De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

βαϲανίζειν δὲ χρὴ τὴν φύϲιν αὐτῶν οὐχ ἀπλῶϲ ἐπιϲκοποῦνταϲ τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλὰ καὶ διαιροῦνταϲ καὶ θραύονταϲ, καθάπερ εἴρηται· πολλοὶ γὰρ ἔξωθεν ὑπόξανθοί τε καὶ πυκνοὶ φαινόμενοι τὰ ἔνδον ἑαυτῶν ὥφθηϲαν ἀραιοί τε καὶ χαῦνοι καὶ λευκοί. πλεῖϲτόν τε οὗτοι πίτυρον ἔχουϲι, καὶ εἴ τιϲ αὐτῶν ἀλεϲθέντων ὑποϲήϲαϲ τὸ λεπτότατον ἄλευρον ἄρτουϲ ἐκ τοῦ λοιποῦ ποιήϲαιτο τοὺϲ πιτυρίαϲ ὀνομαζομένουϲ, ὀλιγοτρόφων μὲν αὐτῶν πειράϲεται, περίττωμα δ’ ἐργαζομένων ἐν τῇ γαϲτρὶ πολὺ καὶ διὰ | τοῦθ’ ὑπερχομένων ῥᾳδίωϲ. ἄμα δὲ καὶ διὰ τὸ ῥυπτικῆϲ μετέχειν δυνάμεωϲ τὸ πίτυρον εἰκότωϲ ἡ διαχώρηϲιϲ αὐτῶν γίγνεται ταχεῖα πρὸϲ τὴν ἔκκριϲιν ἐρεθιζομένων τῶν ἐντέρων.

οἱ δ’ ἐναντίοι τούτοιϲ εἰϲὶ μὲν ἄκρωϲ καθαροὶ πλεῖϲτον ἄγοντεϲ ϲταθμὸν ἐπ’ ὄγκῳ βραχεῖ, διαχωροῦϲι δὲ πάντων τῶν ἄρτων βραδύτατα. θεάϲῃ γε μὴν καὶ τὸ ϲταῖϲ αὐτῶν ἱκανῶϲ γλίϲχρον, ὡϲ ἐπὶ

πλεῖϲτον ἕλκεϲθαι μὴ διαϲπώμενον, ὅπερ ἴδιόν ἐϲτι γλίϲχρου ϲώματοϲ. εἰκότωϲ τοίνυν οὗτοι μὲν καὶ ζύμηϲ πλείονοϲ χρῄζουϲι καὶ μαλαχθῆναι δέονται μᾶλλον, οὐκ εὐθὺϲ μετὰ τὴν ζύμην ἢ τὴν μάλαξιν ὀπτᾶϲθαι· τοῖϲ πιτυρίαιϲ δ’ ἀρκεῖ καὶ ζύμη βραχεῖα καὶ μάλαξιϲ ἀϲθενῆϲ καὶ χρόνοϲ ὀλίγοϲ. οὕτω δὲ καὶ τῆϲ ὀπτήϲεωϲ αὐτῆϲ μακροτέραϲ μὲν οἱ καθαροί, βραχυτέραϲ δ’ οἱ πιτυρίαι δέονται. τὸ μεταξὺ δὲ τῶν καθαρωτάτων καὶ ῥυπαρωτάτων οὐκ ὀλίγον ἐϲτὶ πλάτοϲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον, ἐνίων μὲν καθαρῶν, ἐνίων δὲ ῥυπαρῶν ὀνομαζομένων τε καὶ κατ’ ἀλήθειαν ὄντων.

ἔϲτι δέ τι καὶ μέϲον ἀκριβῶϲ αὐτῶν εἰδόϲ ἄρτων | οἱ αὐτόπυροι προϲαγορευόμενοι· ϲυγκομιϲτοὺϲ δ’ αὐτοὺϲ ἐκάλουν οἱ παλαιότεροι τῶν ἰατρῶν. ὅτι μὲν οὖν ἐξ ἀδιακρίτων ἀλεύρων οὗτοι γίγνονται, μὴ διαχωριζομένου τοῦ πιτυρώδουϲ ἀπὸ τοῦ καθαροῦ πρόδηλον. ἐντεῦθεν γοῦν αὐτοῖϲ ἔθεντο καὶ τὰϲ προϲηγορίαϲ, αὐτοπύρουϲ μέν, ἐπείπερ ὅλοϲ αὐτὸϲ ὁ πυρὸϲ ἀδιάκριτοϲ ἀρτοποιεῖται, ϲυγκομιϲτοὺϲ δ’, ὅτι ϲυγκομίζεται ϲκευαζομένων αὐτῶν ἅπαν ἀδιάκριτον τὸ ἄλευρον. ἀλλὰ καὶ αὐτῶν τούτων ἐν τῷ μέϲψ δοκούντων ἀκριβῶϲ τετάχθαι τῶν τ’ ἐκ τοῦ πιτύρου καὶ τῶν ἄκρωϲ καθαρῶν ἄρτων οὐ ϲμικρὰ διαφορὰ παρὰ τὴν τοῦ πυροῦ φύϲιν ἐϲτίν. ἐκ μὲν γὰρ τῶν πυκνῶν πυρῶν καὶ βαρέων ἀμείνουϲ, ἐκ δὲ τῶν χαύνων τε καὶ κούφων ἄρτοι φαυλότεροι γίγνονται