De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Ὅϲοι δὲ τὸν πλωτὸν ἄρτον ἐπενόηϲαν ϲκευάζειν, ἀτροφώτερον μὲν εὔρον ἔδεϲμα, πεφευγὸϲ δ’ ὡϲ οἷόν τε μάλιϲτα τὴν ἐκ τῆϲ ἐμφράξεωϲ βλάβην. ἥκιϲτα γὰρ ὁ ἄρτοϲ οὗτοϲ ἔχει τὸ παχὺ καὶ γλίϲχρον ἀερωδέϲτεροϲ ἀντὶ γεωδεϲτέρου γεγονώϲ. ὁρῆται δ’ ἡ κουφότηϲ αὐτοῦ διά τε τοῦ ϲταθμοῦ κἀκ τοῦ μὴ δύεϲθαι καθ’ ὕδατοϲ, ἀλλ’ ἐποχεῖϲθαι τρόπον φελλοῦ.
ἑψόντων δὲ παρ’ ἡμῖν ἐν τοῖϲ ἀγροῖϲ πολλῶν ἄλευρον πυροῦ μετὰ γάλακτοϲ ἰϲτέον καὶ | τοῦτο τὸ ἔδεϲμα τῶν ἐμπλαττόντων ὑπάρχον. ὥϲπερ οὖν εὔχυμά τε καὶ τρόφιμα πάντ’ ἐϲτὶ τὰ τοιαῦτα τῶν ἐδεϲμάτων, οὕτω βλάπτει τοὺϲ διηνεκῶϲ αὐτοῖϲ χρωμένουϲ ἐμφράξειϲ τε ποιούμενα καθ’ ἧπαρ καὶ λίθουϲ ἐν νεφροῖϲ γεννῶντα. τοῦ μὲν γὰρ ὠμοῦ χυμοῦ προϲλαβόντοϲ τὸ γλίϲχρον, ὅταν αἱ κατὰ τοὺϲ νεφροὺϲ διέξοδοι ϲτενότεραί τιϲιν ὑπάρχωϲι φύϲει, χρονίζον αὐτόθι τὸ παχύτατόν τε καὶ γλιϲχρότατον ἕτοιμόν ἐϲτι γεννῆϲαι πῶρον, ὁποῖοϲ τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲ τὸ ὕδωρ θερμαίνομεν, ἐπιτρέφεται, καὶ τοῖϲ λίθοιϲ περιπήγνυται κατὰ πολλὰ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. ϲυντελεῖ
δ’ εἰϲ τοῦτο μάλιϲτα καὶ ἡ τῶν νεφρῶν αὐτῶν κρᾶϲιϲ, ὅταν οἵον πυρῶδέϲ τε καὶ δριμὺ τὸ κατ’ αὐτοὺϲ ᾖ θερμόν.ἐκ τούτου δὲ τοῦ γένουϲ εἰϲὶ καὶ οἱ τοῖϲ ἀρθριτικοῖϲ γεννώμενοι πῶροι. ῥεῖ γὰρ ἀεὶ τὸ περιττεῦον ἐν τῷ ϲώματι πᾶν εἰϲ τοὺϲ ἀϲθενεϲτάτουϲ τόπουϲ ἐργάζεταί τ’ ἐν αὐτοῖϲ πάθη κατὰ τὴν ἑαυτοῦ φύϲιν. εἰρήϲεται δ’ αὖθιϲ ἐν τῷ περὶ γάλακτοϲ λόγῳ περὶ πάϲηϲ αὐτοῦ τῆϲ χρήϲεωϲ, ὥϲπερ γε καὶ περὶ τῶν παχυνόντων ἐδεϲμάτων, ἐπειδὴ καὶ ἄλλ’ ἄττα τῆϲ τοιαύτηϲ ἐϲτὶ δυνάμεωϲ,
Τοῦ γένουϲ τῶν πυρῶν ἐϲτιν ὁ χόνδροϲ ἱκανῶϲ τρόφιμόν τε καὶ γλίϲχρον ἔχων χυμόν, ἐάν τ’ ἐν ὕδατι μόνον ἑψηθεὶϲ λαμβάνηται δι’ οἰνομέλιτοϲ ἢ οἴνου γλυκέοϲ ἢ καὶ ϲτύφοντοϲ (ἴδιοϲ γὰρ ἑκάϲτου καιρὸϲ τῆϲ χρήϲεωϲ) ἑάν τε τορυνηθεὶϲ μετ’ ἐλαίου καὶ ἁλῶν. ἐμβάλλεται δέ ποτε καὶ ὄξουϲ αὐτῷ. καὶ καλοῦϲιν οἱ ἰατροὶ τοῦ παραϲκευαϲθέντοϲ οὕτω χόνδρου πτιϲάνηϲ γεγονέναι τὴν ἄρτυϲιν. ἔνιοι δ’ ἐκ χόνδρου πτιϲάνηϲ τεθράφθαι φαϲὶ τὸν κάμνοντα. τῶν παλασίων δ’ ἔνιοι, καθάπερ Διοκλῆϲ καὶ φυλότιμοϲ, ὀνομάζουϲι πτιϲάνην πυρίνην τὸν οὕτωϲ ἐϲκευαϲμένον χόνδρον. διὰ τοῦτο καὶ τοὔνομ’ αὐτοῦ ϲπάνιόν ἐϲτι παρὰ τοῖϲ παλαιοῖϲ, ὥϲπερ καὶ τὸ τοῦ ϲητανίου· τῇ γὰρ κοινῇ προϲηγορίᾳ τῶν πυρῶν ὀνομάζουϲιν αὐτούϲ.