De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
λέγω δ’ οὐκ ἄλλο τι θριδακίνην ἢ ὃ πάντεϲ οἱ νῦν ἄνθρωποι καλοῦϲι θρίδακα, ἐπεί τοι | παρ’ ἡμῖν ἕτερόν τι λάχανον ἄγριον ὀνομάζεται θριδακίνη, πάμπολυ παρά τε τὰϲ ὁδοὺϲ φυόμενον ἐπί τε τοῖϲ ὑψηλοῖϲ τῶν τάφρων ἔτι τε κατὰ τὰϲ καλουμέναϲ λιβάδαϲ καὶ πολλὰϲ τῶν ἀϲπόρων χωρῶν. ἔϲτι δὲ μικρὸν ἐκεῖνο τὸ λάχανον, οἷόνπερ ἡ ἄρτι φυομένη θρῖδαξ ἡ κηπευομένη, καί τι βραχὺ πικρότητοϲ ἐμφαίνει, καὶ μᾶλλον ἔτι κατὰ τὴν αὔξηϲιν, ἐκκαυλῆϲαν δὲ καὶ πάνυ ϲαφῆ τὸν πικρὸν ἔχει χυμόν.
ὅμοιον δέ τι λάχανον ἄγριον τῇ θριδακίνῃ τῇδε καὶ ἣν ὀνομάζουϲι χονδρίλην ἐϲτὶ καὶ θᾶττον εἰϲ καυλὸν ἐξορμᾷ, πικρότητα ϲαφεϲτέραν ἔχον καί τινα γλίϲχρον τε καὶ λευκὸν ὀπόν, οἴόϲπερ ὁ τῶν τιθυμάλλων ἐϲτίν, ἀλλ’ οὐ δριμὺν ὡϲ ἐκεῖνοϲ, ᾧ πρὸϲ ἀνακόλληϲιν ἐνίοτε χρώμεθα τῶν ἐν τοῖϲ βλεφάροιϲ τριχῶν. ταῦτα μὲν οὖν ἄγρια καλεῖται λάχανα πρὸϲ διοριϲμὸν τῶν κηπευομένων, εἴρηται δὲ μικρὸν ἔμπροϲθεν ὑπὲρ αὐτῶν κοινῇ
περὶ δὲ τῆϲ κηπευομένηϲ θριδακίνηϲ τῆϲ ἅπαϲι ϲυνήθωϲ ἐϲθιομένηϲ τε καὶ καλουμένηϲ θρίδακοϲ ἐν κεφαλαίῳ πάλιν ἀναλαβὼν ἐρῶ μνήμηϲ ἕνεκεν. ὡϲ ὑγρὸν μὲν ἔχει καὶ ψυχρὸν τὸν χυλόν, οὐ | μὴν κακόχυμόϲ γ’ ἐϲτί. διὰ τοῦτ’ οὖν οὐδ’ ἀπεπτεῖται τοῖϲ ἄλλοιϲ λαχάνοιϲ ὁμοίωϲ οὐδ’ ἐπέχει τὴν διαχώρηϲιν, ὥϲπερ οὐδὲ προτρέπει. καὶ τοῦτ’ εἰκότωϲ αὐτῇ ϲυμβέβηκε μήτ’ αὐϲτηρὸν ἐχούϲῃ τι μήτε ϲτρυφνόν, ὑφ’ ὧν ἴϲχεται τοὐπίπαν ἡ γαϲτήρ, ὥϲπερ ὑπὸ τῶν ἁλυκῶν τε καὶ δρι
μέων καὶ ὅλωϲ ῥυπτικὸν ἐχόντων τι προτρέπεται πρὸϲ ἔκκριϲιν, ὧν οὐδ’ αὐτῶν ὑπάρχει τι τῇ θριδακίνη.