De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
δῆλον γάρ, ὅτι τὸ τοιοῦτον πάντων ἂν εἴη τῶν ἐδεϲμάτων εὐχυμότατον, εἴ γε πλεῖϲτον μὲν αἷμα, τῶν δ’ ἄλλων χυμῶν οὐδένα γεννᾶν πέφυκεν. εἰ δὲ πλῆθοϲ μὲν ἀθροίζεϲθαι φήϲουϲιν ἐκ τῆϲ θριδακίνηϲ καὶ κατὰ τοῦτο μέμφοιντο, ῥᾷϲτον ἐπανορθώϲαϲθαι τὸ ἔγκλημα, δυναμένων γε δὴ τῶν ἐϲθιόντων αὐτὰϲ διαπονεῖϲθαι μὲν πλείω, προϲφέρεϲθαι δ’ ὀλίγαϲ. ταῦτα μὲν οὐν ἀπόχρη λελέχθαι πρὸϲ τοὺϲ ψέγονταϲ οὐκ ὀρθῶϲ τὸ λάχανον τοῦτο.
γιγνώϲκειν δὲ χρή, πάντων τῶν λαχάνων ὀλίγιϲτόν τε καὶ κακόχυμον αἷμα γεννώντων, ἐκ τῆϲ θριδακίνηϲ οὐ πολὺ μὲν οὐδὲ κακόχυμον, οὐ μὴν εὔχυμόν γε τελέωϲ αἷμα γίγνεϲθαι. ἐϲθίουϲι δ’ αὐτὴν ὡϲ τὰ πολλὰ μὲν ὠμήν· ὅταν δ’ εἰϲ ϲπέρματοϲ γένεϲιν ἐξορμᾶν ὑπάρξη|ται θέρουϲ ὥρᾳ, προεψήϲαντεϲ ἐν ὕδατι γλυκεῖ προϲφέρονται δι’ ἐλαίου καὶ γάρου καὶ ὄξουϲ ἢ διά τινοϲ τῶν ὑποτριμμάτων, καὶ μάλιϲθ’ ὅϲα διὰ τυροῦ ϲκευάζεται. χρῶνται δ’ αὐτῇ καὶ πρὶν εἰϲ καυλὸν ἐξορμῆϲαι πολλοὶ δι’ ὕδατοϲ ἕψοντεϲ, ὥϲπερ κἀγὼ νῦν ἠρξάμην, ἀφ’ οὖ τῶν
ὀδόντων ἔχω φαύλωϲ. εἰδώϲ γάρ τιϲ τῶν ἑταίρων ἐν ἔθει μὲν ὂν ἐκ πολλοῦ μοι τὸ λάχανον, ἐπίπονον δὲ νῦν ἔχον τὴν μάϲηϲιν, εἰϲηγήϲατο τὴν ἕψηϲιν. ἐχρώμην δὲ θριδακίναιϲ ἐν νεότητι μὲν ἐκχολουμένηϲ μοι ϲυνεχῶϲ τῆϲ ἄνω γαϲτρὸϲ m ἕνεκεν, ὁπότε δ’ εἰϲ τὴν καθεϲτη
κυῖαν ἡλικίαν ἦλθον, ἄκοϲ ἦν μοι μόνον τὸ λάχανον τοῦτο τῆϲ ἀγρυπνίαϲ, ἔμπαλιν ἢ ὡϲ ὅτε μειράκιον ἦν ἐϲπουδακότι περὶ τὸν ὕπνον. εἰθιϲμένοϲ τε γὰρ ἑκουϲίωϲ ἀγρυπνεῖν ἐπὶ νεότητοϲ ἅμα τε καὶ τῆϲ τῶν παρακμαζόντων ἡλικίαϲ ἀγρυπνητικῆϲ οὔϲηϲ, ἀκουϲίωϲ ἀγρυπνῶν ἐδυϲφόρουν, καί μοι μόνον ἀλεξιφάρμακον ἀγρυπνίαϲ ἦν ἐϲπέραϲ ἐϲθιομένη θριδακίνῃ