De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

οὐ μὴν | οὐδὲ τοῦτο δεῖ καθ’ ἕκαϲτον τῶν ἐδεϲμάτων γράφειν, ἀλλ’ ἀναμιμνῄϲκειν ἐπί τινων μόνον, ὡϲ ὁ τοιόϲδε χυμόϲ, ὁποῖοϲ ἐξ ὀξυγάλακτόϲ τε καὶ τυροῦ καὶ τῶν παχυχύμων ἁπάντων γίγνεται, λίθουϲ ἐν νεφροῖϲ πέφυκε γεννᾶν, ὅταν ὦϲι θερμότεροι τοῦ δέοντοϲ ἤτοι κατὰ φυϲικὴν δυϲκραϲίαν ἢ κατά τινα ἄλλην ὕϲτερον ἐγγενομένην αὐτοῖϲ διάθεϲιν, οὐ μὴν ἀνὰ λόγον γε τῇ θερμαϲίᾳ τὰϲ διεξόδουϲ εὐρείαϲ ἔχωϲιν.

αἱ γάρ τοι νοϲωδέϲταται καταϲκευαὶ τῶν ϲωμάτων ἐξ ἐναντίων τῇ κράϲει ϲύγκεινται μορίων, ὡϲ εἶναι γαϲτέρα μέν, εἰ τύχοι, θερμὴν ἱκανῶϲ, ἐγκέφαλον δὲ ψυχρόν. οὕτω δὲ καὶ πνεύμων ἐνίοτε

καὶ θώραξ ὅλοϲ ψυχρόϲ ἐϲτιν ἐπὶ θερμῇ γαϲτρί. πολλάκιϲ δὲ καὶ τοὐναντίον ἕκαϲτον μὲν τῶν ἄλλων θερμότερον ὑπάρχει τοῦ δέοντοϲ, ἡ γαϲτὴρ δὲ μόνη ψυχροτέρα, καί ποτε κεφαλὴ μὲν ὅλη ψυχροτέρα, θερμότερον δὲ τὸ ἧπαρ ἐπί τε τῶν ἄλλων μορίων ὡϲαύτωϲ.

διὸ καὶ κατ’ ἀρχὰϲ ἐδείκνυον ὠφελιμωτάτην εἶναι τὴν περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων διδαϲκαλίαν, ὅταν ἐξηγῶνται τὴν καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα | διαφορὰν ἔτι τε τὸ γλίϲχρον ἢ παχὺ τῆϲ οὐϲίαϲ αὐτῶν, καὶ πρὸϲ τούτοιϲ, εἴθ’ ὁμοιομερήϲ ἐϲτιν εἴτ’ ἐξ ἐναντίων ταῖϲ κράϲεϲι ϲύγκειται, καθάπερ τὸ γάλα. πρὸϲ δὲ τὴν τούτων διάγνωϲιν ἐκ τῆϲ ὀϲμῆϲ καὶ τῆϲ γεύϲεωϲ ἔτι τε τῶν ἄλλων ϲυμπτωμάτων ἔφην ἡμᾶϲ ποδηγεῖϲθαι, περὶ ὧν ἐν ἀρχῇ τῆϲδε τῆϲ πραγματείαϲ διῆλθον, ὥϲπερ καὶ νῦν ἐπὶ τοῦ γάλακτοϲ, ἐπιδεικνὺϲ αὐτοῦ τὴν φύϲιν ἐξ ὧν ἴϲχει ϲυμπτωμάτων, ἤτοι θερμαινόμενον ἢ διὰ πυτίαϲ πηγνύμενον ἢ ὁπωϲοῦν ἄλλωϲ διακρινομένων τῶν μορίων αὐτοῦ.

καὶ γὰρ καὶ ἡ ϲχίϲιϲ καλουμένη τοῦτ’ ἐργάζεται χωρὶϲ τῆϲ πυτίαϲ, ὅταν ἱκανῶϲ προθερμήναντεϲ τὸ γάλα καταρράνωμεν ὀξυμέλιτι ψυχρῷ. ταὐτὸν δ’ ἐργαζόμεθα καὶ δι’ οἰνομέλιτοϲ, ἐνίοτε δὲ καὶ χωρὶϲ τοῦ καταρρᾶναι τὴν οὐϲίαν αὐτοῦ καθιέντεϲ ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον ἐργαζόμεθα τὴν ϲχίϲιν. ἄνευ δὲ πυτίαϲ καὶ τὸ μετὰ τὴν ἀποκύηϲιν ἀμελχθὲν αὐτίκα πήγνυται πυρωθὲν ἐπὶ θερμῆϲ ϲποδιᾶϲ ὀλίγῳ χρόνῳ. καλεῖν δ’ ἐοίκαϲιν οἱ παλαιοὶ κωμικοὶ τὸ οὕτω παγὲν γάλα πυριάτην· οἱ δὲ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ πυρίεφθον ὀνομάζουϲιν αὐτό. τοῦτο μὲν οὖν ἀκρι|βῶϲ ἐϲτι γάλα χωρὶϲ οὐϲίαϲ ἑτέραϲ.

ὅταν δὲ μέλι μίξαντεϲ αὐτῷ διὰ πυτίαϲ πήξωϲι, χωρίζεται μὲν ἐν τῷδε τῷ ἔργῳ τὸ

τε λεπτὸν καὶ ὑδατῶδεϲ αὐτοῦ, προϲφέρονται δ’ ἔνιοι μὲν τὸ πεπηγὸϲ αὐτοῦ μόνον ϲύνθετον ὑπάρχον ἔκ τε τοῦ τυρώδουϲ ἐν τῷ γάλακτι καὶ τοῦ θερμοῦ καὶ πυρώδουϲ ἐν τῇ τῆϲ πυτίαϲ δυνάμει καὶ τοῦ μιχθέντοϲ αὐτοῖϲ μέλιτοϲ. ἔνιοι δὲ καὶ τὸν ὀρὸν τῷ παγέντι ϲυγκαταπίνουϲιν, ἤτοι γε ὡϲαύτωϲ πάντα μετὰ παντὸϲ ἢ θάτερον αὐτῶν πλέον θατέρου. ϲυμβήϲεται δὲ δηλονότι τοῖϲ μὲν μᾶλλον ὑπαχθῆναι τὴν γαϲτέρα, τοῖϲ δ’ ἧττον, ἀνὰ λόγον τῇ ποϲότητι τῆϲ ὀρώδουϲ ὑγρότητοϲ.