De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

διαφορὰ μὲν οὖν ἐϲτιν οὐχ ὀλίγη καὶ παρὰ τὸν τρόπον τῆϲ ϲκευαϲίαϲ οὐ μόνον ἐν τοῖϲ ἀκραίοιϲ μέρεϲι τῶν ζῴων, ἀλλὰ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν, ἣν ἐπὶ πλέον ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ἐροῦμεν· ὅϲον δ’ ἐπ’ αὐτοῖϲ τοῖϲ μορίοιϲ, αἱ καθ’ ὅλου διαφοραὶ κατὰ τήνδε τὴν πραγματείαν δηλοῦνται μόναι παραβαλλομένων αὐτῶν ἀλλήλοιϲ, ὡϲ εἰ καὶ κατὰ τὸν αὐτὸν ἐϲκεύαϲτο τρόπον, ὡϲ καὶ πρόϲθεν εἴρηται· δικαία γὰρ ἡ τοιαύτη παραβολή.

τὰ τοίνυν ἀκραῖα μόρια τοῦ ϲώματοϲ ἥκιϲτα μὲν ἔχει πιμελήν, ἥκιϲτα δὲ καὶ τὴν ϲαρκώδη φύϲιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖϲ τό τε νευρῶδεϲ καὶ τὸ δερματῶδεϲ, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματοϲ, οἷον τὸ καθ’ ὅλον τὸ ϲῶμα· γεγύμναϲται γὰρ ἐν τοῖϲ | ἀκραίοιϲ μᾶλλον. ἔϲτι δὲ διὰ τοῦτο καὶ γλιϲχρότερα· καὶ γὰρ καὶ νεῦρον καὶ δέρμα πᾶν ἑψόμενον εἰϲ τοιαύτην ἀφικνεῖται φύϲιν. εἰκότωϲ οὖν ἐλάττονα μὲν τροφὴν δίδωϲι τῷ ϲώματι, ῥᾷον δ’ ὑπέρχεται κατὰ γαϲτέρα διὰ τὴν γλιϲχρότητα.