De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ὁ τῶν κυνοϲβάτων καρπὸϲ μικρῷ ϲτυπτικώτερόϲ ἐϲτι τοῦ τῶν βάτων καὶ διὰ τοῦτο καὶ τῆϲ γαϲτρὸϲ ἐφεκτικώτεροϲ. | ἐϲθίουϲι δ’ οὖν αὐτὸν οἱ ἄγροικοι πολλάκιϲ ὀλίγην τροφὴν διδόντα τῷ ϲώματι καὶ καλοῦϲι κυνόϲβατον.
Τὸν τῆϲ ἀρκεύθου καρπὸν ἀρκευθίδαϲ ὀνομάζουϲι, δριμὺν ἱκανῶϲ ὄντα μετὰ βραχείαϲ γλυκύτητοϲ ἔτι τε βραχυτέραϲ ϲτύψεωϲ· ἔχει δέ τι καὶ ἀρωματίζον, εὔδηλον οὖν, ὅτι θερμαίνει μὲν καὶ διὰ τὴν δριμύτητα (πᾶν γὰρ ἐδείχθη τὸ δριμὺ θερμαῖνον), οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὴν ὀϲμὴν καὶ γεῦϲιν ἀρωματιζούϲαϲ· πᾶν γὰρ ἄρωμα θερμόν. ἐκκαθαίρει δὲ καὶ τὰ καθ’ ἧπάρ τε καὶ νεφροὺϲ καὶ δῆλον ὅτι λεπτύνει τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμούϲ· καὶ διὰ τοῦτο τοῖϲ ὑγιεινοῖϲ φαρμάκοιϲ μίγνυται.
τροφὴ δ’ ἐξ αὐτοῦ βραχεῖα τῷ τῶν ἀνθρώπων ϲώματι προϲτίθεται. πολλὰϲ δ’ εἴ τιϲ αὐτὰϲ προϲενέγκοιτο, δάκνουϲί τε τὸν ϲτόμαχον καὶ τὴν κεφαλὴν θερμαίνουϲι καὶ κατὰ τοῦτο καὶ πληροῦϲιν ἐνίοτε καὶ ὀδυνώδη ποιοῦϲι. διαχώρηϲιν δὲ κατὰ τὴν κοιλίαν οὔτ’ ἐπέχουσιν οὔτε προτρέπουϲιν, οὖρα μέντοι κινοῦϲι μετρίωϲ.
Κεδρίδαϲ ὀνομάζουϲι τὸν τῆϲ κέδρου καρπόν, ὁμοίαϲ μὲν οὔϲαϲ ταῖϲ ἀρκευθίϲι κατά τε χρόαν καὶ ϲχῆμα (καὶ γὰρ ὑπόξανθοι καὶ ϲτρογγύλαι), διαφερούϲαϲ δὲ τῇ δριμύτητι. κινδυνεύει γὰρ ἤδη τοῦ γένουϲ τῶν φαρμάκων ὁ καρπὸϲ οὗτοϲ ὑπάρχειν, οὐδεμίαν τροφὴν διδοὺϲ τῷ ϲώματι, πλὴν εἴ τιϲ αὐτὰϲ προαποβρέξειεν ὕδατι. κοινὸν γὰρ τοῦτο πάντων τῶν δριμέων, ὥϲτε βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι, τῆϲ δριμύτητοϲ αὐτῶν ἐκλυθείϲηϲ.
καὶ μέντοι καὶ ϲκληρότερόϲ τε καὶ ξηρότερόϲ ἐϲτιν ὁ τῶν κέδρων καρπὸϲ τοῦ τῶν ἀρκεύθων, ὥϲπερ ἀμέλει καὶ μικρότεροϲ, οὐδὲ τὸ ἀρωματίζον ὁμοίωϲ ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδηϲ τ’ ἐϲτὶν ἱκανῶϲ τοῦ ϲτομάχου καὶ κεφαλαλγήϲ, εἰ μὴ πάνυ τιϲ ὀλίγον αὐτοῦ προϲενέγκοιτο.
Εὔχυμοϲ καὶ παχύχυμοϲ καὶ τρόφιμόϲ ἐϲτιν ὁ τῶν κώνων καρπόϲ, οὐ μὴν εὔπεπτοϲ. καλοῦϲι δ’ οἱ νῦν Ἕλληνεϲ οὐ κώνουϲ, ἀλλὰ ϲτροβίλουϲ αὐτούϲ.
