De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
εἴρηται δ’ ἐν τῷ περὶ διαίτηϲ Ἱπποκράτουϲ, τοὺϲ ἐκ τοῦ χόνδρου ϲκευαζομένουϲ ἄρτουϲ
τροφιμωτάτουϲ μὲν εἶναι, διαχωρεῖν δ’ ἦττον· εἴρηται δὲ καί, ὅτι ϲεμίδαλιϲ καὶ χόνδροϲ ἑφθὸϲ ἰϲχυρὰ καὶ τρόφιμα. φυλάττεϲθαι τοίνυν προϲήκει καὶ τούτου τὴν πολλὴν χρῆϲιν, οἷϲ εὐέμφρακτόν ἐϲτι τὸ ἧπαρ ἢ οἱ νεφροὶ πρὸϲ τὸ γεννῆϲαι λίθουϲ ἐπιτήδειοι.μάλιϲτα δὲ χρὴ προϲέχειν τὸν νοῦν τοῖϲ ϲκευαζομένοιϲ ῥοφήμαϲιν ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸϲ μὲν γάρ ἐϲτιν οὕτοϲ αὐτοῦ μεμιγμένοϲ ὕδατι, πλείϲτηϲ δ’ ἑψήϲεωϲ δεόμενοϲ ἐξαπατᾷ μὲν τοὺϲ ϲκευάζονταϲ ὡϲ αὐτάρκωϲ ἡψημένοϲ, οὐ ϲμικρῶϲ δὲ βλάπτει τοὺϲ νοϲοῦνταϲ, οἵϲπερ δὴ καὶ παραϲκευάζουϲιν αὐτόν· ἐν τάχει γάρ ϲυνίϲταται καὶ παχύνεται διὰ τὸ κολλώδηϲ εἶναι. χρὴ τοίνυν ὕδατι πολλῷ μιγνύνταϲ ἐπ’ ἀνθράκων ἕψειν ἐπὶ πλεῖϲτον, ἀνήθῳ κινοῦνταϲ, ἄχριϲ ἂν ἀκριβῶϲ ἑψηθῇ, τηνικαῦτα δ’ ἐπεμβάλλειν ἤδη καὶ τῶν ἀλῶν. τὸ δ’ ἔλαιον εἰ καὶ κατ’ ἀρχὰϲ εὐθέωϲ ἀναμίξαιϲ, οὐδὲν βλάψειϲ. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω τῇ θεραπευτικῇ προϲῆκον, οὐ τῇ νῦν ἐνεϲτώϲῃ πραγματείᾳ.
τοῖϲ δ’ ὑγιαίνουϲιν, ὅταν ποτὲ διὰ δῆξιν ϲφοδρὰν γαϲτρὸϲ ἢ χολωδῶν πολλῶν διέξοδον ἢ τι τοιοῦτον δεηθῶϲι ῥοφήματοϲ, ἕψονταϲ ἄχρι πλείϲτου τὸν χόνδρον, | ὡϲ γενέϲθαι τακερόν, εἷτα τορυνήϲανταϲ, ὡϲ ὁμοιωθῆναι πτιϲάνηϲ χυλῷ διηθημένῳ. τηνικαῦτα διδόναι ῥοφεῖν. ἡ δ’ ἄρτυϲιϲ ἡ αὐτὴ τῷ πλυτῷ γίγνεται χόνδρῳ.
Εἱ μὴ καὶ αὐτὸϲ ἔφαγόν ποτε πυροὺϲ οὕτωϲ ἡψημένουϲ, οὐκ ἂν ἤλπιϲά τινι χρείαν γενέϲθαι τῆϲ ἐδωδῆϲ αὐτῶν. οὔτε γὰρ ἐν λιμῷ
τις ἐπὶ τὴν τοιαύτην ἂν ἀφίκιοτο χρῆν, ἐνόν, εἴπερ εὐπορεῖ πυρῶν, ἄρτους ἐξ αὐτῶν ποίησασθαι, παρὰ δεῖπνόν τε καθάπερ ἐρεβίνθους ἑφθούς τε καὶ φρυκτοὺς ἐσθίουσιν ἐν χρείᾳ τῶν καλομένων τραγημάτων ἄλλα τέ τινα σπέρματα τὸν αὐτὸν τρόπον σκευάζοντες, οὕτως οὐδεὶς προσφέρεται πυροὺς ἑφθούς. διὰ ταῦτα μὲν οὗν οὐδ’ ἂν ἤλπισά τινα πυρῶν ἑφθῶν ἐδηδοκέναι.