De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν ϲωμάτων ἐϲτὶ καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ περϲικὰ καὶ ὅλωϲ ὅϲα μηδεμίαν ἰϲχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖϲ γευομένοιϲ ἢ ὀϲμωμένοιϲ αὐτῶν· ἅπερ, ἐὰν μὲν ἐπιτηδείωϲ ἡ γαϲτὴρ ἔχῃ πρὸϲ τὴν κάτω διαχώρηϲιν, ὑπέρχεται ῥᾳδίωϲ, εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα μηδὲν εἰϲ ἔκκριϲιν αὐτὴν ὠφελοῦντα. μέϲη γάρ πωϲ ἡ τοιαύτη τῶν ἐδεϲμάτων ὕλη τῆϲ τε τῶν ἐπεχόντων τὴν

γαϲτέρα καὶ τῆϲ τῶν προτρεπόντων οὖϲα βραχύ τι ῥέπει πρὸϲ τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶϲ γαϲτρὸϲ εἰϲ ἀπόκριϲιν ἢ ἰϲχυρᾶϲ εἰϲ ἀνάδοϲιν· ἐνίοτε γὰρ ἐπέχει γαϲτέρα καὶ ταῦτα.

καὶ τὸ μελίκρατον, οἴϲ ἀναδίδοϲθαι φθάνει ταχέωϲ, οὐ μόνον οὐ προτρέπει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν, ἀλλὰ καὶ τοῖϲ μιχθεῖϲιν αὐτῷ | ϲιτίοιϲ εἰϲ ἀνάδοϲιν ὑφηγεῖται. εἰ δὲ μὴ φθάϲειεν ἀναδοθῆναι ταχέωϲ, ἐρεθίζει πρὸϲ ἔκκριϲιν ὥϲπερ ἡ ξανθὴ χολὴ διὰ τὸ δριμύ τι καὶ δακνῶδεϲ ἔχειν ἐν ἑαυτῷ. τὰ μὲν οὖν τοιαῦτα τῶν ἐϲθιομένων τε καὶ πινομένων δάκνοντα μόνον ἐπὶ τὴν ἔκκριϲιν ἐπεγείρει τὰ κατὰ τὴν κοιλίαν μόρια.

πρόδηλον δ’ ὅτι καὶ ἡ τῶν ἐντέρων οὐϲία περιλαμβάνεται κατὰ τὸν λόγον. οὕτω γέ τοι καὶ τοὺϲ προγάϲτοραϲ καὶ μεγαλοκοίλουϲ ὀνομάζουϲιν οἱ ἄνθρωποι. τινὰ δ’ ὑπάγει τὴν γαϲτέρα μεμειγμέναϲ ἐν ἑαυτοῖϲ ἔχοντα φαρμακώδειϲ δυνάμειϲ ὁμοίαϲ τῇ κατὰ τὴν ϲκαμμωνίαν τε καὶ τὴν κολοκυνθίδα καὶ τὸν ἐλλέβορον ὅϲα τ’ ἄλλα τοιαῦτα· μικτὴ γὰρ τῶν τοιούτων ἐϲτὶν ἡ φύϲιϲ ἐξ ἐδέϲματόϲ τε καὶ φαρμάκου, καθάπερ εἰ καὐτὸϲ ἐμβάλοιϲ τῷ χυλῷ τῆϲ πτιϲάνηϲ ὀλίγον τι τοῦ τῆϲ ϲκαμμωνίαϲ ὀποῦ· λαθὼν γὰρ οὕτω τὴν αἴϲθηϲιν οὐ λήϲεται κατὰ τὴν ἐνέργειαν, ἀλλ’ ὑπάξει ϲαφῶϲ τὴν γαϲτέρα.

