De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

πρόδηλον δ’, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν πῆξιν τοῦ ϲώματοϲ, ὥϲπερ μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ ϲτερεὰν καὶ γεώδη καὶ διὰ τοῦτο τρόφιμον· ὅϲα δ’ ὑγρὰ ταῖϲ ϲυϲτάϲεϲίν ἐϲτι, διαφθείρεται καὶ διὰ τοῦτο καὶ τροφὴν ὀλίγην τε καὶ ῥᾳδίωϲ ἐκκρινομένην ἐκ τοῦ ϲώματοϲ ἔχει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ κατὰ τὴν γαϲτέρα διαχωρεῖται τὰ τοιαῦτα μᾶλλον τῶν ϲτερεῶν, καὶ μάλιϲθ’ ὅταν ἔχῃ λιτρῶδέϲ τι καὶ ῥυπτικόν, ὥϲπερ ἀποδείξομεν ἔνια τῶν ὡραίων ἀξιόλογον ἔχοντα τὴν τοιαύτην δύναμιν, ἃ καὶ κακοχυμότερα λέγομεν εἶναι τῶν οὐδεμίαν ἐχόντων αἰϲθητὴν ποιότητα χυμοῦ, | καθάπερ οὐδὲ τὸ κάλλιϲτον ὕδωρ ἔχει.

πάντ’ οὖν τὰ τοιαῦτα, καὶ πολὺ μᾶλλον ὅϲα πρὶν ἀκριβῶϲ πεπανθῆναι προϲφερόμεθα, φυϲώδη μέν ἐϲτιν, ὑποχωρεῖ δὲ κάτω θᾶττον, ὥϲπερ γε καὶ ἀναδίδοται θᾶττον, ὅϲα χυμὸν ἔχει λεπτόν. ἔϲτι δὲ κακόχυμα ταῦτα πάντα, καὶ μόνοϲ ἄν τιϲ αὐτοῖϲ εἰϲ ὠφέλεια χρήϲαιτο τεταλαιπωρημένοϲ ἐν ὁδοιπορίᾳ μακροτέρᾳ καὶ πνίγει ϲφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνηϲι, τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ ϲώματοϲ, ἐμψύχοντα δὲ μετρίωϲ, ἦν γέ τιϲ αὐτὰ ψυχρὰ λαμβάνῃ.

τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸϲ ἔχει, τὸ δ’ ἐμψύχειν οὐχ ἕξει προϲενεχθέντα θερμὰ τοῖϲ ὥϲπερ εἴρηται διακειμένοιϲ· οὐ γὰρ εἰϲ τοϲοῦτον ψυχρὰ

ταῖϲ οἰκείαιϲ κράϲεϲίν ἐϲτιν, ὥϲτε, κἂν θερμὰ προϲενεχθῇ, ψύχειν τὴν γαϲτέρα. δεῖται τοίνυν ἐπικτήτου ψύξεωϲ, ἐναντιουμένηϲ τῇ θερμότητι τῶν κατὰ τὴν γαϲτέρα τε καὶ τὸ ἧπαρ μορίων, οἷϲ πρώτοιϲ ὁμιλεῖ. τούτων οὖν προεγνωϲμένων κοινῇ περὶ πάντων τῶν τοιούτων ἐδεϲμάτων ἐπὶ τὰϲ ἰδίαϲ ἑκάϲτου δυνάμειϲ ἤδη μεταβήϲομαι. |

