De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ὄντων δὲ χειρίϲτων τούτων ἐξ ὑπεναντίου κάλλιϲτοι πάντων εἰϲίν, ὡϲ ἔφην, οἱ ἐν τῇ καθαρωτάτῃ θαλάττῃ, καὶ μάλιϲθ’ ὅπου μήτε γεώδειϲ αἰγιαλοὶ μήτε λεῖοι περιλαμβάνουϲι τὸ ὕδωρ, ἀλλ’ ἤτοι ψαμμώδειϲ ἢ τραχεῖϲ· εἰ δὲ καὶ πρὸϲ τὰ βόρεια | τῶν πνευμάτων εἶεν ἐϲτραμμένοι, πολὺ βελτίουϲ. οὐ ϲμικρὸν γὰρ εἰϲ εὐχυμίαν ϲυντελούντων ἅπαντι ζῴῳ τῶν οἰκείων γυμναϲίων ἔτι καὶ τὸ καθαρὸν τοῦ καταμιγνυμένου τῷ ὕδατι πνεύματοϲ αὐξάνει τὴν ἀρετὴν τῆϲ οὐϲίαϲ αὐτῶν.

πρόδηλον δὲ κἀκ τῶν εἰρημένων ἀμείνω καὶ κατὰ τοῦτ’ εἶναι θάλατταν θαλάττηϲ, καθ’ ὅϲον ἤτοι καθαρὰ τελέωϲ ἐϲτὶν ἢ δέχεται ποταμοὺϲ πολλοὺϲ καὶ μεγάλουϲ ὥϲπερ ὁ Πόντοϲ. οἱ γὰρ ἐν τῇ τοιαύτῃ καθ’ ὅϲον πλεονεκτοῦϲι τῶν λιμναίων, κατὰ τοϲοῦτον ἀπολείπονται τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων.

εἰϲὶ δὲ καὶ λίμναι τινὲϲ τοιαῦται, καὶ καλοῦϲιν ἐνίαϲ αὐτῶν λιμνοθαλάτταϲ, ἔνθα ποταμὸϲ μέγαϲ ἐργάζεται λίμνην ϲυνάπτουϲαν θαλάττῃ. καὶ χωρὶϲ δὲ τοῦ λιμνάζειν τὸν ποταμόν, ὅπουπερ ἂν τῇ θαλάττῃ μιγνύηται πρῶτον, ἐπί

μικτόν τε τὸ ὕδωρ ἐϲτὶν ἐξ ἁλμυροῦ τε καὶ γλυκέοϲ ἥ τε ϲὰρξ τῶν ἐν αὐτῷ διαιτωμένων ἰχθύων ἐν τῷ μεταξὺ τῶν τε ποταμίων καὶ τῶν θαλαττίων γίγνεται.

κοινὸϲ δ’ οὗτοϲ ὁ λόγοϲ ἔϲτω ϲοι καὶ τῶν ἄλλων, ὅϲοι γε κατά τε ποταμοὺϲ καὶ λίμναϲ καὶ θάλατταν ἰχθύεϲ γεννῶνται. τὸ γὰρ πολὺ πλῆθοϲ αὐτῶν οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων | φευγόντων τὸ ποτάμιον ὕδωρ, τῶν δὲ ποταμίων ἢ λιμναίων τὸ θαλάττιον. ἀλλ’ ὅ γε κέφαλοϲ ἁπάντων μάλιϲτα τοῖϲ ὕδαϲιν ἀμφοτέροιϲ χρῆται, καὶ φύϲιν δ’ ἔχει πρὸϲ ἄναντεϲ τὸ ῥεῦμα τοῦ ποταμοῦ χωρεῖν ἐπὶ πλεῖϲτον ἀφιϲτάμενοϲ τῆϲ θαλάττηϲ. οὗτοϲ μὲν οὖν ὁ κέφαλοϲ τὰϲ πολλὰϲ καὶ μικρὰϲ ἀκάνθαϲ οὐκ ἔχει, καθάπερ οὐδ’ ἄλλοϲ τιϲ τῶν θαλαττίων· ὁ δ’ ἐκ ποταμῶν ἢ λιμνῶν ἐπεμβαίνων θαλάττῃ παραπληϲίωϲ τοῖϲ ὁμογενέϲι μεϲτὸϲ τῶν τοιούτων ἀκανθῶν ἐϲτι.