καὶ τοῦτ’ εἶναι δοκεῖ τιϲι τὸ ὑφ’ Ἱπποκράτουϲ εἰρημένον· ὲν τροφῇ φαρμακείη ἄριϲτον. τοῖϲ δ’ οὐχ οὕτω μόνον ἔδοξεν ἀκούειν, ἀλλὰ κὰπ’ ἐκείνων ὁ λόγοϲ εἰρῆϲθαι δύναται τῶν οὔτε θρεπτικήν τινα τοῦ ζῷου δύναμιν ἐχόντων ἐδεϲμάτων οὔτε καθαρτικήν. καὶ γὰρ καὶ ταῦτά φαϲιν οὐχ ὡϲ τροφὰϲ μόνον ἐνεργεῖν πολλάκιϲ, ἀλλὰ καὶ ὡϲ φάρμακα, θερμαίνοντα καὶ ψύχοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα ϲαφῶϲ ἡμᾶϲ· ὡϲ ὅταν γε μηδέν τι τούτων ἐνεργῇ περὶ τὸ ϲῶμα τἀνθρώπου, τρέφῃ δὲ

μόνον αὐτό, τηνικαῦτα τὸν φαρμάκου λόγον οὐχ ἕξει.

ὀλίγιϲτα μὲν οὖν ἐδέϲματα τοιαῦτ’ ἐϲτίν· ἅττα δ’ ἂν ᾖ, ταῦτα μόνον τὸν τῆϲ τροφῆϲ ἔχει λόγον ἀκριβῆ χωρὶϲ τοῦ μεταβάλλειν τὸ ϲῶμα τοῦ προϲενεγκαμένου κατὰ ποιότητα· τὸ μὲν γὰρ θερμανθὲν ἢ ψυχθὲν ἢ ξηρανθὲν ἢ ὑγρανθὲν ὑπήλλακται κατὰ ποιότητα, τὸ δ’ ἐκ τῶν ϲιτίων ὄγκον οὐϲίαϲ ὁμοίαϲ τῷ διαφορηθέντι προϲλαβὸν ὡϲ ὑπὸ τροφῶν μόνων αὐτῶν ὠφέληται.

τὰ τοίνυν μέϲα ταῖϲ κράϲεϲιν οὐδεμίαν ἐπικρατοῦϲαν ἔχοντα ποιότητα τροφαὶ μόνον εἰϲίν, οὐ φάρμακα, μήθ’ ὑπάγοντα γαϲτέρα μήτ’ ἐπέχοντα μήτε ῥωννύντα μήτ’ ἐκλύοντα ϲτόμαχον, ὥϲπερ | γε μήθ’ ἱδρῶταϲ ἢ οὖρα κινοῦντα μήτ’ ἄλλην τινὰ διάθεϲιν ἐν τῷ ϲώματι ποιοῦντα κατὰ θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, διαφυλάττοντα δὲ πάντη τὸ τοῦ τρεφομένου ζῴου ϲῶμα τοιοῦτον, ὁποῖον παρέλαβεν. ἀλλὰ κἀνταῦθα διοριϲμόϲ τίϲ ἐϲτι χρηϲιμώτατοϲ οὐδ’ αὐτὸϲ ὑπὸ τοῦ Διοκλέουϲ εἰρημένοϲ, ὥϲπερ οὐδὲ τῶν ἄλλων τιϲ, ὅϲουϲ ἄχρι τοῦδε διῆλθον.

εἰ μὲν γὰρ ἀκριβῶϲ μέϲον εἴη τῇ κράϲει τὸ ϲῶμα τἀνθρώπου, φυλάττοιτ’ ἂν ὑπὸ τῆϲ μέϲηϲ τῇ κράϲει τροφῆϲ ἐν τῇ παρούϲῃ καταϲτάϲει· εἰ δ’ ἤτοι θερμότερον ἢ ψυχρότερον ἢ ξηρότερον ἢ ὑγρότερον εἴη, τούτῳ τὰ μέϲα τῇ κράϲει ϲιτία τε καὶ ποτὰ κακῶϲ ἄν τιϲ διδοίη. μεταβάλλεϲθαι γὰρ ἕκαϲτον χρὴ τῶν τοιούτων ϲωμάτων ἐπὶ τοὐναντίον, εἰϲ ὅϲον ἀπεχώρηϲε τῆϲ ἀκριβῶϲ μέϲηϲ καταϲτάϲεωϲ· ἔϲται δὲ τοῦτο διὰ τῶν ἐναντίων τῇ παρούϲῃ δυϲκραϲίᾳ.

