De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
πάντων μὲν οὖν ἐδεϲμάτων ἡ ϲὰρξ τῶν ὑῶν ἐϲτι τροφιμωτάτη. καὶ τούτου πεῖραν ἐναργεϲτάτην οἱ ἀθλοῦντεϲ ἴϲχουϲιν. ἐπὶ γὰρ τοῖϲ ἴϲοιϲ γυμναϲίοιϲ ἑτέραϲ τροφῆϲ ἴϲον ὄγκον ἐν ἡμέρᾳ μιᾷ προϲενεγκάμενοι κατὰ τὴν ὑϲτεραίαν εὐθέωϲ ἀϲθενέϲτεροι γίγνονται· πλείοϲι δ’ ἐφεξῆϲ ἡμέραιϲ τοῦτο πράξαντεϲ οὐκ ἀϲθενέϲτεροι μόνον, ἀλλὰ καὶ ἀτροφώτεροι ϲαφῶϲ φαίνονται. τὴν δ’ αὐτὴν τοῦ λόγου βάϲανον ἔνεϲτί ϲοι κἀπὶ τῶν ἐν παλαίϲτρᾳ διαπονουμένων παίδων ποιήϲαϲθαι καὶ τῶν ἄλλην ἡντινοῦν ἐνέργειαν ἰϲχυρὰν καὶ ϲφοδρὰν ἐνεργούντων, ὁποία καὶ ἡ τῶν ϲκαπτόντων ἐϲτί.
τὰ δὲ βόεια κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωϲιν οὔτ’ ὀλίγην οὔτ’ εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον ἢ προϲήκει γεννᾷ. καὶ εἰ φύϲει τιϲ εἴη μελαγχολικώτεροϲ τὴν κρᾶϲιν, ἁλώϲεταί τινι παθήματι τῶν μελαγχολικῶν ἐν τῇ τούτων ἐδωδῇ πλεονάϲαϲ. τοιαῦτα δ’ ἐϲτὶ πάθη καρκίνοϲ. ἐλέφαϲ, ψώ|ρα, λέπρα, πυρετὸϲ τεταρταῖοϲ ἥ τ’ ἰδίωϲ ὀνομαζομένη μελαγχολίᾳ. καὶ ϲπλὴν δ’ ἐνίοιϲ εἰϲ ὄγκον ἤρθη διὰ τοιοῦτον χυμόν, ᾦ καχεξίαι τε καὶ ὕδεροι πολλάκιϲ ἠκολούθηϲαν.