De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
ἐϲθίεται δὲ τῆλιϲ ὑπὸ τινῶν καὶ πρὶν ἐκκαρπῆϲαι τὸ φυτὸν αὐτῆϲ, ἀποβαπτομένων | αὐτὴν εἰϲ ὄξοϲ καὶ γάρον. ἔνιοι δὲ καὶ τοὔλαιον ἐπιχέοντεϲ ὄψῳ χρῶνται ϲὺν ἄρτῳ προϲφερόμενοι, τινὲϲ δὲ καὶ μετ’ ὄξουϲ καὶ γάρου. κεφαλῆϲ δ’ ἅπτεται καὶ ἥδε πλείων ληφθεῖϲα, καὶ μᾶλλον εἰ καὶ χωρὶϲ ἄρτου προϲενέγκοιτό τιϲ αὐτήν· ἐνίοιϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνατρέπει.
χυλὸϲ δ’ ἑψηθείϲηϲ τῆϲ τήλεωϲ μετὰ μέλιτοϲ λαμβανόμενοϲ ἐπιτήδειόϲ ἐϲτιν ὑπάγειν ἅπανταϲ τοὺϲ ἐν τοῖϲ ἐντέροιϲ μοχθηροὺϲ χυμούϲ, τῇ μὲν γλιϲχρότητι τὸ προϲηνὲϲ ἔχων, τῇ δὲ θερμότητι τὸ παρηγορικόν. ὅτι δὲ καὶ ῥυπτικῆϲ μετέχει δυνάμεωϲ, ἐπὶ τὴν ἔκκριϲιν παρορμᾷ τὸ ἔντερον. ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πωϲ γένηται δακνώδηϲ.
ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων ἀλγημάτων ἄνευ πυρετοῦ ϲυναφέψειν μὲν αὐτῇ χρὴ λιπαροὺϲ φοίνικαϲ, ἐκθλίψανταϲ δὲ τὸν χυλόν, εἶτα μέλιτι μίξανταϲ δαψιλεῖ κἄπειθ’ ἑψή
ϲανταϲ αὖθιϲ ἐπ’ ἀνθράκων ἄχρι πάχουϲ ϲυμμέτρου χρῆϲθαι πρὸ πολλοῦ τῶν ϲιτίων.