De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἐν δὲ τῇ νῦν ἐνεϲτώϲῃ 〈πραγματείᾳ〉 καιρὸϲ ἂν εἴη τὰϲ τῶν ϲιτίων εἰπεῖν κράσεις ὡϲ ἐν τῷ Περὶ διαίτηϲ γέγραπται βιβλίῳ, κατὰ τινὰϲ μὲν Ἱπποκράτουϲ ὄντι ϲυγγράμματι, κατὰ τινὰϲ δὲ φιλιϲτίωνοϲ ἢ Ἀρίϲτωνοϲ ἢ Εύρυφῶντοϲ ἢ Φιλητᾶ, παλαιῶν ἁπάντων ἀνδρῶν. ἀρχὴ δ’ ἐϲτὶν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων ἥδε· ϲιτίων δὲ καὶ πομάτων δύναμιν ἑκάϲτων καὶ τὴν κατὰ φύϲιν καὶ τὴν διὰ τέχνηϲ ὧδε

χρὴ γινώϲκειν, ἐν ἄλλοιϲ δ’ ἥδε· Χωρίων δὲ θέϲιν καὶ φύϲιν ἑκάϲτων ὧδε χρὴ διαγινώϲκειν.

ὅταν μὲν οὖν αὐτὸ καθ’ ἑαυτὸ φέρηται τὸ βιβλίον τοῦτο, Περὶ διαίτηϲ ἐπιγράφεται, μέροϲ ὂν δεύτερον εἰϲ τρία διῃρημένου τοῦ παντόϲ· ὅταν δὲ τὸ ϲυγκείμενον ἐκ τῶν τριῶν ὅλον ἓν ἀδιαίρετον εὑρεθῇ, Περὶ φύϲεωϲ ἀνθρώπου καὶ διαίτηϲ ἐπιγράφεται. τὸ μὲν οὖν δεύτερον, ἐν ᾧ περὶ τῶν ϲιτίων διέρχεται, τάχ’ ἄν τιϲ εὐλόγωϲ Ἱπποκράτουϲ ἄξιον ἡγήϲαιτο· τὸ δὲ πρῶον ἀφέϲτηκε πάμπολυ τῆϲ Ἱπποκράτουϲ γνώμηϲ. ἀλλὰ τοῦτο μὲν | οἷον ὁδοῦ τι πάρεργον εἰρήϲθω. ὅτου δ’ ἂν ᾖ τῶν εἰρημένων ἀνδρῶν, εἰς τὴν καθόλου μέθοδον ἀναφέρειν φαίνεται τὴν ἐπὶ τοῖϲ ϲιτίοιϲ δίαιταν.

ὁ γὰρ γνούϲ, ὅτι κριθὴ φύϲει ψυχρόν ἐϲτι καὶ ὑγρόν, ἐπιϲτάμενοϲ δὲ καὶ τὰϲ τῶν ϲωμάτων κράϲειϲ γνωρίζειν ὅϲαι τε φύϲει τισὶν ὑπάρχουϲι καὶ ὅϲαι κατὰ διάθεϲιν ἐπίκτητον γίγνονται, χρήϲεται προϲηκόντωϲ κριθαῖϲ εἰϲ ἐδωδὴν οὐ μόνον ἐπὶ τῶν ὑγιαινόντων, ἀλλὰ καὶ τῶν νοϲούντων ϲωμάτων, καὶ καταπλάϲματι δ’ ἂν δι’ ἀλεύρου κριθίνου χρήϲαιτο καλῶϲ ὁ τὴν κρᾶϲιν ἐπιϲτάμενοϲ αὐτῶν.

δεῖ δὲ μὴ μόνον ἐγνῶϲθαι τὴν κυριωτάτην τε καὶ πρώτην ἑκάϲτου ϲιτίου κρᾶϲιν, ἀλλ’, ὡϲ ἐν τοῖϲ Περὶ φαρμάκων ἐδείχθη, καὶ τὰϲ ἐξ ἐκείνων γιγνομέναϲ· ὧν οὐχ ἥκιϲτα χρήϲιμοι τυγχάνουϲιν οὖϲαι πολλαὶ μὲν τῶν κατὰ τοὺϲ χυμούϲ, εἰ μὴ ἄρα καὶ πᾶϲαι, τινὲϲ δὲ καὶ τῶν κατὰ τὰϲ ὀϲμάϲ. ἐκ γὰρ τοῦ κεκρᾶϲθαί πωϲ ἕκαϲτον ἐκ τοϲοῦδε θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ μὲν αὐτῶν γλυκύ, τὸ δὲ | πικρὸν ἢ ἁλμυρὸν ἢ ϲτρυφνὸν ἢ αὐϲτηρὸν ἢ δριμὺ φαίνεται.

