De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
κοινὸϲ δὲ καὶ ὁ τῆϲ ϲκευαϲίαϲ τρόποϲ ὡϲ πρὸϲ ὑγίειαν, ὃν ἔμπροϲθέν τε διῆλθον ἤδη καὶ αὖθιϲ ἴϲωϲ ἐπὶ κεφαλαίων ἐρῶ. νυνὶ δὲ τὰϲ δυνάμειϲ μόνον ἀναμνήϲω, ξηρότερα μὲν εἶναι τά τ’ ὀπτηθέντα καὶ τὰ ταγηνιϲθέντα, τὰ δὲ δι’ ὕδατοϲ ἑψηθέντα γλυκέοϲ ὑγρο|τέραν διδόναι τροφὴν τῷ ϲώματι. λέλεκται δὲ καὶ περὶ τῶν ἐν λευκῷ ζωμῷ καὶ ποικίλαιϲ ἀρτύϲεϲι λοπάδων ἔμπροϲθεν αὐτάρκωϲ, ὥϲπερ γε καὶ περὶ τῶν ἡμέρων τε καὶ ἀγρίων.
οὐ ϲμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναιϲ ἢ ἕλεϲιν ἢ τελματώδεϲι χωρίοιϲ τὴν δίαιταν ἐχόντων ἐϲτὶ πρὸϲ τὰ κατ’ ὄρη καὶ ξηροὺϲ τόπουϲ. ἀνὰ λόγον γὰρ τοῖϲ χωρίοιϲ αἱ ϲάρκεϲ τῶν ζῴων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴουϲ ἢ ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυϲπεπτότεραι γίγνονται.