De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
τό γε μὴν ϲκόροδον οὐ μόνον ὡϲ ὄψον, ἀλλὰ καὶ ὡϲ φάρμακον ὑγιεινὸν ἐϲθίου|ϲιν, ἐκφρακτικῆϲ τε καὶ διαφορητικῆϲ ὑπάρχον δυνάμεωϲ. ἑψηθὲν δ’ ἐπ’ ὀλίγον, ὡϲ ἀποθέϲθαι τὴν δριμύτητα, τῇ μὲν δυνάμει καταδεέϲτερον γίγνεται, τὴν κακοχυμίαν δ’ οὐκέτι διαϲῴζει. καθάπερ οὐδ’ ὅταν ἑψήϲῃ τιϲ δίϲ τὰ πράϲα καὶ τὰ κρόμυα.
τὰ δ’ ἀμπελόπραϲα διαφέρει τῶν πράϲων τοϲοῦτον, ὅϲον κὰν τοῖϲ ἄλλοιϲ ἅπαϲι τοῖϲ ὁμογενέϲι τὰ ἄγρια τῶν ἡμέρων. ἀποτίθενται δ’ εἰϲ τοὐπιὸν ἔτοϲ ὅλον ἔνιοι, καθάπερ τὰ κρόμυα, δι’ ὄξουϲ ϲυντιθέντεϲ, οὕτω καὶ τὰ ἀμπελόπραϲα, καὶ γίγνεται πρόϲ τε τὴν ἐδωδὴν ἀμείνω καὶ ἧττον κακόχυμα.