De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τῶν δ’ ἄκρων ἐν αὐτοῖϲ ἀρετῇ τε καὶ κακίᾳ διωριϲμένων οὐδὲν ἔτι χαλεπὸν αὐτῷ τινι καὶ χωρὶϲ ἡμῶν ἐπινοεῖν ἐνίουϲ μὲν τῶν ἄρτων ἐγγὺϲ εἶναι τῶν ἀρίϲτων ἢ χειρίϲτων, ἐνίουϲ δ’ ἀποκεχωρηκέναι πορρωτέρω καί τιναϲ ἄλλουϲ, ὡϲ εἴρηται, κατὰ τὸ μέϲον ἀμφοῖν τετάχθαι. καθάπερ οὖν ἐπὶ τοῦ μέλιτοϲ ἔμπροϲθεν ἐλέγομεν οὐχ ἁπλῶϲ ἀποφαίνεϲθαι δεῖν ἀγαθὸν ἢ φαῦλον εἶναι πρὸϲ ὑγίειαν, ἀλλὰ φλεγματικῇ μὲν φύϲει, τουτέϲτιν ὑγροτέρα τε καὶ ψυχροτέρᾳ τῆϲ εὐκράτου, χρήϲιμον ὑπάρχειν αὐτό, κἂν εἰ ψυχροτέρα δὲ μόνον εἴη τιϲ ἄνευ πολλῆϲ ὑγρότηοϲ ἢ ὑγροτέρα ἄνευ πολλῆϲ ψύξεωϲ, οὐ μὴν ταῖϲ γε θερμαῖϲ κράϲεϲιν οὐδὲ τούτων ἔτι μᾶλλον ταῖϲ θερμαῖϲ τε καὶ ξηραῖϲ ἁρμόττειν αὐτό, οὕτω καὶ τῶν ἄρτων ἀθλητῇ μὲν ἐπιτήδειοϲ ὁ μήτε πάνυ καλῶϲ ὠπτημένοϲ μήτε ζύμην ἔχων πολλήν, ἰδιώτῃ δὲ καὶ πρεϲβύτῃ | ὁ κάλλιϲτα μὲν ὠπτημένοϲ ἐν κριβάνῳ, ζύμηϲ δὲ μετέχων πολλῆϲ, ὅ γε

μὴν τελέωϲ ἄζυμοϲ οὐδενὶ χρήϲιμοϲ.

εἰ δὲ καὶ τυροῦ προϲλάβοι, καθάπερ ἐν τοῖϲ ἀγροῖϲ παρ’ ἡμῖν εἰώθαϲι ϲκευάζειν ἑορτάζοντεϲ, οὓϲ αὐτοὶ προϲαγορεύουϲιν ἀζύμουϲ, ἑτοίμη βλάβη πᾶϲι, κἂν ἰϲχυρότατοί τινεϲ ὦϲι τὴν ἕξιν τοῦ ϲώματοϲ, οἱοίπερ οἱ γενναιότατοι τῶν θεριϲτῶν τε καὶ τῶν ϲκαπανέων εἰϲίν· οὗτοι γὰρ ὁρῶνται καὶ τῶν βαρέων ἀθλητῶν μᾶλλον πέττοντεϲ τοὺϲ ἀζύμουϲ ἄρτουϲ, ὥϲπερ γε καὶ κρέα βόεια καὶ τράγεια. τί γὰρ ἔτι δεῖ μεμνῆϲθαι προβατείων ἢ αἰγείων ἐπὶ τούτοιϲ; ἐν Ἀλεξανδρείᾳ δὲ καὶ τὰ τῶν ὄνων ἐϲθίουϲιν, εἰϲὶ δ’ οἱ καὶ τὰ τῶν καμήλων· εἰϲ γὰρ τὴν πέψιν αὐτῶν ϲυντελεῖ μὲν καὶ τὸ ἔθοϲ, οὐχ ἥκιϲτα δὲ καὶ ἡ βραχύτηϲ τῶν προϲφερομένων καὶ ἡ τοῦ ϲώματοϲ ὅλου κένωϲιϲ ἐξ ἀνάγκηϲ ἑπομένη τοῖϲ δι’ ὅληϲ ἡμέραϲ ταλαιπωροῦϲι κατὰ τὰϲ οἰκείαϲ ἐνεργείαϲ. ἀναρπάζουϲι γὰρ αἱ κεναὶ ϲάρκεϲ ἐκ τῆϲ γαϲτρὸϲ οὐ μόνον ἡμίπεπτον, ἀλλὰ καὶ παντάπαϲιν ἄπεπτον | ἐνίοτε χυμόν, ὅταν ἐπὶ ϲιτίοιϲ πονῶϲι· καὶ διὰ τοῦτο νόϲουϲ χαλεπωτάταϲ ὕϲτερον οὖτοι νοϲοῦϲι καὶ πρὸ γήρωϲ ἀποθνήϲκουϲι.

