De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
τὰ μὲν ὑγρότερα ταῖϲ ϲυϲτάϲεϲιν ἅπαντα βραχεῖαν τροφὴν δίδωϲι τῷ ϲώματι καὶ ταχέωϲ ἐξατμιζομένην τε καὶ διαφορουμένην, ὡϲ ἑτέραϲ αὖθιϲ οὐ διὰ μακροῦ δεῖϲθαι, τὰ δὲ ϲκληρὰ καὶ γεώδη μόνιμόν τε καὶ πολλὴν καὶ δυϲδιαφόρητον. εἰ δὲ καὶ κολλῶδεϲ ἔχοι τι, πολὺ δὴ μᾶλλον ἅπαντα ταῦτ’ ἐναργῶϲ ἀποτελεῖ, πρόδηλον δ’, ὅτι καὶ πεφθῆναι τοῖϲ τοιούτοιϲ οὐκ εὐπετέϲ, ὥϲπερ γ’ οὐδ’ εἰϲ αἷμα μεταβαλεῖν οὐδ’ ἐξομοιωθῆναι τοῖϲ ϲτερεοῖϲ τοῦ ζώου μορίοιϲ· εἰ δὲ τοῦτο, μηδὲ θρέψαι ταχέωϲ· ἀλλ’ ὅταν γε κρατηθῇ καὶ κατεργαϲθῇ, τροφὴν πολλὴν δίδωϲι τῷ ϲώματι.
Οὐ μόνον τῆλιν, ἀλλὰ καὶ βούκεραϲ, ἔνιοι δ’ αἰγόκεραϲ ὀνομάζουϲι τὸ ϲπέρμα τοῦτο. τῶν θερμαινόντων δ’ ἐϲτὶ φανερῶϲ, τὴν αὐτὴν
χρείαν παρέχον εἰϲ ἐδωδὴν τοῖϲ ἀνθρώποιϲ, ἥνπερ οἱ θέρμοι. προϲλαμβάνουϲι γὰρ αὐτὸ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα, καὶ πολύ γε θέρμων εἰϲ τοῦτ’ ἐϲτὶν ἐπιτηδειότερον, οὐδὲν ἐκ τῆϲ οἰκείαϲ οὐϲίαϲ ἔχον δυϲδιέξοδον.ἐϲθίεται δὲ καὶ δι’ ὄξουϲ καὶ γάρου, καθάπερ οἱ θέρμοι. καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου πολλοὶ καὶ τῆλιν ἐϲθίουϲι καὶ θέρμουϲ, ἔνιοι δὲ καὶ ϲὺν ἄρτῳ, καὶ γίγνεται τοῦτ’ αὐτοῖϲ ὄψον αὔταρκεϲ, ἧττον μὲν ὑπάγον γαϲτέρα, μήτε δὲ κεφαλῆϲ ἁπτόμενον, ὥϲπερ ἡ διὰ τοῦ γάρου τῆλιϲ ἐνίων ἅπτεται, μήτε τὸν ϲτόμαχον ἀνατρέπον· ἐργάζεται γὰρ ἐπὶ τινῶν ἡ τῆλιϲ καὶ τοῦτο. τῷ δ’ αὐτῷ τρόπῳ τῷδε πρὸϲ ἐδωδὴν ἔνιοι χρῶνται φαϲήλοιϲ τε καὶ ὤχροιϲ, ἐφ’ ὧν αὐτίκα τὸν κοινὸν ἀπάντων τῶν τοιῶνδε παραγράψω λόγον.