λόγου. καθ’ ὅϲον γὰρ αὐτῶν αἱ ϲάρκεϲ εἰϲ ἀρετὴν τροφῆϲ ἀπολείπονται τῶν ὑείων, κατὰ τοϲοῦτον καὶ τῶν ἀκραίων ἐν ὑϲὶ μορίων ἐϲτὶ χείρω τὰ κατ’ ἐκεῖνα τὰ ζῷα.

εὔδηλον δ’, ὅτι νευρώδη μόρια τὰ κατὰ τοὺϲ πόδαϲ ὀνομάζω καθ’ ὁμοιότητα τὴν πρὸϲ τὸ κυρίωϲ καλούμενον νεῦρον, ὃ τὴν γένεϲιν ἐξ ἐγκεφάλου καὶ νωτιαίου λαμβάνει. τὰ δ’ ἐν τοῖϲ ἀκραίοιϲ νευρώδη ϲώματα καθ’ ὁμοιότητα μὲν οὕτωϲ ὀνομάζεται, ϲύν|δεϲμοι δ’ εἰϲὶ τῶν ὀϲτῶν ἀναίϲθητοι καί τινεϲ ἐπ’ αὐτοῖϲ τένοντεϲ.