Ὅτι δὲ τὸ μὲν ἐν τῇ κεφαλῇ καθίδρυται, τὸ δ’ ἐν τῇ καρδίᾳ, τὸ δ’ ἐν τῷ ἥπατι, τοῦτο ἐξ ἀρχῆς προὔκειτο, καὶ δέδεικται διὰ τῶν ἔμπροσθεν ὑπὲρ τῶν δύο μερῶν. ὑπόλοιπον δὲ ἔτι τὸ ἐπιθυμητικὸν ἰδίας ἀποδείξεως δεόμενον, ἣν ἐν τῷδε διέξιμεν, ἐκεῖνο πρότερον ἐν ἀρχῇ τοῦ λόγου προειπόντες, ὡς οὐκ ἐξ ὁμοίως ἐναργῶν, οὐδ’ ἐξ αὐτῆς ἄντικρυς τοῦ ζητουμένου τῆς φύσεως ἡ ἀπόδειξις ἔσοιτο, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ’ ἐκ τῶν τούτῳ συμβεβηκότων ἰδίᾳ. τῶν μὲν γὰρ νεύρων βρόχῳ
520
διαλαμβανομένων ἢ τεμνομένων, ἐφαίνετο τὰ μὲν ἐγκεφάλῳ συνεχῆ μόρια διασώζοντα τὰς ἀρχαίας δυνάμεις, τὰ δ’ ἐπέκεινα τοῦ βρόχου παραχρῆμα καὶ τὴν αἴσθησιν ἀπολλύντα καὶ τὴν κίνησιν. οὕτω δὲ καὶ τῶν ἀρτηριῶν αἱ μὲν τῇ καρδίᾳ συνεχεῖς τὰς ἀρχαίας ἐνεργείας ἐργάζονται, αἱ δ’ ὑπὸ τοῦ βρόχου διειργόμεναι τελέως ἄσφυκτοι γιγνόμεναι. καὶ μέντοι καὶ τὰ παθήματα τῆς ψυχῆς, ὅσα κατὰ τοὺς θυμούς τε καὶ τοὺς φόβους συμπίπτει, προφανῶς ἐξιστάντα τὴν καρδίαν ἐφαίνετο τῆς κατὰ φύσιν ἐνεργείας. ἐμνημονεύσαμεν δὲ καὶ ὅσα θλιβόμενος ὁ ἐγκέφαλος ἢ τιτρωσκόμενος εἰς τὰς κοιλίας ἅπαν βλάπτει τὸ σῶμα, καὶ ὡς καὶ ταῦτ’ ἐναργῶς ἐνδείκνυται κινήσεώς τε καὶ αἰσθήσεως ἀρχὴν ὑπάρχειν αὐτόν. ἐπὶ δὲ τοῦ ἥπατος οὐδὲν τοιοῦτον ἔχομεν ἐπιδεικνύειν, οὔτ’ εἰ γυμνώσαντες αὐτὸ θλίβομεν, οὔτ’ εἰ βρόχῳ τὰς φλέβας διαλαμβάνομεν. οὔτε γὰρ ἐναργοῦς ἐστι κινήσεως ἡ ἀρχὴ, καθάπερ ἡ μὲν καρδία τῆς σφυγμικῆς, ὁ δ’ ἐγκέφαλος τῆς αἰσθητικῆς τε καὶ προαιρετικῆς, οὔτ’ ὀξείας βλάβης αἴτιον, ὡς ἐκείνων ἑκάτερον, ἀλλ’ ἐν τῷ χρόνῳ βλάπτεται τὸ ζῶον εἰς ἀτροφίαν τε καὶ
521
