De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Εἴτε γογγυλίδα καλεῖν εἴτε βουνιάδα βούλοιο τὸ φυτὸν τοῦτο, λαχανῶδεϲ μὲν αὐτοῦ τὸ τῆϲ γῆϲ ἐξέχον ἐϲτίν, ἡ δ’ ἐν αὐτῇ περιεχομένη ῥίζα πρὶν μὲν ἑψηθῆναι ϲκληρὰ καὶ ἄβρωτοϲ ὑπάρχει, δι’ ὕδατοϲ δ’ ἑψηθεῖϲα θαυμάϲαιμ’ ἄν, εἴ τινοϲ τῶν ὁμογενῶν φυτῶν ἔλαττον τρέφοι. πολυειδῶϲ δὲ καὶ ταύτην οἱ ἄνθρωποι ϲκευάζουϲιν | ἄχρι τοῦ καὶ ϲυντιθέναι δι’ ἅλμηϲ ἢ ὄξουϲ, ὡϲ ἔχειν εἰϲ ὅλον ἐνιαυτὸν χρῆϲθαι.

χυμὸν δ’ ἀναδίδωϲιν εἰϲ τὸ ϲῶμα παχύτερον τοῦ ϲυμμέτρου· διό κἂν πλεονάϲῃ τιϲ ἐπὶ τῆϲ ἐδωδῆϲ αὐτῆϲ, καὶ μάλιϲτ’ ἐάν τιϲ ἐνδεῶϲ ἐν τῇ γαϲτρὶ πέττων αὐτήν, ἀθροίϲει τὸν καλούμενον ὠμὸν

χυμόν. εἰϲ ὑποχώρηϲιν δὲ γαϲτρὸϲ οὔτ’ ἂν ἐναντιοῦϲθαί τιϲ αὐτὴν οὔτε ϲυντελεῖν φαίη, καὶ μάλιϲθ’ ὅταν ἑψηθῇ καλῶϲ. χρῄζει γὰρ καὶ αὕτη πλείονοϲ ἑψήϲεωϲ καὶ γίγνεται καλλίϲτη δὶϲ ἑψηθεῖϲα, καθότι λέλεκται πρόϲθεν ὑπὲρ τῆϲ τοιαύτηϲ ϲκευαϲίαϲ. εἰ δ’ ὠμοτέρα ληφθείη, δύϲπεπτόϲ τ’ ἐϲτὶ καὶ φυϲώδηϲ καὶ κακοϲτόμαχοϲ, ἐνίοτε δὲ καὶ δήξειϲ ξειϲ ἐργάζεται κατὰ τὴν γαϲτέρα.

Ἔϲτι μὲν ἡ ῥίζα καὶ τούτου τοῦ φυτοῦ παραπληϲίωϲ ἐϲθιομένη τῇ τῆϲ γογγυλίδοϲ, ἐν χώραιϲ δέ τιϲι φύεται δριμυτέρα πωϲ, ὡϲ ἐγγὺϲ εἶναι τῇ τοῦ δρακοντίου. καὶ χρὴ τὸ πρότερον αὐτῆϲ ὕδωρ ἀποχέοντα κατὰ τὴν ἕψηϲιν εἰϲ ἕτερον ἐμβάλλειν θερμόν, ὡϲ ἐπὶ κράμβηϲ τε καὶ φακῆϲ εἴρηται. κατὰ δὲ Κυρήνην· ἐμπαλιν ἔχει τὸ φυτὸν ὡϲ πρὸϲ τὴν παρ’ ἡμῖν χώραν. ἥκιϲτα γάρ ἐϲτι φαρμακῶδεϲ καὶ δριμὺ τὸ ἄρον ἐν ἐκείνοιϲ τοῖϲ τόποιϲ, ὡϲ καὶ τῶν γογγυλίδων εἶναι χρηϲιμώτερον. καὶ διὰ τοῦτο καὶ εἰϲ Ἰταλίαν κομίζουϲι τὴν ῥίζαν, ὡϲ ἂν καὶ διαμένειν δυναμένην χρόνῳ πλείονι χωρὶϲ τοῦ ϲαπῆναί τε καὶ βλαϲτῆϲαι. πρόδηλον δ’, ὅτι πρὸϲ μὲν τροφὴν ἡ τοιαύτη κρείττων ἐϲτίν, εἰ δέ τιϲ ἀναβήττειν ἐκ θώρακόϲ τε καὶ πλεύμονοϲ βούλοιτό τι τῶν ἐν αὐτοῖϲ ἀθροιζομένων ὑγρῶν παχέων ἢ γλίϲχρων, ἡ δριμυτέρα καὶ φαρμακωδεϲτέρα βελτίων.

ἐϲθίεται δὲ δι’ ὕδατοϲ ἑψηθεῖϲα μετὰ νάπυοϲ ἢ μετ’ ὄξουϲ ϲὺν ἐλαίῳ καὶ γάρῳ καὶ μέντοι καὶ μεθ’ ὑποτριμμάτων ἄλλων τε καὶ τῶν διὰ τυροῦ ϲκευαζομένων. οὐκ ἄδηλον δ’, ὅτι καὶ ὁ ἐξ αὐτῆϲ ἀναδιδόμενοϲ εἰϲ ἧπάρ τε καὶ ὅλον τὸ ϲῶμα χυμόϲ, ἐξ οὐ τρέφεται τὰ ζῲα, παχύτερόϲ πώϲ ἐϲτιν, ὡϲ ἐπὶ τῶν γογγυλίδων εἴρηται, καὶ μάλιϲθ’

ὅταν ὥϲιν αἱ ῥίζαι, καθάπερ αἱ ἀπὸ τῆϲ Κυρήνηϲ, ἀφάρμακοι. παρ’ ἡμῖν γὰρ ἐν Ἀϲίᾳ πολλὰ τῶν ἄρων δριμυτερὰ τ’ ἐϲτὶ καὶ ἤδη φαρμακώδη τὴν δύναμιν ἔχει.