De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

εὔδηλον δέ, ὅτι καὶ τραφῆναι τὸ ϲύμπαν ϲῶμα μᾶλλον μὲν ὑπάρξει τοῖϲ τὸ πεπηγὸϲ μόνον ἐδηδοκόϲιν, ἧττον δὲ τοῖϲ ϲυγκαταπιοῦϲιν αὐτῷ τι καὶ τῆϲ ὀρώδουϲ ὑγρότητοϲ, ἔτι δ’ ἧττον, ὅϲοι τὸ μὲν πεπηγὸϲ ὀλίγον προϲηνέγκαντο, τὸ δ’ ὀρῶδεϲ πλεῖϲτον. οὕτω δὲ κἀπὶ τοῦ μετὰ τὴν ἀποκύηϲιν παγέντοϲ, ἤτοι χωρὶϲ μέλιτοϲ ἢ ϲῦν αὐτῷ, διαφορά τιϲ οὐ ϲμικρὰ γενήϲεται. δυϲπεπτότερον γάρ ἐϲτι καὶ παχυχυμότερον ἔτι τε βραδυπορώτερον εἰϲ τὴν κάτω διέξοδον, ὅταν μὴ | προϲλάβῃ μέλιτοϲ. ἥ γε μὴν ὅλου τοῦ ϲώματοϲ θρέψιϲ ἐξ ἀμφοτέρων γίγνεται δαψιλήϲ.

ταῦτ’ ἀρκεῖ περὶ δυνάμεωϲ γάλακτοϲ ἐπίϲταϲθαι κατὰ τὴν νῦν ἡμῖν ἐνεϲτῶϲαν πραγματείαν· ὅϲα γὰρ εἰϲ νόϲουϲ ἐϲτὶ χρήϲιμα ἢ τοῖϲ φθίνουϲιν ὁπωϲοῦν ἢ τοῖϲ ἕλκοϲ ἔχουϲιν ἐν πνεύμονι, ταῦτ’ ἴδια τῆϲ θεραπευτικῆϲ ἐϲτι μεθόδου.

Λέλεκται μὲν ἤδη περὶ τῆϲ τοῦ τυροῦ δυνάμεωϲ ἐν τῷ περὶ γάλακτοϲ λόγῳ, βέλτιον δὲ καὶ νῦν αὖθιϲ ἴδιον ἀπονεῖμαι λόγον αὐτῷ. προϲλαμβάνει τε γὰρ ἐν τῇ ϲκευαϲίᾳ παρὰ τῆϲ ἐπεμβαλλομένηϲ πυτίαϲ δριμύτητα τὴν θ’ ὑγρότητα πᾶϲαν ἀποτίθεται καὶ μάλιϲτα χρονίϲαϲ. ἡνίκα καὶ δριμύτεροϲ γίγνεται καὶ ϲαφῶϲ ἑαυτοῦ θερμότερόϲ τε καὶ

καυϲωδέϲτεροϲ καὶ διὰ τοῦτο καὶ διψωδέϲτεροϲ καὶ δυϲπεπτότεροϲ καὶ κακοχυμότεροϲ ἀποτελεῖται.

διὰ ταῦτα τοιγαροῦν οὐδ’ ὅπερ ἀγαθὸν ἐπικτᾶται τὰ παχύχυμα τῶν ἐδεϲμάτων δριμείαιϲ καὶ λεπτυντικαῖϲ καταμιγνύμενα δυνάμεϲιν, οὐδὲ τοῦτ’ ἴϲχει βλάβηϲ χωρίϲ. μείζων γὰρ ἡ ἐκ τῆϲ κακοχυμίαϲ αὐτῷ καὶ τῆϲ καυϲώδουϲ θερμότητοϲ ἐγγίγνεται βλάβη τῆϲ ἐκ τοῦ λεπτυνθῆναι τὸ πάχοϲ ὠφελείαϲ, ὅπου γε οὐδὲ πρὸϲ τὴν τῶν ἐν νεφροῖϲ λίθων γένεϲιν ἧττόν ἐϲτι βλαβερὸϲ ὁ τοιοῦτοϲ χυμόϲ· ἐδείχθηϲαν γὰρ οὗτοι γεννώμενοι κατ’ ἐκεῖνα τῶν ϲωμάτων, ἐν οἷϲ ἂν ϲυνέλθῃ πάχοϲ χυμῶν πυρώδει θερμότητι. φευκτέον οὖν ἐν τοῖϲ μάλιϲτα τὸν τοιοῦτον τυρόνm ὡϲ μηδὲν ὅλωϲ ἀγαθὸν ἔχοντα μήτ’ εἰϲ πέψιν μήτ’ εἰϲ ἀνάδοϲιν ἢ οὔρηϲιν ἢ ὑπαγωγὴν γαϲτρὸϲ ὥϲπερ γε μηδ’ εἰϲ εὐχυμίαν.

ἐφεξῆϲ δὲ μοχθηρὸν μέν, ἧττον δὲ τούτου χρὴ νομίζειν τὸν μήτε παλαιὸν μήτε δριμύν, τὸν δὲ νέον ἁπάντων τυρῶν εἶναι κάλλιϲτον, ὁποῖοϲ παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὴν ὑπερκειμένην αὐτῆϲ Μυϲίαν γίγνεται καλούμενοϲ ὑπὸ τῶν ἐγχωρίων ὀξυγαλάκτινοϲ, ἥδιϲτοϲ μὲν εἰϲ ἐδωδὴν ἀβλαβὴϲ δὲ ϲτομάχῳ καὶ πάντων τῶν ἄλλων τυρῶν ἧττον δύϲπεπτοϲ καὶ δυϲδιέξοδοϲ. οὐ μὴν οὐδὲ κακόχυμόϲ ἐϲτιν οὐδὲ πάνυ ϲφόδρα παχύχυμοϲ, ὅπερ ἁπάντων τυρῶν ἐϲτι κοινὸν ἔγκλημα. κάλλιϲτοϲ δ’ ἐϲτὶ καὶ ὁ παρὰ τοῖϲ πλουϲίοιϲ εὐδοκιμῶν ἐν Ῥώμῃ, Βαθυϲικὸϲ τοὔνομα, καί τινεϲ ἄλλοι κατ’ ἄλλα χωρία.