καὶ ταῦτ’ ἀγνοοῦντεϲ οἱ πολλοὶ μακαρίζουϲιν αὐτῶν τὴν ἰϲχὺν τοῦ ϲώματοϲ ὁρῶντεϲ ἐϲθίοντάϲ τε καὶ πέττονταϲ, ἃ μηδεὶϲ ἡμῶν δύναται προϲενέγκαϲθαι καὶ πέψαι. ἐπεὶ δὲ καὶ τοῖϲ πολλὰ ταλαιπωροῦϲιν ὕπνοι βαθύτατοι γίγνονται καὶ τοῦτ’ αὐτοῖϲ μειζόνωϲ πρὸϲ τὰϲ πέψειϲ ϲυντελεῖ, διὰ τοῦθ’ ἧττον ὑπὸ τῶν μοχθηρῶν ἐδεϲμάτων βλάπτονται· εἰ δ’ ἀναγκάϲαιϲ αὐτοὺϲ ἀγρυπνῆϲαι πλείοϲιν ἐφεξῆϲ νυξίν, αὐτίκα νοϲοῦϲιν. ἐκεῖνοι μὲν οὖν ἐν τοῦτο μόνον ἀγαθὸν ἔχουϲιν εἰϲ πέψιν τῶν μοχθηρῶν ἐδεϲμάτων.

οἱ δ’ ἀθληταὶ τροφὰϲ μὲν εὐχυμοτάταϲ λαμβάνουϲιν, ἀλλὰ παχείαϲ τε καὶ γλίϲχραϲ οἵ γε βαρεῖϲ αὐτῶν· ὀνομάζουϲι δ’ οὕτω μάλιϲτα μὲν τοὺϲ παλαιϲτάϲ, ἤδη δὲ καὶ τοὺϲ παγκρατιαϲτάϲ τε καὶ πύκταϲ. ἐπειδὴ γὰρ ἡ παραϲκευὴ πᾶϲα πρὸϲ τοὺϲ ἀγῶναϲ αὐτοῖϲ ἐϲτιν, ἐν οἰϲ ἐνίοτε δι’ ὅληϲ ἡμέραϲ παλαίειν ἢ παγκρατιάζειν ἀναγκάζονται, διὰ τοῦτο δέονται καὶ τροφῆϲ δυϲφθάρτου τε καὶ δυϲδιαφορήτου. τοιαύτη δ’ ἐϲτὶν ἡ ἐκ τῶν παχέων τε καὶ γλίϲχρων χυμῶν, ὁποία μάλιϲτ’ ἐϲτὶν ἣ τε ἐκ τῶν χοιρείων κρεῶν καὶ τῶν ὡϲ εἴρηται ϲκευαϲθέντων ἄρτων,

ἅπερ οἱ νομίμωϲ ἀθλοῦντεϲ ἐϲθίουϲι μόνα. καὶ εἴπερ ἰδιώτηϲ ἀγύμναϲτοϲ ἐν τοιαύτῃ τροφῇ διατρίψειε, νοϲήϲει τάχιϲτα νόϲημα πληθωρικόν, ὥϲπερ γε καὶ εἰ γυμναζόμενοϲ ἄνθρωποϲ ἐπὶ λαχάνοιϲ καὶ χυλῷ πτιϲάνηϲ διαιτῷτο, καταφθείρειεν ἂν ἐν τάχει καὶ τρυχώϲειε τὸ πᾶν ϲῶμα.