ἄχροιαν, ἥπατος ἀτονήσαντος. ὡσαύτως δὲ καὶ τὸ μέρος, εἰς ὅπερ ἂν ἐμβάλλουσαν φλέβα βρόχῳ διαλάβῃς, ἢ καὶ παντάπασιν ἐκκόψῃς, ἀτροφώτερόν τε καὶ ἀχρούστερον ἐν πλέονι χρόνῳ φαίνεται γιγνόμενον, οὐ μὴν ἔν γε τῷ παραυτίκα βλαπτόμενον οὐδὲν, ὅ τι ἄξιον λόγου. τοιαύτης γὰρ δυνάμεως ἀρχὴ τὸ ἧπαρ, οἵα καὶ τοῖς φυτοῖς ὑπάρχει. καλείσθω γὰρ ἔν γε τῷ παρόντι δύναμις, ὕστερον ἐπιδειξόντων ἡμῶν ἀκριβέστερον, ὡς πολλῶν ἐστι δυνάμεων ἀρχὴ τὸ ἧπαρ, καὶ κάλλιον οὐσίαν ψυχῆς ὀνομάζειν, οὐ δύναμιν, ἐν ἑκάστῳ τῶν τριῶν σπλάγχνων περιεχομένην, ἐν ἐγκεφάλῳ μὲν λογιστικὴν, ἐν καρδίᾳ δὲ θυμοειδῆ, κατὰ δὲ τὸ ἧπαρ ἐπιθυμητικὴν, ἢ φυτικὴν, ἢ γεννητικὴν, ἢ, ὡς οἱ περὶ τὸν Ἀριστοτέλην, θρεπτικὴν, ἀφ’ ἑνὸς ἑκάστου τοὔνομα θέμενοι, ἀπὸ μὲν τοῦ φύειν φυτικὴν, ἀπὸ δὲ τοῦ τρέφειν θρεπτικὴν, ἀπὸ δὲ τοῦ γεννᾷν γεννητικήν· ὁ δὲ Πλάτων ἀπὸ τοῦ πλήθους τῶν ἐπιθυμιῶν ἐπιθυμητικήν. οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν. ὀνομαζέτω μὲν οὖν
522
ἕκαστος, ὡς ἂν ἐθέλῃ, περὶ δὲ τῶν ἐναργῶς τοῖς πράγμασι διαφορῶν ἀποδείξει πιστούσθω, καθάπερ ἡμεῖς ἐπὶ μὲν ἐγκεφάλου καὶ καρδίας ἔμπροσθεν ἐποιήσαμεν, ἐφ’ ἥπατος δὲ κατὰ τὸν ἐνεστῶτα λόγον ὁρμώμεθα διελθεῖν. ἀρξόμεθα δ’ ἀπὸ τῶν ἐναργεστέρων, ἵν’ ὥσπερ γυμνασθέντες ἐν τούτοις ῥᾷον ἐξεύρωμέν τι τῶν ἀμυδροτέρων, ἅμα τε προτάσεων εὐπορήσωμεν εἰς αὐτά. ἐναργέστερον δ’ ἐστὶν ἀπὸ τῶν φλεβῶν ἄρξασθαι καὶ ζητῆσαι, πότερον καὶ τούτων ἐστὶν ἀρχὴ τὸ ἧπαρ, ὡς ἀρτηριῶν μὲν ἡ καρδία, τῶν νεύρων δ’ ὁ ἐγκέφαλος, ἢ, καθάπερ ἔνιοι νομίζουσιν, οὐ ταῖς ἀρτηρίαις μόναις, ἀλλὰ καὶ ταῖς φλεψὶν ἐπιπέμπει τὰς φυσικὰς δυνάμεις ἡ καρδία. κάλλιστον οὖν εἰς τοῦτο περὶ τῆς κατὰ τὰ φυτὰ γεννήσεώς τε ἅμα καὶ διοικήσεως ἐπισκέψασθαι πρότερον· εἰκὸς γάρ που, μόνην ἐκείνοις ὑπάρχουσαν τὴν ζητουμένην δύναμιν ἐναργέστερα τεκμήρια τοῦ μέρους, ὅθεν ὁρμᾶται, παρασχέσθαι. καταβληθέντος εἰς τὴν γῆν σπέρματος οὑτινοσοῦν, εἰ μὲν αὐχμώδης εἴη, πλέον οὐδὲν εἰς φυτοῦ γένεσιν αὐτὸ περιεργάσεται τὸ σπέρμα, πᾶσαν
