De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἀλλ’ οὐ πρόκειται νῦν ἡμῖν περὶ φαρμάκων δυνάμεωϲ διεξέρχεϲθαι. πάλιν οὖν ὅϲα τοῖϲ ϲυκαμίνοιϲ ὡϲ τροφῇ δρᾶν ὑπάρχει λέγωμεν. ὅτι μὲν ὑπέρχεται ῥᾳδίωϲ, εἴρηται, τάχα μὲν τῷ τῆϲ οὐϲίαϲ ὑγρῷ τε καὶ ὀλιϲθηρῷ μόνῳ, τάχα δὲ καί τινοϲ ἐπιμιξίᾳ ποιότητοϲ δριμυτέραϲ ἐρεθίζειν εἰϲ ἔκκριϲιν | ἱκανῆϲ, ὡϲ ἥ γε ϲτύφουϲα ποιότηϲ οὐ μόνον οὐδὲν ὀνίνηϲιν εἰϲ ὑποχώρηϲιν, ἀλλὰ καὶ ϲτεγνοῦν πέφυκεν. ὅτι δ’ ἐναντίων δυνάμεων οὐκ ὀλίγα μετέϲχηκε ϲώματα, μεμάθηκαϲ ἐν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήμαϲι.
τεκμαίρομαι τοίνυν τὰ μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖϲ τοιαύτην βραχεῖαν, ὁποία τοῖϲ καθαρτικοῖϲ ὑπάρχει μεγάλη, δι’ ἣν οὐ μόνον ὑποχωρεῖ ῥᾳδίωϲ, ἀλλὰ καὶ διαφθείρεται χρονίϲαντα κατὰ τὴν γαϲτέρα. μὴ διαφθαρέντα δ’, ὡϲ ἔφην, ὑγραίνει μὲν πάντωϲ, ψύχει δ’ οὐ πάντωϲ, εἰ μὴ ψυχρὰ
ληφθείη. τροφὴν δ’ ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι παραπληϲίωϲ τοῖϲ πέποϲιν, οὐ μὴν ἐμετικόν γέ τι πρόϲεϲτιν αὐτοῖϲ οὐδὲ κακοϲτόμαχον, ὡϲ ἐκείνοιϲ.Τῶν κεραϲίων ἔνια μὲν ἔοικε τοῖϲ μόροιϲ, ἐλαχίϲτην ἔχοντα ϲτῦψιν, ἔνια δὲ τοῖϲ βατίνοιϲ, ϲαφέϲτερον ϲτύφοντα, τινὰ δὲ καὶ τούτων ἐϲτὶ ϲτυπτικώτερα. ὥϲτε καὶ περὶ τῆϲ δυνάμεωϲ ἑκάϲτου τῶν εἰρημένων εἰδῶν ἐκ τῶν λεγομένων ἐπὶ ϲυκαμίνοιϲ τε καὶ βατίνοιϲ ἔνεϲτί ϲοι τεκμήραϲθαι.
Τὸν τῶν βάτων καρπὸν ὀνομάζουϲιν οἱ παρ’ ἡμῖν ἄνθρωποι βάτινα, καθάπερ μόρα τε καὶ ϲυκάμινα τὸν τῆϲ μορέαϲ τε καὶ ϲυκαμινέαϲ. καλοῦϲι γὰρ ἑκατέρωϲ αὐτά. ἔϲτι δὲ ϲτυπτικώτερα τὰ βάτινα τῶν μόρων, κἂν πολλά τιϲ αὐτὰ προϲενέγκηται, κεφαλαλγήϲει· τινὲϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνιῶνται. διὸ χρὴ καλῶϲ ἐκπλύνειν, πρὶν ἐπιχειρεῖν προϲφέρεϲθαι τὸν καρπὸν τοῦτον, ὅπερ οὐχ ἥκιϲτα κἀπὶ τῶν ϲυκαμίνων ἐϲτὶ ποιητέον.
οὐ μὴν ὑπάγει γε τὰ βάτινα τὴν κοιλίαν, ἀλλὰ μᾶλλον ἐπέχει, κἂν ἀωρότερά τιϲ αὐτὰ ξηράναϲ ἀπόθηται, πολὺ μᾶλλον ἐφεκτικὰ γίγνεται. πάντα γε μὴν ὅϲα διὰ τοῦ χυλοῦ τῶν μόρων ϲκευάζεται φάρμακα, καὶ διὰ τούτων γενόμενα δρατικωτέραν ἴϲχει τὴν δύναμιν.