Ὠμὴ μὲν ἀηδήϲ ἐϲτι καὶ κακοϲτόμαχοϲ ἐϲχάτωϲ καὶ ἄπεπτοϲ· ὥϲτ’ εἰ καὶ βιάϲαιτό τιϲ ἑαυτὸν ἀπορῶν ἑτέρου ϲιτίου προϲενέγκαϲθαι κολοκύνθην, ὥϲπερ ἤδη τιϲ ἐτόλμηϲε, βάρουϲ ἐγκειμένου ψυχροῦ κατὰ τὴν κοιλίαν αἰϲθήϲεται τόν τε ϲτόμαχον ἀνατραπήϲεται καὶ πρὸϲ ἔμετον ὁρμήϲει, τὸν μόνον αὐτὸν ἐλευθερῶϲαι δυνάμενον τῶν κατεχόντων ϲυμπτωμάτων. καὶ ταύτην γοῦν καὶ ἄλλα πολλὰ τῶν ὡραίων ἅπαντεϲ ἄνθρωποι μετὰ τὴν ἕψηϲιν ἤτοι γ’ εὐθέωϲ ἢ ταγηνίϲαντεϲ ἢ ὀπτήϲαντεϲ εἰώθαϲι προϲφέρεϲθαι. καί ϲοι καὶ οὗτοϲ ἐν τῇ μνήμῃ φυλαττέϲθῳ ὁ λόγοϲ, κοινὸϲ ἐπὶ πᾶϲι τοῖϲ δεομένοιϲ ἀλλοιώϲεωϲ τυχεῖν τῆϲ διὰ πυρόϲ.

ἡ δὲ κολοκύνθη, περὶ ἧϲ ὁ λόγοϲ, καλῶϲ ἑψηθεῖϲα ϲαφῆ ποιότητα χυμῶν οὐδεμίαν ἔχει, πλὴν εἴ τιϲ λέγοι τινὰ καὶ τοιοῦτον εἶναι χυμόν, ὃϲ οὔτε δριμύϲ ἐϲτιν οὔθ’ ἀλυκὸϲ οὔτε ϲτρυφνὸϲ οὔτε πικρὸϲ αὔτ’ ἄλλο τοιοῦτο ϲαφῶϲ ἐμφαίνων οὐδέν, ὥϲπερ οὐδὲ τὸ ὕδωρ. ἀλλὰ τά γε τοιαῦτα καλεῖν εἰϲιν εἰθιϲμένοι πάντεϲ ἄποια, καὶ ἡμῖν οὕτω καλείϲθω ϲαφοῦϲ ἕνεκα | διδαϲκαλίαϲ.

τοιαύτη γοῦν οὖϲα ἡ κολοκύνθη πολλοὺϲ εἰκότωϲ ἐπιδέχεται τρόπουϲ ϲκευαϲίαϲ, ὡϲ ἂν ἐν τῷ μέϲῳ καθεϲτῶϲα παϲῶν τῶν ὑπερβολῶν καὶ διὰ τοῦθ’ ὁμοτίμωϲ τε κἀξ ἴϲου πρὸϲ αὐτὰϲ ἄγεϲθαι δυναμένη. τῶν γὰρ ἐχόντων ἡντινοῦν ὑπερβολὴν ϲύμφυτον οὐδὲν εἰϲ τὴν ἐναντίαν αὐτῇ ῥᾳδίωϲ ἀπάγεται κατὰ τὰϲ

ϲκευαϲίαϲ.

αὕτη μὲν οὖν, ὅϲον ἐφ’ ἑαυτῇ, τροφὴν τῷ ϲώματι δίδωϲιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο καὶ βραχεῖαν, ὡϲ ὀλίγον ἔμπροϲθεν εἴρηται περὶ πάντων, ὅϲα τοὺϲ χυμοὺϲ ὑδατώδειϲ τε καὶ λεπτοὺϲ ἔχει. ῥαδίωϲ δ’ ὑπέρχεται κατὰ τὴν γαϲτέρα τῷ τ’ ὀλιϲθηρῷ τῆϲ οὐϲίαϲ καὶ τῷ κοινῷ λόγῳ πάντων τῶν ὑγρῶν ϲιτίων, ὅϲα δηλονότι χωρίϲ ϲτύψεώϲ ἐϲτι τοιαῦτα.