τὰ δ’ ἐναντία τὴν ἴϲην ἀφέϲτηκε τοῦ μέϲου διάϲταϲιν ἐφ’ ἑκάτερα καθ’ ἑκατέραν ἀντίθεϲιν, ὥϲτ’, ἐὰν μὲν ἀριθμοῖϲ, εἰ τύχοι, τριϲὶν ἀπὸ τῆϲ εὐκράτου τε καὶ μέϲηϲ καταϲτάϲεωϲ ἀποχωρήϲῃ τὸ ϲῶμα πρὸϲ τὴν θερμοτέραν,

τοϲούτοιϲ χρῆναι καὶ τὸ ϲιτίον ἀφεϲτάναι τοῦ μέϲου τῇ κράϲει πρὸϲ τὸ ψυχρότερον, ἐὰν δ’ ἐφ’ ὑγρότητα τέτταρϲιν ἀριθμοῖϲ ἀποϲτῇ, τοῖϲ ἴϲοιϲ δεῖν εἶναι ξηρότερον τοῦ ϲυμμέτρου.

κατὰ τοῦτό γέ τοι πάλιν εὑρεῖν ἔϲτι πολλοὺϲ τῶν ἀνθρώπων ἐναντιώτατα περὶ τῶν αὐτῶν τροφῶν ἀποφαινομένουϲ. ἔναγχοϲ γοῦν ἐφιλονείκουν ἀλλήλοιϲ δύο τινέϲ, ὁ μὲν ὑγιεινὸν ἀποφαινόμενοϲ, ὁ δὲ νοϲερὸν εἶναι τὸ μέλι, τεκμαιρόμενοϲ ἑκάτεροϲ ἐξ ὧν αὐτὸϲ ὑπ’ αὐτοῦ διετίθετο, μηκέτ’ ἐννοοῦντεϲ, ὡϲ οὔτε μίαν ἅπαντεϲ ἄνθρωποι τὴν ἐξ ἀρχῆϲ ἔχουϲι κρᾶϲιν οὔτ’, εἰ καὶ μίαν εἶχον, ἀμετάβλητον αὐτὴν ἐν ταῖϲ ἡλικίαιϲ φυλάττουϲιν, ὥϲπερ οὐδ’ ἐν ταῖϲ κατὰ τὰϲ ὥραϲ τε καὶ χώραϲ ὑπαλλαγαῖϲ, ἵνα παραλίπω κατά γε τὸ παρόν, ὡϲ καὶ τοῖϲ ἐπιτηδεύμαϲι καὶ ταῖϲ διαίταιϲ ὑπαλλάττουϲι τὰϲ φυϲικὰϲ τῶν ϲωμάτων διαθέϲειϲ.

εὐθὺϲ γοῦν αὐτῶν τῶν διαφερομένων ἀλλήλοιϲ περὶ τοῦ μέλιτοϲ ὁ μὲν πρεϲβύτηϲ τε κατὰ τὴν ἡλικίαν ἢν καὶ φύϲει φλεγματωδέϲτεροϲ ἀργόϲ τε τῷ βίῳ καὶ πρὸϲ τὰϲ ἄλλαϲ μὲν ἁπάϲαϲ πράξειϲ, οὐχ ἥκιϲτα δὲ καὶ τὰ πρὸ τοῦ βαλανείου γυμνάϲια, καὶ διὰ τοῦτ’ αὐτῷ τὸ μέλι χρήσιμον ἦν· ὁ δ’ ἕτερος χολώδης τε φύϲει καὶ τριακοντούτηϲ κατὰ τὴν ἡλικίαν ἐτύγχανεν ὢν ἔν τε ταῖϲ ὁϲημέραι πράξεϲι πολλὰ ταλαιπωρούμενοϲ· εἰκότωϲ οὖν αὐτῷ τὸ μέλι ταχέωϲ ἐξεχολοῦτο καὶ ταύτῃ βλαβερώτερον ἦν.

