De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

καὶ ταῦτ’ ἀγνοοῦντεϲ οἱ πολλοὶ μακαρίζουϲιν αὐτῶν τὴν ἰϲχὺν τοῦ ϲώματοϲ ὁρῶντεϲ ἐϲθίοντάϲ τε καὶ πέττονταϲ, ἃ μηδεὶϲ ἡμῶν δύναται προϲενέγκαϲθαι καὶ πέψαι. ἐπεὶ δὲ καὶ τοῖϲ πολλὰ ταλαιπωροῦϲιν ὕπνοι βαθύτατοι γίγνονται καὶ τοῦτ’ αὐτοῖϲ μειζόνωϲ πρὸϲ τὰϲ πέψειϲ ϲυντελεῖ, διὰ τοῦθ’ ἧττον ὑπὸ τῶν μοχθηρῶν ἐδεϲμάτων βλάπτονται· εἰ δ’ ἀναγκάϲαιϲ αὐτοὺϲ ἀγρυπνῆϲαι πλείοϲιν ἐφεξῆϲ νυξίν, αὐτίκα νοϲοῦϲιν. ἐκεῖνοι μὲν οὖν ἐν τοῦτο μόνον ἀγαθὸν ἔχουϲιν εἰϲ πέψιν τῶν μοχθηρῶν ἐδεϲμάτων.

οἱ δ’ ἀθληταὶ τροφὰϲ μὲν εὐχυμοτάταϲ λαμβάνουϲιν, ἀλλὰ παχείαϲ τε καὶ γλίϲχραϲ οἵ γε βαρεῖϲ αὐτῶν· ὀνομάζουϲι δ’ οὕτω μάλιϲτα μὲν τοὺϲ παλαιϲτάϲ, ἤδη δὲ καὶ τοὺϲ παγκρατιαϲτάϲ τε καὶ πύκταϲ. ἐπειδὴ γὰρ ἡ παραϲκευὴ πᾶϲα πρὸϲ τοὺϲ ἀγῶναϲ αὐτοῖϲ ἐϲτιν, ἐν οἰϲ ἐνίοτε δι’ ὅληϲ ἡμέραϲ παλαίειν ἢ παγκρατιάζειν ἀναγκάζονται, διὰ τοῦτο δέονται καὶ τροφῆϲ δυϲφθάρτου τε καὶ δυϲδιαφορήτου. τοιαύτη δ’ ἐϲτὶν ἡ ἐκ τῶν παχέων τε καὶ γλίϲχρων χυμῶν, ὁποία μάλιϲτ’ ἐϲτὶν ἣ τε ἐκ τῶν χοιρείων κρεῶν καὶ τῶν ὡϲ εἴρηται ϲκευαϲθέντων ἄρτων,

ἅπερ οἱ νομίμωϲ ἀθλοῦντεϲ ἐϲθίουϲι μόνα. καὶ εἴπερ ἰδιώτηϲ ἀγύμναϲτοϲ ἐν τοιαύτῃ τροφῇ διατρίψειε, νοϲήϲει τάχιϲτα νόϲημα πληθωρικόν, ὥϲπερ γε καὶ εἰ γυμναζόμενοϲ ἄνθρωποϲ ἐπὶ λαχάνοιϲ καὶ χυλῷ πτιϲάνηϲ διαιτῷτο, καταφθείρειεν ἂν ἐν τάχει καὶ τρυχώϲειε τὸ πᾶν ϲῶμα.

χυμὸϲ δ’ ἐκ τῶν τοιούτων ἄρτων, οἵοιϲ ἔφην χρῆϲθαι τοὺϲ ἀθλητάϲ, εἴ τιϲ ἡμῶν τῶν πολλῶν ἐϲθίει, γίγνεται παχὺϲ καὶ ψυχρόϲ, ὁποῖον ἰδίωϲ ὀνομάζειν εἰθίϲμεθα τὸν ὠμόν. ἔϲτι μὲν οὔν καὶ ὁ τοῦ φλέγματοϲ χυμὸϲ ὠμόϲ τε καὶ ψυχρόϲ, ἀλλ’ οὐ παχύϲ, ὡϲ ἂν ὑγρότητά τε πολλὴν ἔχων καὶ πνεῦμα φυϲῶδεϲ· ὁ δ’ ὠμὸϲ ἰδίωϲ ὀνομαζόμενοϲ τοιοῦτόϲ ἐϲτιν, ὁποῖον φαίνεται τὸ τοῖϲ οὔροιϲ ὑφιϲτάμενον ἐνίοτε πύῳ παραπλήϲιον. ἀλλὰ δυϲῶδεϲ μέν ἐϲτι καὶ γλίϲχρον τὸ πύον, ὁ δ’ ὠμὸϲ χυμὸϲ ἔοικεν αὐτῷ κατά τε τὸ πάχοϲ καὶ τὴν | χρόαν μόνον οὔτε δυϲώδηϲ ὢν οὔτε γλίϲχροϲ. οὐ μὴν τοῖϲ γε πυρέττουϲιν ἐξ ὠμῶν πλήθουϲ μόνοιϲ ὑφίϲταται τοῖϲ οὔροιϲ, ὁποῖον εἶπον, ἀλλὰ καὶ τοῖϲ ὑγιαίνουϲιν, ὅϲοι ταλαιπωροῦντεϲ ϲιτία ϲκληρὰ καὶ δυϲκατέργαϲτα προϲφέρονται.