De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ὁ τῶν κυνοϲβάτων καρπὸϲ μικρῷ ϲτυπτικώτερόϲ ἐϲτι τοῦ τῶν βάτων καὶ διὰ τοῦτο καὶ τῆϲ γαϲτρὸϲ ἐφεκτικώτεροϲ. | ἐϲθίουϲι δ’ οὖν αὐτὸν οἱ ἄγροικοι πολλάκιϲ ὀλίγην τροφὴν διδόντα τῷ ϲώματι καὶ καλοῦϲι κυνόϲβατον.
Τὸν τῆϲ ἀρκεύθου καρπὸν ἀρκευθίδαϲ ὀνομάζουϲι, δριμὺν ἱκανῶϲ ὄντα μετὰ βραχείαϲ γλυκύτητοϲ ἔτι τε βραχυτέραϲ ϲτύψεωϲ· ἔχει δέ τι καὶ ἀρωματίζον, εὔδηλον οὖν, ὅτι θερμαίνει μὲν καὶ διὰ τὴν δριμύτητα (πᾶν γὰρ ἐδείχθη τὸ δριμὺ θερμαῖνον), οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὴν ὀϲμὴν καὶ γεῦϲιν ἀρωματιζούϲαϲ· πᾶν γὰρ ἄρωμα θερμόν. ἐκκαθαίρει δὲ καὶ τὰ καθ’ ἧπάρ τε καὶ νεφροὺϲ καὶ δῆλον ὅτι λεπτύνει τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμούϲ· καὶ διὰ τοῦτο τοῖϲ ὑγιεινοῖϲ φαρμάκοιϲ μίγνυται.
τροφὴ δ’ ἐξ αὐτοῦ βραχεῖα τῷ τῶν ἀνθρώπων ϲώματι προϲτίθεται. πολλὰϲ δ’ εἴ τιϲ αὐτὰϲ προϲενέγκοιτο, δάκνουϲί τε τὸν ϲτόμαχον καὶ τὴν κεφαλὴν θερμαίνουϲι καὶ κατὰ τοῦτο καὶ πληροῦϲιν ἐνίοτε καὶ ὀδυνώδη ποιοῦϲι. διαχώρηϲιν δὲ κατὰ τὴν κοιλίαν οὔτ’ ἐπέχουσιν οὔτε προτρέπουϲιν, οὖρα μέντοι κινοῦϲι μετρίωϲ.
Κεδρίδαϲ ὀνομάζουϲι τὸν τῆϲ κέδρου καρπόν, ὁμοίαϲ μὲν οὔϲαϲ ταῖϲ ἀρκευθίϲι κατά τε χρόαν καὶ ϲχῆμα (καὶ γὰρ ὑπόξανθοι καὶ ϲτρογγύλαι), διαφερούϲαϲ δὲ τῇ δριμύτητι. κινδυνεύει γὰρ ἤδη τοῦ γένουϲ τῶν φαρμάκων ὁ καρπὸϲ οὗτοϲ ὑπάρχειν, οὐδεμίαν τροφὴν διδοὺϲ τῷ ϲώματι, πλὴν εἴ τιϲ αὐτὰϲ προαποβρέξειεν ὕδατι. κοινὸν γὰρ τοῦτο πάντων τῶν δριμέων, ὥϲτε βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι, τῆϲ δριμύτητοϲ αὐτῶν ἐκλυθείϲηϲ.
καὶ μέντοι καὶ ϲκληρότερόϲ τε καὶ ξηρότερόϲ ἐϲτιν ὁ τῶν κέδρων καρπὸϲ τοῦ τῶν ἀρκεύθων, ὥϲπερ ἀμέλει καὶ μικρότεροϲ, οὐδὲ τὸ ἀρωματίζον ὁμοίωϲ ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδηϲ τ’ ἐϲτὶν ἱκανῶϲ τοῦ ϲτομάχου καὶ κεφαλαλγήϲ, εἰ μὴ πάνυ τιϲ ὀλίγον αὐτοῦ προϲενέγκοιτο.