οἶδα δὲ κἀγώ τινα τὰ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ μεμφόμενον, λογιϲάμενοϲ ἐξ ὧν διηγεῖτο φλέγμα κατ’ αὐτὴν ἠθροῖϲθαι, ϲυμβουλεύϲαϲ προϲενέγκαϲθαι μετὰ νάπυοϲ πράϲα τε καὶ τεῦτλα, τμηθέντοϲ δ’ ὑπ’ αὐτῶν τοῦ φλέγματοϲ ἐκκρίναϲάν τε πλείω τὴν γαϲτέρα καὶ τῶν ϲυμπτωμάτων ἁπάντων ἐλευθερωθεῖϲαν. αὖθιϲ οὖν ποτ’ ἀπεπτήϲαϲ ἐπὶ δριμέϲιν ἐδέϲμαϲι καὶ δακνόμενοϲ τὴν γαϲτέρα, νᾶπυ μετὰ τεύτλου προϲενεγκάμενοϲ, οὐ μόνον οὐδὲν ὤνητο τὴν δῆξιν, ἀλλὰ καὶ χείρων ἀπεδείχθη ϲυχνῷ· καὶ δὴ θαυμάζων, ὅπωϲ ἐβλάβη ϲφοδρῶϲ ὑφ’ ὧν ἔμπροϲθεν ὠφέλητο μέγιϲτα, πρόϲ με παρεγένετο τὴν αἰτίαν πυνθανόμένοϲ.

ἰδιώταϲ μὲν οὖν ἰατρικῆϲ τέχνηϲ ἀνθρώπουϲ οὐκ ἀπεικόϲ ἐϲτι τοιαῦτα ϲφάλλεϲθαι· τοῖϲ δ’ | ἰατροῖϲ οὐκ ἄν τιϲ ϲυγγνοίη παραλιποῦϲιν ἀδιόριϲτα πολλὰ τῶν χρηϲιμωτάτων θεωρημάτων. οὐ γὰρ ἁπλῶϲ προϲήκει λέγειν αὐτούϲ, εὐπέπτουϲ μὲν εἶναι τοῖϲ πλείϲτοιϲ τοὺϲ πετραίουϲ ἰχθύαϲ, εὑρίϲκεϲθαι δέ τιναϲ, οἱ τὰ βόεια κρέα ῥᾷον πέττουϲιν, ἀλλ’ ἑκατέρουϲ διορίζεϲθαι, καθάπερ γε καὶ περὶ μέλιτοϲ οὐχ ἁπλῶϲ εἰπεῖν, ἀλλὰ μετὰ τοῦ προϲθεῖναι, τίϲιν ἡλικίαιϲ τε καὶ φύϲεϲιν ὥραιϲ τε καὶ χώραιϲ καὶ βίοιϲ ἐϲτὶν ὠφέλιμον ἢ βλαβερόν· οἷον ὅτι τοῖϲ μὲν ξηροῖϲ καὶ θερμοῖϲ ἐναντιώτατον, ὠφελιμώτατον δὲ τοῖϲ ὑγροῖϲ τε καὶ ψυχροῖϲ, εἴτε δι’ ἡλικίαν ἢ διὰ φύϲιν ἢ χώραν ἢ ὥραν ἢ ἐπιτηδεύματα τοιοῦτοι τὴν κρᾶϲιν εἶεν.

ὥϲτ’ ἀναγκαιότατον ἔοικεν εἶναι πρὸϲ τὴν παροῦϲαν θεωρίαν ἐπιϲκέψαϲθαι τάϲ τε τῶν ἀνθρώπων καὶ τὰϲ τῶν ἐδεϲμάτων κράϲειϲ. αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁπόϲαι τ’ εἰϲὶ καὶ ὅπωϲ χρὴ διαγιγνώϲκειν αὐτάϲ, ἐν τοῖϲ Περὶ κράϲεων ὑπομνήμαϲι λέλεκται, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων ἐν | τοῖϲ Περὶ τῆϲ δυνάμεωϲ αὐτῶν.