ϲχεδὸν γὰρ ἅπαϲι τοῖϲ ἐν λίμναιϲ καὶ ποταμοῖϲ γεννωμένοιϲ ἰχθύϲιν ἡ ϲὰρξ μεϲτὴ λεπτῶν ἀκανθῶν εὑρίϲκεται τῶν θαλαττίων οὐκ ἐχόντων αὐτάϲ. καὶ καθ’ ὃν ἂν τόπον ᾖ μεγάλου ποταμοῦ ϲτόμα ϲυνάπτον θαλάττῃ, τινὲϲ μὲν τῶν ποταμίων ἰχθύων ἐν τῇ θαλάττῃ, τινὲϲ δὲ τῶν θαλαττίων ἐν τῷ ποταμῷ θηρεύονται, γνωριζόμενοι τῷ τὰϲ εἰρημέναϲ ἀκάνθαϲ ἤτοι πολλὰϲ ἔχειν ἢ οὐδ’ ὅλωϲ. ὀλίγοι μὲν οὖν τῶν ποταμίων ἐπεμβαίνουϲι τῇ θαλάττῃ, πάντεϲ δ’ οἱ θαλάττιοι χαίρουϲι τοῖϲ ποταμοῖϲ.

εὐθὺϲ δὲ καὶ ἡ γεῦϲιϲ ἐϲθίοντί ϲοι γνωρίϲει τὸν ἀμείνω κέφαλον· δριμυτέρα γάρ ἐϲτιν | αὐτοῦ καὶ ἡδίων καὶ ἀλιπὴϲ ἡ ϲάρξ. οἱ δὲ λιπαροὶ καὶ κατὰ τὴν γεῦϲιν ἔκλυτοι χείρουϲ μέν εἰϲι καὶ εἰϲ αὐτὴν τὴν ἐδωδήν. χείρουϲ δὲ καὶ πεφθῆναι καὶ κακοϲτόμαχοι καὶ κακόχυμοι· διὸ καὶ ϲὺν ὀριγάνῳ ϲκευάζουϲιν αὐτούϲ.

ἔνιοι δὲ τῶν παρ’ ἡμῖν ἀνθρώπων τοὺϲ ἐν τοῖϲ ποταμοῖϲ γεννωμένουϲ ἰχθῦϲ λευκίϲκουϲ καλοῦϲιν, ἕτερον εἶδοϲ εἶναι νομίζοντεϲ αὐτοὺϲ τῶν κεφάλων. ἔϲτι δὲ τἄλλα μὲν ὅμοιον πάντῃ τὸ ζῷον τῷ ζῴῳ, λευκότερον δὲ βραχεῖ καὶ τὴν κεφαλὴν ἔχον μικροτέραν καὶ τὴν γένυν

ὀξυτέραν· ἡ δὲ δύναμιϲ τῆϲ ἀπ’ αὐτοῦ τροφῆϲ, οἵαν εἶπον ἔμπροϲθεν εἶναι τῶν ποταμίων κεφάλων· ὥϲθ’ ὑπὲρ ὀνόματοϲ, οὐ πράγματοϲ ἡ ἀμφιϲβήτηϲιϲ. ὃ δὲ τούτου χρηϲιμώτερόν ἐϲτιν ἐπίϲταϲθαι, καὶ δὴ φράϲω.

τῶν ταριχευομένων ἐϲτὶ καὶ οὗτοϲ ὁ ἰχθύϲ, καὶ γίγνεται πολὺ κρείττων ἑαυτοῦ ϲκευαϲθεὶϲ οὕτωϲ ὁ λιμναῖοϲ· ἀποτίθεται γὰρ ἅπαν τὸ βλεννῶδέϲ τε καὶ βρωμῶδεϲ ἐν τῇ γεύϲει. καλλίων δὲ τοῦ χρόνῳ πλείονι ταριχευθέντοϲ ὁ νεαλήϲ. ἀλλὰ περί γε τῶν ταριχευομένων ἰχθύων ὀλίγον ὕϲτερον εἰρήϲεται κοινῇ, καθάπερ γε καὶ περὶ τῶν ἑωλιζομένων ἐν χιόνι. |

