De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

εὔδηλον δ’ὅτι μᾶλλον ἡ γαϲτὴρ ὑπέρχεται, μόνηϲ τῆϲ ϲαρκὸϲ τῶν

ῥαγῶν ἅμα τῷ χυλῷ καταποθείϲηϲ ἄνευ τῶν γιγάρτων τε καὶ τοῦ περικειμένου χιτῶνοϲ ἔξωθεν, ἔτι δὲ μᾶλλον, ὅταν αὐτὸϲ μόνοϲ ὁ χυλὸϲ ἐκθλιβεὶϲ καταποθῇ· καλοῦϲι δ’ αὐτὸν οἱ ἄνθρωποι γλεῦκοϲ, ἐμπιπλάντα φύϲηϲ | τὴν κοιλίαν, εἰ μὴ διεξέλθοι ταχέωϲ. γίγνεται μὲν οὖν τιϲ κἀκ τούτου τροφὴ τῷ ϲώματι, πλείων δ’ ἐκ τῆϲ ϲαρκώδουϲ οὐϲίαϲ, καὶ διὰ τοῦτό τινεϲ μὲν τῶν ϲταφυλῶν τρέφουϲι μᾶλλον ἢ διαχωροῦνται, τινὲϲ δὲ διαχωροῦνται μᾶλλον ἢ τρέφουϲιν· ὧν μὲν ἂν ὁ χυλὸϲ ὀλίγοϲ ᾖ, τρέφουϲι μᾶλλον, ὧν δὲ πλείων, ἧττον μὲν τρέφουϲιν, ὑπέρχονται δὲ μᾶλλον.

ὀνομάζουϲι δ’ εὐγενεῖϲ τὰϲ τοιαύταϲ ϲταφυλάϲ, ἐν αἷϲ αἱ ῥᾶγεϲ ὀλίγην μὲν ἔχουϲι τὴν ὑγρὰν οὐϲίαν, οὐκ ὀλίγην δὲ τὴν ϲτερεωτέραν, ἣν ὥϲπερ ϲάρκα τῆϲ ῥαγὸϲ ἔφην εἶναι. καὶ χρῶνται κατά γε τὸν τῆϲ ὀπώραϲ καιρὸν ἀποτιθέμενοι πολυειδῶϲ. καὶ γὰρ εἰϲ γλεῦκοϲ ἐμβάλλουϲιν αὐτὰϲ καὶ χύτραϲ καινὰϲ πληροῦντεϲ ἐναποτίθενται τοῖϲ ϲτεμφύλοιϲ.