De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ὅϲον δὲ τῷ πάχει τῆϲ ὅληϲ οὐϲίαϲ ἑαυτῶν τὰ βόεια κρέα τῶν ὑείων πλεονεκτεῖ, τοϲοῦτον τῇ γλιϲχρότητι τὰ ὕεια τῶν βοείων. εἰϲ πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐϲτι, τοῖϲ μὲν ἀκμάζουϲι καὶ ἰϲχυροῖϲ καὶ διαπονουμένοιϲ τὰ τῶν ἀκμαζόντων, τοῖϲ δ’ ἄλλοιϲ τὰ τῶν ἔτ’ αὐξανομένων. ὥϲπερ δ’ ἐν τοῖϲ ὑϲὶν οἱ κατὰ τὴν ἀκμαϲτικὴν ἡλικίαν ἐπιτήδειοι τοῖϲ εὐεκτικοῖϲ νεανίϲκοιϲ εἰϲίν, οὕτω τῶν βοῶν οἱ πρὸ τῆϲ ἀκμῆϲ. ξηρότεροϲ γὰρ τῇ κράϲει παμπόλλῳ βοῦϲ ὑόϲ, ὥϲπερ γε καὶ ἀκμάζων ἀνὴρ παιδόϲ.
εἰκότωϲ οὖν ὅϲα μὲν φύϲει ζῷα ξηροτέραν ἔχει τὴν κρᾶϲιν, ὑπὸ τῆϲ νεότητοϲ εἰϲ ϲυμμετρίαν αὐτῆϲ ὠφελεῖται· τῶν δ’ ὑγροτέρων ἡ φύϲιϲ ὑπὸ τῆϲ ἀκμαϲτικῆϲ ἡλικίαϲ προϲλαμβάνει τὸ λεῖπον εἰϲ τὴν προϲήκουϲαν εὐκραϲίαν. οὐ μόνον οὖν οἱ μόϲχοι τῶν τελείων βοῶν ἀμείνουϲ εἰϲ πέψιν ἔχουϲι τὰϲ ϲάρκαϲ, ἀλλὰ καὶ οἱ ἔριφοι τῶν | αἰγῶν. ἧττον μὲν γὰρ βοὸϲ ἡ αἴξ ξηρὰ τὴν κρᾶϲίν ἐϲτιν, ἀλλ’ ἀνθρώπῳ καὶ ϲυὶ παραβαλλομένη πολλῷ διαλλάττει.