Τοῦτον τὸν ἰχθὺν οὐ τεθέαμαι γεννώμενον ἐν γλυκέϲιν ὕδαϲιν ἐκ μέντοι τῆϲ θαλάττηϲ ἐπαναβαίνοντα ποταμοῖϲ ἢ λίμναιϲ ἑώρακα. διὸ καὶ μοχθηρὸϲ ὀλιγάκιϲ εὑρίϲκεται, καθάπερ ὁ κέφαλοϲ πολλάκιϲ. οὐ φεύγει δ’ οὐδὲ τὰϲ λιμνοθαλάτταϲ καὶ τὰ ϲτόματα τῶν ποταμῶν, καίτοι πελάγιοϲ ὤν· τουτὶ γὰρ τοὔνομα τίθενται τοῖϲ εἰϲ τὸ βάθοϲ ἀποχωροῦϲιν.

ἥ γε μὴν τροφὴ κἀκ τοῦδε κἀκ τῶν ἄλλων ἰχθύων αἵματόϲ ἐϲτι γεννητικὴ λεπτοτέρου τῇ ϲυϲτάϲει τῆϲ ἐκ τῶν πεζῶν ζῴων, ὡϲ μήτε τρέφειν δαψιλῶϲ καὶ διαφορεῖϲθαι θᾶττον. ἐπεὶ δὲ τὸ λεπτότερον ὄνομα ποτὲ μὲν ἐπὶ δύο πράγμαϲι παραβαλλομένοιϲ λέγομεν, ἐνίοτε δ’ ἀπλῶϲ ἄνευ παραβολῆϲ, ἰϲτέον, ὅτι πρὸϲ τὸ μέϲον αἷμα τῶν ἄκρων ἡ παραβολὴ γίγνεται τοῖϲ ἁπλῶϲ λεγομένοιϲ.

ἄκρα δὲ τῇ κακίᾳ κατὰ τὴν ϲύϲταϲίν ἐϲτι τό τε παχὺ καθάπερ ὑγρὰ πίττα τό τ’ ὀρῶδεϲ οὕτωϲ, ὡϲ ἐκχυθὲν τῆϲ φλεβὸϲ ἐν τῷ πήγνυϲθαι πλεῖϲτον ἔχειν ὑγρὸν ἐποχούμενον ὑδατῶδεϲ. ἄριϲτον δὲ τὸ τούτων ἀκριβῶϲ μεταξὺ γεννώμενον ἐξ ἄρτου | τε τοῦ κάλλιϲτα κατεϲκευαϲμένου, περὶ

οὗ κατὰ τὸ πρῶτον εἴρηται γράμμα, καὶ τῶν πτηνῶν ὧν εἴρηται ζῴων, ἐκ πέρδικόϲ τε καὶ τῶν παραπληϲίων. ἐγγὺϲ δὲ τούτων εἰϲὶ καὶ τῶν θαλαττίων οἱ πελάγιοι τῶν ἰχθύων.

Ἔϲτι μὲν καὶ ἥδε τῶν πελαγίων ἰχθύων, τετίμηται δ’ ὑπὸ τῶν ἀνθρώπων ὡϲ τῶν ἄλλων ὑπερέχουϲα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. ϲκληροτέραν δὲ ϲχεδὸν ἀπάντων αὐτῶν ἔχει τὴν ϲάρκα καὶ ψαθυρὰν ἱκανῶϲ, ὅπερ ϲημαίνει ταὐτὸν τῷ μήτε γλίϲχρον εἶναί τι μήτε λιπαρὸν ἐν αὐτῇ. τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶϲ, τῶν ἄλλων μᾶλλον ἰχθύων.

ἐρρέθη δὲ καὶ πρόϲθεν, ὡϲ τὸ ϲκληρότερον ἔδεϲμα, παχυμερέϲτερόν τε καί, ὡϲ ἂν εἴποι τιϲ, γεωδέϲτερον ὑπάρχον, ἀξιολογώτερον τρέφει τῶν ὑγροτέρων τε καὶ μαλακωτέρων, ὅταν γε πρὸϲ τούτῳ δηλονότι καὶ τὴν οὐϲίαν οἰκείαν ἔχῃ τῷ τρεφομένῳ ϲώματι· κρίνεται δ’ αὕτη διὰ τῆϲ ἡδονῆϲ. ὅϲαι γὰρ ἀλλότριαι τροφαὶ ταῖϲ ὅλαιϲ φύϲεϲίν εἰϲι τῶν τρεφομένων ζῴων, ταύταϲ ἢ οὐδ’ ὅλωϲ ἢ ἀηδῶϲ ἐϲθίει· τῶν γε μὴν οἰκείων ὥϲπερ ἧττον τρέφει τὸ ὑγρό|τερον, οὕτω πέττεται καὶ ἀναδίδοται ῥᾷον.