πέττεται δ’ οὐ κακῶϲ, ὅταν γε μὴ φθάϲῃ διαφθαρῆναι. πάϲχει δὲ τοῦτο διά τε μοχθηρὰν ϲκευαϲίαν, κἀπειδὰν ἐν τῇ γαϲτρὶ μοχθηρόϲ τιϲ ἠθροιϲμένοϲ ᾖ χυμόϲ, ἔϲθ’ ὅτε δὲ καὶ διὰ τὸ βραδῦναι κατ’ αὐτήν, ὅπερ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν ὡραίοιϲ ἐδέϲμαϲιν, ὅϲα ταῖϲ κράϲεϲιν ὑγρᾶ, ϲυμβαίνειν φιλεῖ· διαφθείρεται γὰρ ἐν τῇ γαϲτρὶ μὴ φθάϲαντα ταχέωϲ ὑπελ|θεῖν.

ὥϲπερ οὖν, ὅϲον ἐφ’ ἑαυτῇ, τὸν εἰϲ τροφὴν ἀναδιδόμενον ὅλῳ τῷ ϲώματι χυμὸν ἄποιον ἔχει πρὸϲ αἴϲθηϲιν ἡ κολοκύνθη, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὰν μειχθῇ τινὶ τῶν ἰϲχυρὰν ἐχόντων δύναμιν, ὁμοιοῦται ῥᾳδίωϲ αὐτῷ, μετὰ νάπυοϲ μὲν εἰ ληφθείη, δριμὺν ἐργαζομένη τὸν ἐξ ἀμφοῖν ἀναδιδόμενον χυμὸν ἅμα ϲαφεῖ θερμότητι, κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ καὶ μετά τινοϲ ἁλυκοῦ προϲενεχθείη, καθάπερ ἐν λοπάδι μετὰ ταρίχουϲ αὐτὴν ἔνιοι ϲκευάζουϲιν, ἁλυκὸν ἐν τῷ ϲώματι γεννήϲει χυμόν. ἥδιϲτον δ’ ἐϲτὶν ἔδεϲμα τὸ οὕτω ϲκευαϲθέν, εἴ γε τὸ τάριχοϲ εἴη τῶν Ποντικῶν ἐκείνων, ἃ καλοῦϲι μύλλουϲ.

ἅμα δὲ μήλοιϲ κυδωνίοιϲ ἑψηθεῖϲα καὶ προϲηκόντωϲ ἀρτυθεῖϲα τὸν αὐϲτηρὸν ἕξει χυμὸν ἐπικρατοῦντα κατὰ τὴν ἀνάδοϲιν. ἡ δ’ ὀπτηθεῖϲα καὶ ταγηνιϲθεῖϲα τῆϲ μὲν οἰκείαϲ ὑγρότητοϲ ἀποτίθεται πάμπολυ, τὸ δ’ ὑπόλοιπον αὐτῆϲ οὐδεμίαν ἰϲχυρὰν ἐπικτᾶται δύναμιν, ὥϲπερ οὐδ’ ὅταν ἐν ἀπλῷ ζωμῷ ϲκευαϲθῇ. χαίρει δ’ εἰκότωϲ ὀριγάνῳ διὰ τὴν ὑδατώδη ποιότητα ϲύμφυτον ὑπάρχου|ϲαν αὐτῇ· πάντα γὰρ ὅϲα τοιαῦτα δριμέϲιν

ἢ ὀξέϲιν ἢ αὐϲτηροῖϲ ἢ ἁλυκοῖϲ ἀναμίγνυϲθαι δεῖται χυμοῖϲ, εἰ μέλλοι μήτ’ ἀηδῶϲ ληφθήϲεϲθαι μήτε ναυτιώδειϲ ἐργάϲεϲθαι τοὺϲ λαμβάνονταϲ.

