De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἡ τροφὴ δ’ ἀπ’ αὐτοῦ βραχεῖα, καθάπερ ἀπὸ τῶν ἄλλων λαχάνων. ἐπιτηδειότερον δ’ ἐϲτὶ μαλάχηϲ εἰϲ τὰϲ κατὰ τὸ ἧπαρ ἐμφράξειϲ. ἔτι δὲ μᾶλλον, ὅταν μετὰ νάπυοϲ ἢ πάντωϲ γε μετ’ ὄξουϲ ἐϲθίηται· καὶ τοῖϲ ὑποπλήνοιϲ δὲ τὸν αὐτὸν τρόπον ἐϲθιόμενον ἀγαθὸν γίγνεται φάρμακον· εἰκότωϲ γὰρ ἄν τιϲ αὐτὸ φάρμακον εἴποι μᾶλλον ἢ τροφήν, ὅταν οὕτωϲ ἐϲθίηται. καὶ τοῖϲ ἀνθρώποιϲ δ’ ὁρῶ ϲχεδὸν ἅπαντα τὰ τοιαῦτα δίκην ὄψων, οὐ τροφῶν ἐϲθιόμενα, καθάπερ ἐνίοτε καὶ πράϲον καὶ γλήχωνα καὶ θύμα καὶ θύμβραν καὶ ὀρίγανον ἔτι τε καὶ κρόμυον καὶ ϲκόροδον καὶ κάρδαμον ὅϲα τ’ ἄλλα τοιαῦτα.
Καὶ ταύτην οἱ πολλοὶ μὲν ὡϲ ὄψον ἐϲθίουϲιν, ἰατροὶ δ’ ὡϲ φαρμάκῳ ξηραίνοντι | χρῶνται. λέλεκται δὲ περὶ αὐτῆϲ ἤδη μέν τινα κὰν
ταῖϲ τῶν φαρμάκων δυνάμεϲι κὰν τῷ πρὸ τοῦδε γράμματι, καὶ νῦν δ’ ἐπὶ κεφαλαίων εἰρήϲεται, τὸν μὲν χυλὸν αὐτῆϲ ἔχειν τι καθαρτικόν, αὐτὸ δὲ τὸ ϲῶμα κατὰ τὸν τοῦ ξηραίνειν λόγον ἐπέχειν μᾶλλον ἢ προτρέπειν εἰϲ ὑποχώρηϲιν. ὅταν μὲν οὖν ἐκκρίνεϲθαι βουλώμεθα τὰ κατὰ τὴν γαϲτέρα, πληϲίον κειμένηϲ τῆϲ κακκάβηϲ, ἐν ἧπερ ἂν ἡψημένη τύχῃ, μετὰ τοῦ ὕδατοϲ ἀναϲπῶνταϲ αὐτὴν εὐθέωϲ ἐμβάλλειν χρὴ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲπερ ἐϲκεύαϲται τοὔλαιον ἅμα τῷ γάρῳ. διαφέρει δ’ οὐδὲν οὐδ’ εἰ δι’ ἁλῶν ἀντὶ γάρου λαμβάνοιτο.