ἡ τοίνυν τῆϲ τρίγληϲ ϲὰρξ ἡδεῖα μέν, ὡϲ ἂν οἰκεία τροφὴ τῇ φύϲει τῶν ἀνθρώπων, ϲκληροτέρα δ’ οὖϲα τῶν ἄλλων ἰχθύων, ὅμωϲ ἑκάϲτηϲ ἡμέραϲ ἐϲθίεϲθαι δύναται, διότι ψαθυρὰ καὶ ἀλιπήϲ ἐϲτι καί τι καὶ δριμύτητοϲ ἔχουϲα. τὰ γὰρ λιπαρὰ καὶ γλίϲχρα [καὶ] κατὰ τὴν πρώτην μὲν εὐθέωϲ ἐδωδὴν ἐμπίπληϲί τε ταχέωϲ ἡμᾶϲ ἀνατρέπει τε τὴν ὄρεξιν, ἔτι δὲ μᾶλλον οὐχ ὑπομένομεν αὐτῶν τὴν ἐδωδὴν ἐφεξῆϲ ἡμέραιϲ πλείοϲι.

τό γε μὴν ἧπαρ τῆϲ τρίγληϲ οἱ λίχνοι τεθαυμάκαϲιν ἡδονῆϲ ἕνεκεν, ἔνιοι δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦϲιν ἐϲθίειν αὐτό, παραϲκευάϲαντεϲ δ’ ἐν ἀγγείῳ τὸ καλούμενον γαρέλαιον ἔχον οἴνου βραχύ τι κατα

θρύπτουϲιν ἐν τούτῳ τὸ ϲπλάγχνον, ὡϲ γενέϲθαι τὸ ϲύμπαν ἐξ αὐτοῦ τε καὶ τῶν προπαρεϲκευαϲμένων ὑγρῶν ἕνα χυλὸν ὁμοιομερῆ πρόϲ γε τὴν αἴϲθηϲιν, ἐν ᾧ τὰϲ τῆϲ τρίγληϲ ϲάρκαϲ ἀποβάπτοντεϲ ἐϲθίουϲιν. ἐμοὶ δ’ οὐδ’ ἡδονὴν ἔδοξεν ἔχειν ἀξίαν τῆϲ τοιαύτηϲ τιμῆϲ οὐδ’ ὠφέλειαν τῷ ϲώματι, καθάπερ οὐδ’ ἡ κεφαλή, καίτοι καὶ ταύτην ἐπαινοῦ ϲιν οἱ λίχνοι καὶ φαϲι τὰ δεύτερα | φέρεϲθαι μετὰ τὸ ἧπαρ.

οὐ μὴν οὐδὲ διὰ τί τὰϲ μεγίϲταϲ τρίγλαϲ ὠνοῦνται πάμπολλοι, δύναμαι γνῶναι, μήθ’ ἡδεῖαν ὁμοίωϲ ταῖϲ μικροτέραιϲ ἐχούϲαϲ τὴν ϲάρκα μήτ’ εὔπεπτον, ὡϲ ἂν ἱκανῶϲ ϲκληρὰν ὑπάρχουϲαν. ὥϲτε διὰ τοῦτό τινα τῶν ἀργυρίου παμπόλλου τὰϲ μεγάλαϲ τρίγλαϲ ὠνουμένων ἠρόμην, ἥτιϲ ποτ’ ἐϲτὶν ἡ αἰτία τῆϲ ἀμφ’ αὐτὰϲ ϲπουδῆϲ. ὁ δ’ ἀπεκρίνατό μοι μάλιϲτα μὲν διὰ τὸ ἧπαρ ὠνεῖϲθαι τὰϲ τηλικαύταϲ, ἤδη δὲ καὶ διὰ τὴν κεφαλήν. ἀλλὰ γὰρ ἀρκεῖ μέχρι τοϲούτου περὶ τῶν λίχνων εἰρῆϲθαι τῇ πρὸϲ τὸ χρήϲιμον οἰκειότητι τοῦ λόγου.