De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
διὸ κἂν δίϲεφθοι γενηθῶϲι, τροφιμώτεροι μέν εἰϲιν, ἐναντιοῦνται δ’ ἤδη τοῖϲ ἀναπτύεϲθαι δεομένοιϲ, ὡϲ ἂν ἀποθέμενοι τὸ πικρὸν ἅπαν. ἐϲθίειν δ’ αὐτοὺϲ ἄμεινον τηνικαῦτα δι’ ὄξουϲ ἅμ’ ἐλαίῳ καὶ γάρῳ· καὶ γὰρ ἡδίουϲ οὕτω γε καὶ ἀφυϲότεροι καὶ τροφιμώτεροι καὶ πεφθῆναι ῥᾴουϲ γίγνονται. πλεονάϲαντεϲ δὲ κατὰ τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλωϲ ᾔϲθοντο καὶ ϲπέρμα πλέον ἴϲχοντεϲ καὶ προθυμότεροι γιγνόμενοι πρὸϲ ἀφροδίϲια.
ϲκευάζουϲι δὲ καὶ τούτουϲ οἱ ἄνθρωποι πολυειδῶϲ. οὐ γὰρ μόνον ἑφθούϲ, ὡϲ ἔφην, δι’ ὕδατοϲ, ἀλλὰ καὶ λοπάδαϲ ἐξ αὐτῶν ἠρτυμέναϲ ποικίλωϲ ϲυντιθέαϲιν ἐκ ταγήνου τέ τινεϲ ἄλλοι προϲφέρονται, πολλοὶ δ’ ὀπτῶντεϲ ἐπ’ ἐϲχάραϲ. ἀλλ’ οὔτοι γε τὴν πολλὴν ἕψηϲιν οὐκ ἀναμένουϲιν, ἀρκοῦνται δὲ πάνυ βραχείᾳ. τινὲϲ δ’ οὐδ’ ὅλωϲ προέψουϲι χαίροντεϲ αὐτῶν τῷ πικρῷ τε καὶ αὐϲτηρῷ διαϲῳζομένῳ·