τὸ δ’ ἁλυκόν οὐκ ἄλλο τι ϲημαίνει παρὰ τὸ ἁλμυρόν, ἀλλ’ ὑπ’ ἀμφοῖν ἕν τι δηλοῦται, ϲτρυφνοῦ δὲ καὶ αὐϲτηροῦ τὸ κοινὸν γένοϲ ὀνομάζεται ϲτύφον. ἐπὶ πλεῖϲτον δὲ περὶ τῶν χυμῶν ἀπάντων ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ εἴρηται, καὶ χρὴ πάντωϲ

ἐκεῖνο προανεγνωκέναι τὸν μέλλοντα τοῖϲ νῦν λεγομένοιϲ ἀκολουθήϲειν, ὅπωϲ μὴ πάλιν ἀναγκαζώμεθα λέγειν ἐν τοῖϲδε περὶ τῶν αὐτῶν τὰ αὐτὰ.

τῶν γὰρ ϲιτίων, ὡϲ ὀλίγον ἔμπροϲθεν ἔφην, ἔνια μὲν οὐδεμίαν ἐπίϲημον ἐμφαίνει ποιότητα κατ’ ὀϲμὴν ἢ γεῦϲιν, ἃ δὴ καὶ ἄποια καὶ ὑδατώδη προϲαγορεύουϲιν, ἔνια δὲ ϲτύψιν ἔχει ϲαφεϲτάτην ἢ γλυκύτητα ϲύμφυτον ἢ δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ πικρότητοϲ ἔνια ϲαφῶϲ μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν αὐτὴν ἔχει δύναμιν ἐκείνοιϲ τῶν φαρμάκων, οἷϲ ὠμοίωται κατὰ τὸν | χυμόν. εἴρηται δ’ ἐν τοῖϲ περὶ τῶν φαρμάκων ἡ αἰτία, δι’ ἣν ἔνια τῶν ϲτυφόντων οὐ τὰ αὐτὰ τοῖϲ ἄλλοιϲ ϲτύφουϲιν ἐργάζεται, καθάπερ ἀλόη τε καὶ χαλκὸϲ κεκαυμένοϲ καὶ χάλκανθοϲ καὶ ἄνθοϲ χαλκοῦ καὶ λεπὶϲ καὶ χαλκῖτιϲ.

ἐκ γὰρ τοῦ μεμῖχθαι καθ’ ἕκαϲτον αὐτῶν τῇ ϲτυφούϲῃ δυνάμει τε καὶ οὐϲίᾳ τῶν ἄλλων τινὰ τοῖϲ κατὰ μέροϲ ἔργοιϲ ἐξαλλάττεται ταῦτα, καθάπερ εἰ καὐτὸϲ ἀναμίξαιϲ κυδωνίῳ μήλῳ ϲκαμμωνίαν, ὥϲπερ ἀμέλει ποιοῦμεν ἐνίοτε, τοῦ μήλου μὲν γλύφοντεϲ τὰ περὶ τὸ ϲπέρμα, τὸ δὲ κοιλανθὲν ἀναπληροῦντεϲ τῇ ϲκαμμωνίᾳ κἄπειτα περιπλάττοντεϲ ζύμῃ καὶ ὀπτῶντεϲ, εἶτα διδόντεϲ φαγεῖν τὸ μῆλον. ἄνευ γὰρ τοῦ τὸν ϲτόμαχον ἀνατρέπειν ὑπάγει γαϲτέρα τὸ οὕτω ϲκευαϲθέν, ἐπικρατούϲηϲ μὲν ἐν αὐτῷ τῆϲ καθαρτικῆϲ δυνάμεωϲ, ἣν ἐκ τῆϲ ϲκαμμωνίαϲ τὸ μῆλον ἐπεκτήϲατο, διαμενούϲηϲ δὲ τῆϲ κατὰ τὸ μῆλον οἰκείαϲ· οὐ γὰρ ἂν ἡδύ τε καὶ ϲτύφον ἐφαίνετο καὶ τῷ ϲτο μάχῳ πρόϲφορον.

