De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἐγὼ δ’ οἴδα διὰ λιμὸν ἀγροίκουϲ τινὰϲ ἑψήϲεϲι τε πλείοϲι καὶ ἀποβρέξεϲιν ἐν ὕδατι γλυκεῖ μόλιϲ αὐτὴν ἐδώδιμον ἐργασαϲένους· ἢ γε μὴν δύναμιϲ καὶ
ταύτηϲ τῆϲ ῥίζηϲ ἐϲτὶν ἐκφρακτική τε καὶ λεπτυντικὴ καθάπερ καὶ ἡ τοῦ δρακοντίου, διὸ καὶ τὸν ἀϲπάραγον αὐτοῦ τοῖϲ ἰκτεριώδεϲι διδόαϲί τινεϲ ὡϲ μέγιϲτον ἴαμα.Ἐκ ταὐτοῦ γένουϲ εἰϲὶ καὶ οἱ βολβοὶ τοῖϲ προειρημένοιϲ. ἐϲθίεται γὰρ αὐτῶν ἡ ῥίζα χωρὶϲ τῶν φύλλων, ἐν ἤρι δέ ποτε καὶ ὁ ἀϲπάραγοϲ. ἔχει δ’ ἐν ἑαυτῷ πικράν τε καὶ αὐϲτηρὰν δύναμιν ἐμφανῆ, δι’ ἃϲ καὶ ϲτόμαχον ἔκλυτον ἐπεγείρει πωϲ εἰϲ ὄρεξιν. οὐκ ἐναντιοῦται δ’ οὐδὲ τοῖϲ ἀναπτύειν τι δεομένοιϲ ἐκ θώρακός τε καὶ πλεύμονοϲ, καίτοι τήν γ’ οὐϲίαν τοῦ ϲώματοϲ παχυτέραν τε καὶ γλιϲχροτέραν ἔχων. ἄλλ’ ἡ πικρότηϲ ἀντιπράττει τῷ πάχει, τέμνειν τὰ γλίϲχρα καὶ παχέα πεφυκυῖα, καθάπερ ἐν τοῖϲ Περὶ φαρμάκων εἴρηται.