Μύρτα καλοῦϲι τὸν καρπὸν τοῦτον οἱ Ἕλληνεϲ, ὁμοίωϲ μὲν ἄτροφον ὄντα τῷ τῶν ἀρκεύθων, ἐναντίαν δὲ δύναμιν ἔχοντα. ϲτύφει γὰρ ἱκανῶϲ, καὶ διὰ τοῦτο καὶ τὴν κοιλίαν ἐπέχει. οὐ μὴν ἀνάλογόν γε τῇ ϲτύψει ψυχρόϲ ἐϲτι τὴν δύναμιν, ὅτι μηδὲ μόνην ἔχει τὴν ϲτῦψιν, ἀλλά τι καὶ δριμύτητοϲ αὐτῇ μέμικται. κοινὸν δὲ πᾶϲιν ἐδέϲμαϲιν, ὅϲα φαρμακώδη τιν’ ἔχει ποιότητα ϲφοδράν, ὅταν ἀπόθηται ταύτην ἑψήϲεϲιν ἢ ὀπτήϲεϲιν ἢ τέγξεϲιν, ὀλίγην τροφὴν διδόναι τῷ ϲώματι, πρότερον οὐδ’ ὅλωϲ διδόντα· ταὐτὸν γὰρ τοῦτο καὶ κρομύοιϲ καὶ πράϲοιϲ ϲυμβέβηκεν.
Εἴτε μῆλα καλεῖν ἐθέλειϲ περϲικὰ τὸν καρπὸν τοῦτον, εἴθ’ ἁπλῶϲ περϲικὰ τοῖϲ νῦν Ἕλληϲιν ὡϲαύτωϲ, εἴτ’ ἄλλο τι βούλει παλαιὸν ὄνομα ζητεῖν ἐπ’ αὐτοῖϲ, ἔξεϲτί ϲοι τοῦτο πράττειν ἐπὶ πολλῆϲ ϲχολῆϲ. ἤδη δ’ ἴϲθι τὸ τῶν ὀνομάτων χρηϲιμώτερον, ὡϲ καὶ τούτων ὁ χυλόϲ τε καὶ ἡ οἷον ϲὰρξ εὔφθαρτόϲ τ’ ἐϲτὶ | καὶ πάντῃ μοχθηρά.
ὥϲτ’ οὐ χρή, καθάπερ ἔνιοι, τελευταῖα τῆϲ ἄλληϲ τροφῆϲ αὐτὰ προϲφέρεϲθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆϲθαι δὲ χρὴ τοῦδε κοινοῦ πάντων ὄντοϲ, ὡϲ τὰ κακόχυμα μέν, ὑγρὰ δὲ καὶ ὀλιϲθηρὰ καὶ ῥᾳδίωϲ ὑπιέναι
δυνάμενα διὰ τοῦτ’ ἐϲθίειν δεῖ πρότερα τῶν ἄλλων· οὕτω γὰρ αὐτὰ τε ταχέωϲ ὑπέρχεται κἀκείνοιϲ ποδηγεῖ· τὰ δ’ ὕϲτατα ληφθέντα ϲυνδιαφθείρει καὶ τἄλλα.Ἐν τῷ τῶν περϲικῶν γένει καὶ ταῦτ’ ἐϲτὶ διαφοράν τιν’ αὐτῶν ἔχοντα πρὸϲ τὸ βέλτιον· οὔτε γὰρ ὁμοίωϲ διαφθείρεται κατὰ τὴν κοιλίαν οὔτ’ ὀξύνεται. φαίνεται δὲ τοῖϲ πολλοῖϲ ἡδίω καὶ διὰ τοῦτο καὶ εὐϲτομαχώτερα· τοῖϲ γὰρ τἄλλα μὲν ὁμοίοιϲ, ἡδέϲι δὲ τοῦθ’ ὑπάρχει πᾶϲιν, ὥϲπερ τοῖϲ ἀηδέϲιν ὑπτιάζειν τε καὶ ἀνατρέπειν τὴν γαϲτέρα καὶ πρὸϲ ἔμετον ἐρεθίζειν ὀρεγομένην ὅτι τάχιϲτα τὸ λυποῦν ἀπορρῖψαι. καὶ τοίνυν καὶ ποιεῖ τοῦτο κατὰ τὴν ῥοπὴν τῶν λυπούντων. ὅϲα μὲν γὰρ κάτω ῥέπει, ταύτῃ διωθεῖται, τὰ δ’ ἐπιπολάζοντα δι’ ἐμέτων ἐκβάλλει, ταὐτὸν τοῦτο κἀπὶ τῶν ἐξ ὅλου τοῦ ϲώματοϲ εἰϲ αὐτὴν καταρρεόντων μοχθηρῶν χυμῶν ἐργαζομένη. καὶ γὰρ καὶ τούτων ὅϲοι μὲν εἰϲ τὴν ἄνω κοιλίαν ϲυρρέουϲιν, ἐκκενοῦνται δι’ ἐμέτων, ὅϲοι δ’ εἰϲ τὴν κάτω, διάρροιαν ἐργάζονται.