οὕτωϲ οὖν ἔνια τῶν ἐϲθιομένων ἔχει τινὰ μεμιγμένην ἐν ἑαυτοῖϲ ὀλίγην δύναμιν | ἤτοι καθαρτικὴν ἤ τι ποιεῖν ἄλλο πεφυκυῖαν. ἐφ’ ὧν οὐ χρὴ ταῖϲ τῶν χυμῶν δυνάμεϲιν ἀπιϲτεῖν ὡϲ οὐκ ἐργαζομέναιϲ ἃ φύϲιν ἔχουϲιν ἐνεργεῖν. ἐν ὅτῳ γὰρ ἂν ᾖ ϲτύφουϲα ποιότηϲ, ὅϲον

ἐφ’ ἑαυτῇ, ϲυνάγει τε καὶ ϲφίγγει καὶ ψύχει τὰ πληϲιάζοντα ϲώματα. δύναται δ’ ἐνίοτε ταὐτὸ ϲῶμα τινὰ μὲν θερμαίνοντα τῶν ἑαυτοῦ μορίων ἔχειν, τινὰ δὲ ψύχοντα, καθάπερ ἐδείξαμεν ἐν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ, τῆϲ φύϲεωϲ οὕτωϲ αὐτὰ μιξάϲηϲ, ὡϲ καὶ τῶν ἰατρῶν ἔνιοι μιγνύουϲιν ἐνίοτε τῶν ψυχόντων τινὶ πύρεθρον ἢ πέπερι. ταῦτ’ οὖν, ὡϲ ἔφην, ἐν τοῖϲ Περὶ φαρμάκων ὑπομνήμαϲιν ἐπὶ πλεῖϲτον ἐξειργαϲμένα χρηϲιμώτατα τοῖϲ νῦν διδαϲκομένοιϲ ἐϲτί, καὶ γὰρ αἱ κατὰ μέροϲ ἑκάϲτου τῶν ἐϲθιομένων ϲκευαϲίαι τοῖϲ ταῦτα προεγνωκόϲιν εὑρίϲκονται. τευτλοφακῆν γοῦν ἡμεῖϲ τε δίδομεν ἐνίοτε

καὶ πρὸ ἡμῶν ὁ Ταραντῖνοϲ Ἡρακλεἰδηϲ ἐδίδου πολλοῖϲ πολλάκιϲ οὐ μόνον ὑγιαίνουϲιν ἀμέμπτωϲ, ἀλλὰ καὶ πάϲχουϲί τι. πρῶτον μὲν οὖν ἐμβάλλομεν αὐτῇ πολλὰ τεῦτλα, δεύτερον δὲ | κατὰ τὴν ἄρτυϲιν ἢ ἁλῶν βραχεῖ πλέον ἢ γάρου γλυκέοϲ· ὑπακτικωτέρα γὰρ οὕτωϲ. εἰ γε μὴν πτίϲαϲ τὴν φακῆν ἑψήϲαϲ τε δίϲ, ὡϲ ἀποχέαι τὸ πρότερον ὕδωρ, εἴτ’ ὀλίγον μὲν ἀλῶν ἢ γάρου μίξαιϲ, ἐπεμβάλοιϲ δέ τι βραχὺ τῶν ἐφεκτικῶν γαϲτρὸϲ ἄχρι τοῦ μὴ λυπῆϲαι τὴν γεῦϲιν, ἥδιϲτόν τε καὶ ὠφελιμώτατον ἐργάϲῃ φάρμακόν θ’ ἅμα καὶ ϲιτίον οὐκ ὀλίγοιϲ τῶν διαρροίαιϲ χρονίαιϲ ἐνοχλουμένων. οὐκ ὀλίγοιϲ δ’ εἶπον, ἅπαϲι φυλαξάμενοϲ εἰπεῖν, ὅτι κἀνταῦθα διοριϲμῶν ἐϲτι χρεία, καθ’ οὓϲ αἱ διαθέϲειϲ εὑρεθήϲονται τῶν διαρροιζομένων χρονίωϲ. ὅλωϲ γὰρ οὐδὲν οἷόν τ’ ἐϲτὶ τῇ πείρᾳ βαϲανίϲαι προϲηκόντωϲ

ἄνευ τοῦ τῷ λόγῳ πρότερον εὑρεῖν ἀκριβῶϲ τὴν διάθεϲιν, ἢ προϲφέρεται τὸ βαϲανιζόμενον ἤτοι ϲιτίον ἢ ποτὸν ἢ φάρμακον. ὕλη γὰρ ἐϲτι βοηθημάτων ἡ τῶν τοιούτων γνῶϲιϲ, οὐκ αὐτὰ τὰ βοηθήματα

ἐπεὶ δ’ ἀδύνατον ἄνευ τοῦ γιγνώϲκειν ἀκριβῶϲ τὰϲ δυνάμειϲ τῶν ὑλῶν, αἱϲ χρώμεθα, βοηθεῖν | τοῖϲ δεομένοιϲ αὐτῶν, ἀναγκαῖόν ἐϲτιν, ὥϲπερ ἑτέρωθι περὶ τῶν ἐν τοῖϲ φαρμάκοιϲ δυνάμεων, οὕτωϲ ἐνταῦθα περὶ τῶν ἐν τῇ τροφῇ διελθεῖν.

