De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
καὶ τρέφει μὲν δηλονότι μᾶλλον ὁ καυλὸϲ οὖτοϲ τῆϲ ὠμῆϲ | ῥαφανῖδοϲ, ὡϲ ἂν ἀποτιθέμενοϲ ἐν τῷ ὕδατι τὴν δριμύτητα, βραχυτάτην δ’ ὅμωϲ καὶ αὐτὸϲ ἔχει τροφήν. ἔνιοι δ’ οὐ μόνον τὸν καυλὸν ἀλλὰ καὶ αὐτὰϲ ἕψοντεϲ ἐϲθίουϲι τὰϲ ῥαφανῖδαϲ ὁμοίωϲ ταῖϲ γογγυλίϲι. θαυμάϲαι δ’ ἔϲτι καὶ τῶν ἰατρῶν καὶ τῶν ἰδιωτῶν ἐκείνουϲ, ὅϲοι μετὰ τὸ δεῖπνον ὠμὰϲ ἐϲθίουϲιν αὐτὰϲ εὐπεψίαϲ ἕνεκεν. αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐϲχηκέναι τούτου φαϲὶ πεῖραν, οἱ μιμηϲάμενοι δ’ αὐτοὺϲ ἅπαντεϲ ἐβλάβηϲαν.
Καὶ τούτων τῶν φυτῶν τὰϲ μὲν ῥίζαϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πλειϲτάκιϲ, ὀλιγάκιϲ δὲ τὸν καυλὸν καὶ τὰ φύλλα. δριμεῖαν δ’ ἱκανῶϲ
ἔχοντα δύναμιν ἀνὰ λόγον αὐτῇ θερμαίνει τε τὸ ϲῶμα καὶ λεπτύνει τοὺϲ ἐν αὐτῷ παχεῖϲ χυμοὺϲ καὶ τέμνει τοὺϲ γλίϲχρουϲ. ἑψηθέντα μέντοι δὶϲ ἢ καὶ τρὶϲ ἀποτίθεται μὲν τὴν δριμύτητα, λεπτύνει δ’ ὅμωϲ ἔτι καὶ τροφὴν βραχυτάτην δίδωϲι τῷ ϲώματι. τέωϲ δ’ οὐδ’ ὅλωϲ ἐδίδου πρὶν ἑψηθῆναι.