De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἡ γάρ τοι τῶν ῥαγῶν οὐϲία ϲύνθετόϲ ἐϲτιν ἔκ τε τῆϲ οἷον ϲαρκὸϲ αὐτῶν καὶ τῆϲ παρεϲπαρμένηϲ κατ’ αὐτὴν ὑγρότητοϲ, ἐξ ἣϲ ὁ οἶνοϲ γίγνεται, καὶ πρὸϲ τούτοιϲ ἔτι γιγάρτων τε καὶ τοῦ ταῦτα περιέχοντοϲ ἔξωθεν ὑμενώδουϲ ϲκεπάϲματοϲ. ἀλλ’ ἡ μὲν τῶν γιγάρτων | οὐϲία ξηρὰ καὶ ϲτύφουϲά πώϲ ἐϲτι, διεξέρχεται δὲ τὰ ἔντερα πάντα κατὰ μηδὲν ἑαυτῆϲ αἰϲθητῶϲ ἀλλοιουμένη, παραπληϲίωϲ ταῖϲ ἐν τοῖϲ ϲύκοιϲ κεγχραμίϲιν. ἀνάλογον γὰρ ἑκάτερον ἑκατέρῳ τῶν καρπῶν ἐϲτι, ϲπέρμα μὲν ὑπάρχον ὅλου τοῦ φυτοῦ, διεξιὸν δ’ ἀναλλοίωτόν τε καὶ ἀχύλωτον καὶ ἀμετάβλητον.

ἀναλογία δ’ ἐϲτὶ καὶ τοῖϲ περιέχουϲιν ἑκάτερον τῶν καρπῶν ϲκεπάϲμαϲι, τοιαύτην χρείαν παρέχουϲιν αὐτοῖϲ, οἵαν τοῖϲ ζῴοιϲ τὸ δέρμα. βραχεῖα δὲ καὶ ἡ τούτου μεταβολὴ γίγνεται κατὰ τὴν γαϲτέρα, καί τινεϲ ὡϲ ἄχρηϲτον ἀποπτύουϲιν αὐτὸ μυζήϲαντεϲ ἅπαν τὸ ἔνδον ἅμα τοῖϲ γιγάρτοιϲ. ἔνιοι δὲ καὶ ταῦτ’ ἐκπτύειν πειρῶνται, καὶ μάλιϲθ’ ὅταν αἱ ῥᾶγεϲ ὦϲι μεγάλαι· δύϲκολον γὰρ ἐν ταῖϲ μικραῖϲ αὐτὸ πράττειν.