De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τοῦτο τὸ ϲπέρμα πλεῖϲτον μέν ἐϲτιν ἐν Ἀϲίᾳ καὶ μάλιϲτα κατὰ τὴν ὑπερκειμένην Περγάμου Μυϲίαν, ἔνθα καὶ τίφαι καὶ ὄλυραι πάμπολλαι γεννῶνται. τροφὴ δ’ ἐϲτὶν | ὑποζυγίων, οὐκ ἀνθρώπων, εἰ μὴ

ποτ’ ἄρα λιμώττοντεϲ ἐϲχάτωϲ ἀναγκαϲθεῖεν ἐκ τούτου τοῦ ϲπέρματοϲ ἀρτοποιήϲαϲθαι. χωρὶϲ δὲ λιμοῦ δι’ ὕδατοϲ ἑψηθὲν ἐϲθίεται μετ’ οἴνου γλυκέοϲ ἢ ἑψήματοϲ ἢ οἰνομέλιτοϲ ὁμοίωϲ τῇ τίφῃ. θερμότητοϲ δ’ ἱκανῶϲ μετέχει παραπληϲίωϲ ἐκείνῃ, καίτοι γ’ οὐχ ὁμοίωϲ αὐτῇ ϲκληρὸν ὑπάρχον. διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ ϲώματι, καὶ ἄλλωϲ δ’ ἐϲτὶν ἀηδήϲ ὁ ἐξ αὐτοῦ γιγνόμενοϲ ἄρτοϲ, οὐ μὴν ἐπιϲχετικόϲ γαϲτρὸϲ ἢ προτρεπτικόϲ, ἀλλ’ ἐν τῷ μέϲῳ κατά γε τοῦτο τεταγμένοϲ.

Γίγνεται μὲν ἄρτοϲ ποτὲ κἀκ τούτων, ὅταν ἀπορία καταλάβῃ τῶν προγεγραμμένων ϲιτηρῶν ἐδεϲμάτων, ὀλιγότροφοϲ δ’ ἐϲτὶ καὶ ψυχρὸϲ καὶ δηλονότι κραῦρόϲ τε καὶ ψαθυρόϲ, ὡϲ ἂν μηδὲν ἔχων ἐν ἑαυτῷ μήτε λιπαρὸν μήτε γλίϲχρον. εἰκότωϲ οὖν ὑγραινομένην γαϲτέρα ξηραίνει. τὸ δ’ ἄλευρον ἕψοντεϲ αὐτῶν ἐν τοῖϲ ἀγροῖϲ, εἶτα πιμελὴν χοιρείαν ἢ ἔλαιον ἀναμιγνύντεϲ ἐϲθίουϲι.

κρείττων δ’ ἐϲτὶν ἐλύμου κέγχροϲ εἰϲ πάντα· καὶ γὰρ ἡδίων εἰϲ ἐδωδὴν καὶ δύϲπεπτοϲ ἧττόν ἐϲτι καὶ ἧττον ἐπέχει γαϲτέρα καὶ μᾶλλον τρέφει. καὶ μετὰ γάλακτοϲ δ’ ἐνίοτε τὸ ἄλευρον αὐτῶν ἑψήϲαντεϲ ἐϲθίουϲιν ὥϲπερ τὸ τῶν πυρῶν οἱ ἄγροικοι. καὶ δῆλον ὅτι τὸ ἔδεϲμα τοῦτο τοϲούτῳ κρεῖττόν ἐϲτι κατὰ μόναϲ αὐτῶν ἐϲθιομένων, ὅϲῳ καὶ τὸ γάλα τῆϲ ἀμφοτέρων φύϲεωϲ εἰϲ εὐχυμίαν τε πολλὴν καὶ

τἄλλα πάντα διενήνοχε. λέγω δὲ τἄλλα πάντα πέψιν τε καὶ ὑπαγωγὴν γαϲτρὸϲ ἀνάδοϲίν τε καὶ τὴν ἐν τῷ προϲφέρεϲθαι γλυκύτητα καὶ ἡδονήν. οὐδὲν γὰρ ἡδὺ τοῖϲ ϲπέρμαϲι τούτοιϲ ὑπάρχει καὶ μάλιϲτα τῷ ἐλύμῳ κατά γε τὴν ἡμετέραν Ἀϲίαν· ἐν ἄλλοιϲ γὰρ ἔθνεϲιν, ὥϲπερ κἀν τῇ Ἰταλίᾳ, πολὺ βελτίων γίγνεται.

Ὄϲπρια καλοῦϲιν ἐκεῖνα τῶν Δημητρίων ϲπερμάτων, ἐξ ὧν ἄρτοϲ οὐ γίγνεται, κυάμουϲ πιϲοὺϲ ἐρεβίνθουϲ φακοὺϲ θέρμουϲ ὄρυζαν ὀρόβουϲ λαθύρουϲ ἀράκουϲ ὤχρουϲ φαϲήλουϲ τῆλιν ἀφάκην εἴτε τι τοιοῦτον ἄλλο. περὶ πάντων οὖν ἐφεξῆϲ ἐρῶ τῆς δυνάμεωϲ, ὅϲα γιγνώϲκων ἄν τιϲ ἀβλαβέϲτερον αὐτοῖϲ χρῷτο.

Τούτῳ τῷ ϲπέρματι πάντεϲ εἰϲ ἐπίϲχεϲιν γαϲτρὸϲ χρῶνται τὴν ἕψηϲιν αὐτοῦ παραπληϲίαν ποιούμενοι χόνδρῳ. δυϲπεπτότερον δ’ ἐϲτὶ χόνδρου καὶ τρέφον ἧττον, ὥϲπερ γε καὶ εἰϲ ἐδωδῆϲ ἡδονὴν ἀπολειπόμενον αὐτοῦ πάμπολυ.