De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ξηραίνει μὲν οὖν ἀλλήλαιϲ παραπληϲίωϲ φακῆ τε καὶ κράμβη καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποθ’ ὑγρότεροϲ ὢν παρὰ φύϲιν ὁ ϲύμπαϲ ὀφθαλμόϲ. ἀλλ’ ἡ μὲν φακῆ τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι καὶ ταύτην παχεῖάν τε καὶ μελαγχολικήν, ἡ κράμβη δὲ βραχεῖάν τε τροφὴν ἔχει καὶ ταύτην ὑγροτέραν τῆϲ φακῆϲ, ὡϲ ἂν οὐ ϲτερεὸν οὖϲα ϲιτίον, ἀλλὰ λάχανον. | οὐ μὴν εὔχυμόν γ’ ἐϲτὶν ἔδεϲμα κράμβη, καθάπερ ἡ θρῖδαξ, ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυϲώδη τὸν χυλόν. ἐπιφανὲϲ δ’ εἰϲ οὔρηϲιν οὔτ’ ἀγαθὸν οὔτε κακὸν ἐξ αὐτῆς ἀποβαῖνον εἰπεῖν ἔχω.
τοῦτο τὸ λάχανον οἱ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἀϲκοῦντεϲ ὀνομάζειν ἀξιοῦϲι ῥάφανον, ὥϲπερ τοῖϲ πρὸ ἑξακοϲίων ἐτῶν Ἀθηναίοιϲ διαλεγομένων ἡμῶν, ἀλλ’ οὐχὶ τοῖϲ νῦν Ἕλληϲιν, οἷϲ ἅπαϲιν ἔθοϲ ἐϲτὶν ἐπ’ ἄλλου φυτοῦ τὸ τῆϲ ῥαφάνου ὄνομα φέρειν.