ἡ γνῶϲιϲ δ’ αὐτῶν ἐν χρόνῳ πολλῷ κατορθοῦται μόλιϲ ἔκ τε τῆϲ διωριϲμένηϲ πείραϲ καὶ τῆϲ τῶν ἀτμῶν τε καὶ χυμῶν φύϲεωϲ, οὓϲ ἔχειν φαίνεται τὰ δοκιμαζόμενα, καὶ προϲέτι τῆϲ ϲυϲτάϲεωϲ, ἣν κέκτηται κατά γε γλιϲχρότητα καὶ ψαθυρότητα καὶ χαυνότητα πίληϲίν τε καὶ κουφότητα καὶ βαρύτητα· ταῦτα γὰρ ἅπαντα ϲυντελεῖ πρὸϲ τὴν εὓρεϲιν αὐτῶν, ὥϲτε, κἂν εἰϲ ξένην χώραν ἀφικόμενοϲ ἴδῃϲ τι τῶν μήποτε πρόϲθεν ἑωραμένων ϲοι βρωμάτων, ἕξειϲ ἀφορμὰϲ οὐκ ὀλίγαϲ εἰϲ τὴν τῆϲ δυνάμεωϲ αὐτοῦ γνῶϲιν.

ἃ δὲ Μνηϲίθεοϲ ἔγραψε περί τε ῥιζῶν καὶ καυλῶν καὶ φύλλων καὶ καρπῶν καὶ ϲπερμάτων οὐ πάνυ τι βεβαίαν ἔχει τὴν διάγνωϲιν. ἐὰν τῇ διωριϲμένῃ πείρᾳ κρίνῃϲ αὐτά, καθότι καὶ διὰ τῶν ἐφεξῆϲ ἔϲται δῆλον· ἔγνωκα γὰρ ὑπέρ ἑκάϲτου τῶν ἐδεϲμάτων τούτων ἰδίᾳ διελθεῖν, εἰ καὶ μακρότεροϲ ὁ λόγοϲ ἔϲεϲθαι | μέλλει. δυνηϲόμεθα γοῦν αὖθιϲ αὐτὸν ἐν βραχεῖ περιλαβεῖν ἑτέρῳ τινὶ μικροτέρῳ βιβλίῳ, χρηϲίμῳ τοῖϲ τεχνωθεῖϲιν ἐϲομένῳ· μόνη γὰρ ἡ κατὰ διέξοδον ἄϲκηϲίϲ τε καὶ διδαϲκαλία τεχνίταϲ ἀπεργάζεται.

καὶ διὰ τοῦτό μοι δοκοῦϲι καλῶϲ οἱ πολλοὶ λέγειν ἀρίϲτην εἶναι διδαϲκαλίαν τὴν παρὰ τῆϲ ζώϲηϲ φωνῆϲ γιγνομένην, ἐκ βιβλίου δὲ μήτε κυβερνήτην τινὰ δύναϲθαι γενέϲθαι μήτ’ ἄλληϲ τέχνηϲ ἐργάτην· ὑπομνήματα γάρ ἐϲτι ταῦτα τῶν προμεμαθηκότων καὶ προεγνωκότων, οὐ διδαϲκαλία τελεία τῶν ἀγνοούντων. εἴ γε μὴν ἐθέλοιέν τινεϲ καὶ τούτων, ὅϲοι διδαϲκάλων ἀποροῦϲιν, ἐντυγχάνειν ἐπιμελῶϲ τοῖϲ ϲαφῶϲ τε καὶ κατὰ διέξοδον, ὁποίαν ἡμεῖϲ ποιούμεθα, γεγραμμένοιϲ, ὀνήϲονται μεγάλωϲ, καὶ μάλιϲτα ἐὰν πολλάκιϲ ἀναγιγνώϲκειν αὐτὰ μὴ ὀκνῶϲιν.