De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἡ δὲ τῶν κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν ϲτρουθῶν, ἐν οἷϲ εἰϲι καὶ οἱ πυργῖται καλούμενοι, ϲκληροτέρα τούτων ἐϲτί, καὶ μᾶλλον ἔτι καὶ τούτων αὐτῶν ἥ τε τῆϲ τρυγόνοϲ καὶ ἡ τῆϲ φάττηϲ καὶ ἡ τῆϲ νήττηϲ. ὁμοία δὲ τῇ τῶν ἀλεκτορίδων ἐϲτὶν ἡ τῶν φαϲιανῶν εἰϲ πέψιν | καὶ τροφὴν ὑπερέχουϲα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. ϲκληροτέρα δὲ καὶ δυϲπεπτοτέρα καὶ ἰνωδεϲτέρα τούτων ἡ τοῦ ταῶνοϲ.
κοινὸν δ’ ἐπὶ πᾶϲι τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ὥϲπερ καὶ τοῖϲ τετράποϲι, γιγνώϲκειν χρή, τὴν τῶν ἔτ’ αὐξανομένων ϲάρκα πολὺ βελτίονα τῆϲ τῶν παρακμαζόντων εἶναι, μέϲην δ’ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ καὶ τὴν τῶν πάνυ νηπίων, ἀλλ’ ὑπεναντίωϲ τῇ τῶν γεγηρακότων· ἡ μὲν γὰρ τούτων ϲκληρὰ καὶ ξηρὰ καὶ νευρώδηϲ ἐϲτὶ καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ καὶ τροφὴν ὀλίγην δίδωϲι τῷ ϲώματι, τὰ δὲ τῶν παντάπαϲι νέων ζῷων ϲώματα βλεννώδη τ’ ἐϲτὶ
καὶ ὑγρὰ καὶ δι’ αὐτό γε τοῦτο περιττωματικὰ ῥᾷόν θ’ ὑπέρχεται κατὰ γαϲτέρα. ταῦτά μοι μέμνηϲο περὶ πάντων ζῴων κοινῇ* καὶ γὰρ ὑπάρχει πᾶϲιν αὐτοῖϲ ὁμοίωϲ ἐν ταῖϲ κατὰ τὴν ἡλικίαν διαφοραῖϲ.