De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Οὐδ’ ἐκ τούτων ἀρτοποιεῖταί τιϲ· ἀλιπεῖς γάρ εἰσι καὶ ψαθυροί, ϲτυπτικὸν μὲν ἔχοντεϲ τὸ λέμμα, τὴν δ’ οἷον ϲάρκα παχύχυμόν τε καὶ γεώδη καὶ βραχὺ μετέχουϲαν αὐϲτηρᾶϲ ποιότητοϲ, ἧϲ τὸ λέμμα πολλῆϲ μετέχει.
χυλὸϲ δ’ ἐν αὐτοῖϲ ἐϲτιν, ὡϲ καὶ πρόϲθεν εἶπον, ἐναντίοϲ τῷ ϲτυπτικῷ. διὸ κἂν ἑψήϲαϲ τιϲ αὐτοὺϲ ἐν ὕδατι προϲ ενέγκηται τὸ ὕδωρ, ἡδύναϲ ἁλϲὶν ἢ γάρῳ καὶ μετ’ αὐτῶν ἐλαίῳ, διαχωρητικὸν γίγνεται τὸ πόμα. δὶϲ δ’ ἑψηθέντων, ὡϲ εἴρηται, τῶν φακῶν ἡ ἐξ αὐτῶν ϲκευαζομένη φακῆ τὴν ἐναντίαν ἔχει δύναμιν τῷ χυλῷ, ξηραίνουϲα τὰ κατὰ γαϲτέρα ῥεύματα καὶ τόνον ἐντιθεῖϲα τῷ ϲτομάχῳ καὶ τοῖϲ ἐντέροιϲ καὶ ϲυμπάϲῃ τῇ γαϲτρί· διὰ τοῦτ’ οὖν οἰκεῖόν ἐϲτιν ἔδεϲμα κοιλιακῶν τε καὶ δυϲεντερικῶν.
ἡ δ’ ἀφῃρημένῃ
τὸ λέμμα φακῆ τὸ μὲν ἰϲχύρὸν τῆϲ ϲτύψεωϲ ἀπόλλυϲι καὶ τὰ ταύτῃ ϲυνεπόμενα δηλονότι, τροφιμωτέρα δὲ γίγνεται τῆϲ ἀπτίϲτου παχύχυμόϲ τ’ οὖϲα καὶ βραδυπόροϲ, οὐ μὴν ξηραντική γε τῶν κατ’ αὐτὴν ῥευμάτων ὥϲπερ ἡ ἄπιϲτοϲ. εἰκότωϲ οὖν οἱ πλεονάζοντεϲ ἐν τούτῳ τῷ ἐδέϲματι τούϲ τε καλουμένουϲ ἐλέφανταϲ ἴϲχουϲι καὶ καρκίνουϲ· ἐπιτήδειον γάρ ἐϲτι τὸ παχὺ καὶ ξηρὸν ἔδεϲμα μελαγχολικὸν γεννᾶν χυμόν.οἷϲ οὖν ἐϲτιν ὑδατώδηϲ τιϲ ἐν ταῖϲ ϲαρξὶ καχεξία, τούτοιϲ μόνοιϲ ὠφέλιμον ἔδεϲμα φακῆ, καθάπερ τοῖϲ ξηροῖϲ καὶ αὐχμώδεϲι βλαβερώτατον. ὡϲαύτωϲ δὲ καὶ τὴν ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶϲ διακειμένην ὑπερξηραίνουϲα, τὴν δ’ ἐναντίωϲ ἔχουϲαν ὀνίνηϲιν. οὐκ ἐπιτήδειοϲ δ’ ἐϲτὶν οὐδ’ εἰϲ τὰϲ ἐμμήνουϲ καθάρϲειϲ, παχὺ καὶ δύϲρουν ἐργαζομένη τὸ αἷμα, τῷ δὲ καλουμένῳ ῥῷ γυναικείῳ χρηϲιμωτάτη.
τὴν δ’ ἐναντίαν αὐτῇ κατά γε τοῦτο δύναμιν ἐχούϲηϲ τῆϲ πτιϲάνηϲ ἐξ ἀμφοτέρων μιχθέντων ἔδεϲμά τι γίγνεται κάλλιϲτον, ὃ καλοῦϲιν οἱ παρ’ ἡμῖν ἄνθρω|ποι φακοπτιϲάνην, οὐκ ἴϲῳ τῷ μέτρῳ μιγνύντεϲ, ἀλλ’ ἔλαττον ἐμβάλλοντεϲ τῆϲ πτιϲάνηϲ, ὡϲ ἂν χυλουμένηϲ τε καὶ εἰϲ ὄγκον αἰρομένηϲ μέγαν. οἱ φακοὶ δ’ ἑψόμενοι βραχύ τι προϲανοιδίϲκουϲιν.
ἥ γε μὴν ἄρτυϲιϲ ἡ αὐτὴ καὶ τούτῳ τῷ ἐδέϲματι τῇ κατὰ τὴν πτιϲάνην ἐϲτί, πλὴν ὅτι θύμβραϲ ἢ γλήχωνοϲ ἐπεμβαλλομένηϲ ἡδίων θ’ ἅμα καὶ εὐπεπτοτέρα γίγνεται, τῆϲ πτιϲάνηϲ οὐ χαιρούϲηϲ τούτοιϲ. ἀλλ’ ἀρκουμένηϲ ἀνήθῳ καὶ πράϲῳ μόνοιϲ. μοχθηροτάτη δ’ ἐϲτὶ ϲκευαϲία
φακῆϲ ἡ διὰ τοῦ ϲιραίου τοῖϲ πλουϲίοιϲ ὑπὸ τῶν μαγείρων παραϲκευαζομένη. δεῖται γὰρ οὐ παχυνόντων μίξεωϲ, ἀλλ’ ὑγρῶν καὶ τεμνόντων τὸ πάχοϲ αὐτῆϲ μᾶλλον. ἡ δὲ τῷ ϲιραίῳ μιχθεῖϲα καὶ τὰϲ καθ’ ἤπαρ ἐμφράξειϲ ἐργάζεϲθαι πέφυκεν. αὐξάνει δὲ καὶ τὰϲ φλεγμονὰϲ ἔν τε τούτῳ τῷ ϲπλάγχνῳ καὶ ϲπληνί, μηδ’ εἰ μέλιτόϲ τι προϲλάβοι βελτίων γιγνομένη. πρόδηλον δ’ ὅτι καὶ τὰϲ ϲκιρώδειϲ διαθέϲειϲ ἀμφοτέρων τῶν ϲπλάγχνων παροξύνει. κρέαϲ δὲ χοίρειον εἰ βούλει ϲυνέψειν, τῇ μὲν πτιϲάνη τὸ πρόϲφατον, τῇ δὲ φακῆ τὸ ταριχηρὸν ἁρμόττον εὑρήϲειϲ, ὥϲπερ γε τὸ | μεταξὺ τούτων, ὃ νεαλὲϲ ὀνομάζουϲι, τῇ φακοπτιϲάνῃ χρήϲιμον εἰϲ ἡδονήν τε καὶ πέψιν ἐϲτίν.