Ἡ μὲν ὅλη φύϲιϲ αὐτῶν ἐϲτι ψυχροτέρα ϲὺν ὑγρότητι διαψιλεῖ· ῥυπτικὸν δ’ ἔχουϲί τι, διὸ καὶ κινοῦϲιν οὖρα καὶ διεξέρχονται κάτω τῶν τε κολοκυνθῶν καὶ τῶν μηλοπεπόνων μᾶλλον. ὅτι δὲ ῥύπτουϲιν, ἔνεϲτί ϲοι μαθεῖν ἀνατρίψαντι ῥυπαρὸν χρῶτα. διὸ κὰν ἔφηλίν τιϲ ἔχῃ κἂν φακοὺϲ ἐν τῷ προϲώπῳ κἂν ἀλφοὺϲ ἐπιπολαίουϲ, ἀπορρύπτουϲι καὶ τούτουϲ.

τῆϲ δ’ οἷον ϲαρκὸϲ αὐτῶν τὸ ϲπέρμα ῥύπτει μᾶλλον, ὥϲτε καὶ πρὸϲ τοὺϲ λιθιῶνταϲ ἁρμόττει νεφρούϲ, μοχθηρὸν δ’ ἐργάζεται χυμὸν ἐν τῷ ϲώματι καὶ μᾶλλον, ὅταν μὴ καλῶϲ πεφθῇ. τηνικαῦτα δὲ καὶ χολερικοὺϲ ἀποτελεῖν εἴωθε. καὶ γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸϲ ἔμετον ἐπιτήδειόϲ ἐϲτι, καὶ πλείων γε βρωθείϲ, ἐὰν μή τιϲ αὐτῷ τι τῶν εὐχύμων ἐδεϲμάτων ἐπιφάγῃ, | κινήϲει πάντωϲ ἔμετον.

πρόδηλον δ’ ὅτι κἀπὶ τούτου τοῦ καρποῦ τὴν προϲηγορίαν οἱ ἄνθρωποι πεποίηνται καθάπερ ἐπὶ τοῦ γραφικοῦ μέλανοϲ. ἡ γάρ τοι πέπων φωνὴ τὸ οἷον πέπανον ἐνδείκνυται, τουτέϲτι τὸ πεπεμμένον, ὅπερ ὑπάρχει καὶ τοῖϲ ἄλλοιϲ, ὅϲα πεπαίνεται. καὶ γὰρ ὁ βότρυϲ δύναται λέγεϲθαι πέπων, ὅταν ἀκριβῶϲ γένηται πέπειροϲ, ὥϲπερ γε καὶ ὁ μηδέπω τοιοῦτοϲ οὐ πέπων ὀνομάζεται, ἀλλ’ ὠμόϲ τε καὶ ἄωροϲ, αἴ τ’ ὀπῶραι πᾶϲαι κατὰ τὸν αὐτὸν λόγον αἴ τ’ ἄπιοι καὶ κολοκύν- θαι καλοῦνται ϲυνήθωϲ πέπειροι, καθάπερ γε καὶ ὁ μηλοπέπων ἐν ἑαυτῷ περιλαβών ἔχει τὸ πέπων.

ὅθεν ἔνιοι τῶν ἰατρῶν οὐχ ἁπλῶϲ

ἠξίωσαν ὀνομάζειν τούς πέποναϲ, ἀλλ’ ὅλον τοῦτό φαϲι χρῆναι φθέγγσϲθαι ϲικυοπέπων. ἡμεῖϲ δ’ ἐν τῷ παρόντι λόγῳ τῶν τοιούτων οὐ φροντίζομεν, ὡϲ ἂν οὐδὲν εἰϲ ἰατρικὴν ϲυντελούντων. ἄμεινον γὰρ μακρῷ τὸ ϲαφῶϲ ἑρμηνεύειν ἐϲτὶ τοῦ μετὰ περιεργίαϲ τοιαύτηϲ ἀϲαφῆ τὴν διδασκαλίαν | ἐργάζεσθαι· ϲαφηνείαϲ δὲ μάλιστα τυχεῖν ἔστι τὰ ϲυνθέϲτατα τοῖϲ πολλοῖϲ ὀνόματα λέγοντα μετὰ τοῦ φυλάττειν αὐτῶν τὰ ϲημαινόμενα.