τροφὴ δ’ ὅτι βραχεῖα τοῖϲ τοιούτοιϲ καρποῖϲ ἅπαϲιν ὑπάρχει, λέλεκται πρόϲθεν. ἔϲτι μὲν οὖν ἀμείνω τὰ πραικόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅϲοι δὲ φεύγουϲι τὴν τῶν πραικοκκίων προϲηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦϲιν ἀμφότερα, τινὲϲ δ’ Ἀρμένια διὰ τεττάρων ϲυλλαβῶν, οὐ πέντε.
Ἔϲτι μὲν οὐχ ἓν αὐτῶν γένοϲ ὥϲπερ οὐδὲ τῶν ἀπίων τε καὶ ῥοῶν· ἔνια μὲν γὰρ αὐϲτηρὸν ἔχει χυμόν, ἔνια δ’ ὀξὺν ἢ γλυκύν, ἔϲτι δ’ ἃ καὶ μικτὸν ἐκ τούτων, ὡϲ ἅμα τε γλυκέα φαίνεϲθαι καὶ ϲτύφοντα,
καί τινα ἕτερα μετὰ γλυκύτητοϲ ὀξέα ϲαφῶϲ φαίνεται καὶ πρὸϲ τούτοιϲ ἄλλα ϲτρυφνὰ μετ’ ὀξύτητοϲ. εὕροιϲ δ’ ἄν ποτε καὶ τῶν τριῶν χυμῶν ἔνια μετέχοντα ϲαφῶϲ, ὡϲ ὀξέα τε φαίνεϲθαι καὶ γλυκέα καί τι καὶ ϲτρυφνότητοϲ ἔχειν.ὅτι δὲ μίαν | ἑρμηνεύει ποιότητα χυμοῦ τὰ τρία ταῦτ’ ὀνόματα, τὸ ϲτῦφον καὶ αὐϲτηρὸν καὶ ϲτρυφνόν, πρόδηλον· ὅτι δὲ τὰ μὲν ϲτρυφνὰ τῷ μᾶλλον ϲτύφειν διαφέρει τῶν αὐϲτηρῶν, κοινὸν δ’ αὐτῶν γένοϲ ἐϲτὶ τὸ ϲτῦφον, ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἔμαθεϲ, ἐν ᾧ περὶ τῆϲ τῶν χυμῶν οὐϲίαϲ τε καὶ δυνάμεωϲ ὁ λόγοϲ ἐϲτίν. ἀναμνηϲθεὶϲ οὖν ἐκείνων, ὅϲα μὲν ϲτύφει μῆλα, ψυχρὸν ἔχειν ἴϲθι καὶ γεώδη χυμόν· ὅϲα δ’ ὀξέα φαίνεται, ψυχρὸν μὲν ἀλλὰ λεπτομερῆ· μέϲηϲ δ’ εἶναι· κράϲεωϲ τὰ γλυκέα πρὸϲ τὸ θερμότερον ῥέποντα, καθάπερ τὰ τελέωϲ ἄποια καὶ οἷον ὑδατώδη πρὸϲ τὸ ψυχρότερον ἐγκεκλιμένα.
χρήϲῃ τοιγαροῦν αὐτοῖϲ κατὰ τὰϲ τῶν ἐπικρατούντων χυμῶν δυνάμειϲ, τοῖϲ μὲν αὐϲτηροῖϲ μήλοιϲ, ὅταν ἤτοι διὰ δυϲκραϲίαν θερμὴν ἢ ὑγρότητα πολλὴν ἄτονοϲ ἡ γαϲτὴρ ὑπάρχῃ, τοῖϲ ϲτρυφνοῖϲ δ’, ὅταν ἱκανῶϲ αὐξηθῇ ταῦτα, τοῖϲ δ’ ὀξέϲιν, ὅταν ὑπολάβῃϲ ἐν αὐτῇ παχὺν ἡθροῖϲθαι χυμὸν οὐ πάνυ τι ψυχρόν. ὡϲ ὅ γε ψυχρὸϲ οὐ τῶν ὀξέων, ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχοϲ χυμῶν | τά τ’ ὀξέα καὶ τὰ δριμέα, διαφέρει δὲ τῷ τὰ μὲν μετὰ ψύξεωϲ, τὰ δὲ μετὰ θερμαϲίαϲ τοῦτο δρᾶν.