De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἃ δὲ Μνηϲίθεοϲ ἔγραψε περί τε ῥιζῶν καὶ καυλῶν καὶ φύλλων καὶ καρπῶν καὶ ϲπερμάτων οὐ πάνυ τι βεβαίαν ἔχει τὴν διάγνωϲιν. ἐὰν τῇ διωριϲμένῃ πείρᾳ κρίνῃϲ αὐτά, καθότι καὶ διὰ τῶν ἐφεξῆϲ ἔϲται δῆλον· ἔγνωκα γὰρ ὑπέρ ἑκάϲτου τῶν ἐδεϲμάτων τούτων ἰδίᾳ διελθεῖν, εἰ καὶ μακρότεροϲ ὁ λόγοϲ ἔϲεϲθαι | μέλλει. δυνηϲόμεθα γοῦν αὖθιϲ αὐτὸν ἐν βραχεῖ περιλαβεῖν ἑτέρῳ τινὶ μικροτέρῳ βιβλίῳ, χρηϲίμῳ τοῖϲ τεχνωθεῖϲιν ἐϲομένῳ· μόνη γὰρ ἡ κατὰ διέξοδον ἄϲκηϲίϲ τε καὶ διδαϲκαλία τεχνίταϲ ἀπεργάζεται.

καὶ διὰ τοῦτό μοι δοκοῦϲι καλῶϲ οἱ πολλοὶ λέγειν ἀρίϲτην εἶναι διδαϲκαλίαν τὴν παρὰ τῆϲ ζώϲηϲ φωνῆϲ γιγνομένην, ἐκ βιβλίου δὲ μήτε κυβερνήτην τινὰ δύναϲθαι γενέϲθαι μήτ’ ἄλληϲ τέχνηϲ ἐργάτην· ὑπομνήματα γάρ ἐϲτι ταῦτα τῶν προμεμαθηκότων καὶ προεγνωκότων, οὐ διδαϲκαλία τελεία τῶν ἀγνοούντων. εἴ γε μὴν ἐθέλοιέν τινεϲ καὶ τούτων, ὅϲοι διδαϲκάλων ἀποροῦϲιν, ἐντυγχάνειν ἐπιμελῶϲ τοῖϲ ϲαφῶϲ τε καὶ κατὰ διέξοδον, ὁποίαν ἡμεῖϲ ποιούμεθα, γεγραμμένοιϲ, ὀνήϲονται μεγάλωϲ, καὶ μάλιϲτα ἐὰν πολλάκιϲ ἀναγιγνώϲκειν αὐτὰ μὴ ὀκνῶϲιν.

Είκότωϲ μοι δοκοῦϲιν οἱ πλεῖϲτοι τῶν ἰατρῶν ἀπὸ πυρῶν ἄρξαϲθαι τῆϲ προκειμένηϲ διδαϲκαλίαϲ, ἐπειδὴ πολυχρηϲτότατόν ἐϲτι τοῦτο τὸ ϲπέρμα τοῖϲ θ’ Ἓλληϲιν ἅπαϲι καὶ τῶν βαρβάρων | τοῖϲ πλείϲτοιϲ. εἰϲὶ δ’ αὐτῶν τροφιμώτατοι μὲν οἱ πυκνοὶ καὶ πεπιλημένην ἔχοντεϲ ὅλην ἑαυτῶν τὴν οὐϲίαν, ὡϲ μόλιϲ ὑπὸ τῶν ὀδόντων διαιρεῖϲθαι· πλείϲτην γὰρ οὗτοι τροφὴν διδόαϲι τοῖϲ ϲώμαϲιν ἐξ ὄγκου βραχέοϲ, ὡϲ οἵ γ’ ἐναντίοι τούτοιϲ, οἱ ῥᾳδίωϲ μὲν ὑπὸ τῶν ὀδόντων θραυόμενοι, μετὰ δὲ τὴν θραῦϲιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι, βραχεῖαν παρέχουϲι τροφὴν ἐξ ὄγκοῦ πολλοῦ. εἰ δὲ καὶ ϲτῆϲαι βουληθείηϲ ἑκατέρων ἴϲον ὄγκον, εὑρήϲειϲ βαρυτέρουϲ πολλῷ τοὺϲ πυκνούϲ. οὗτοι δ’ εἰϲὶ καὶ τῇ χρόᾳ τῶν χαύνων ξανθότεροι.