523
αὐτοῦ τὴν ἔμφυτον ἰκμάδα πρὸς ἑαυτὴν τῆς γῆς ἑλκυσάσης· μετρίως δ’ ὑπαρχούσης ὑγρᾶς, μαλακὸν γίνεται τὸ σπέρμα, διοιδίσκεται δὲ κατὰ τὸ περιέχον αὐτὸ σύμφυτον σκέπασμα τὸ οἷον δέρμα, καὶ ῥήγνυται μὲν πρῶτον, ἀερωθείσης τῆς κατὰ τὸ σπέρμα νοτίδος· εἶθ’ ἑξῆς ἀποτείνεται κατὰ τὸ ῥαγὲν ἀποβλάστημά τι λεπτὸν καὶ μαλακὸν εἰς ἄμφω τὰ μέρη, τό τε ἄνω τοῦ σπέρματος ὡς πρὸς τὸν ἀέρα καὶ τὸ κατὰ βάθους τῆς γῆς. καὶ ταῦτα συνεχῆ φαίνεται τὴν αὔξησιν ποιούμενα καὶ φερόμενα διὰ παντὸς εἰς ἅπερ ἀρχῆθεν ὥρμησε. καὶ τοῦ χρόνου προϊόντος εἰ τὸ σπέρμα δένδρου τινὸς εἴη μεγάλου σπέρμα, τὸ μὲν εἰς τὸν ἀέρα φερόμενον αὐτοῦ πρέμνον γίγνεται, τὸ δ’ εἰς τὸ βάθος τῆς γῆς ῥίζα, καὶ σχίζεταί γε πολλὰς σχίσεις ἑκάτερον, εἰ πολυσχιδοῦς εἴη δένδρου τὸ σπέρμα. μία μὲν οὖν ἀρχὴ τῆς γενέσεώς ἐστι καὶ τῆς αὐξήσεως ἅπασι τοῦ φυτοῦ τοῖς μέρεσιν ὁ τόπος ἐκεῖνος, ὅθεν ἄνω μὲν τὸ πρέμνον, ἡ δ’ ἀρχὴ τῆς ῥιζώσεως κάτω γίγνεται, καὶ φαίνεται καθάπερ ἔκ τινος ἑστίας ἡ διοικοῦσα τὸ δένδρον δύναμις ἐκεῖθεν ὁρμωμένη.
524
κινεῖται μὲν οὖν τὰς ἐναντίας κινήσεις, εἰς μὲν τὸ κάτω καὶ τὸ βάθος τῆς γῆς ἔν τε τῷ κατασχίζειν τὸν βλαστὸν πολυμερῶς εἰς πολλὰς τὰς πρώτας ῥίζας αὐξάνειν ἀρχομένας· εἰς δὲ τὸ ἄνω κλάδους μέν τινας ἀποφύουσιν τοῦ στελέχους, ἐκείνους δ’ αὖθις εἰς ἑτέρους σχίζουσιν μέχρι τῶν ἐσχάτων καὶ λεπτοτάτων βλαστῶν. καὶ ἔοικε τὸ μὲν ἄνω μέρος ἅπαν, ὅπερ ἐστὶ τὸ δένδρον, ἕνεκεν ἑαυτοῦ τε καὶ τοῦ καρποῦ διαπλάττειν, τὸ κάτω δ’ ὑπὲρ τῆς κατὰ τὴν τροφὴν εὐπορίας. ὁποῖον γάρ τι τοῖς ζώοις ἐστὶ τὸ στόμα, τοιοῦτον τοῖς φυτοῖς τὸ πέρας τῆς ῥιζώσεως ἀτεχνῶς φάναι δοκεῖ, στοματίων πολλῶν ἑλκόντων ἐκ τῆς γῆς τροφὴν ὑπὸ τῆς φύσεως δεδημιουργημένην. ἄγε δή μοι τὴν εἰκόνα κᾀπὶ τὰ ζῶα. καὶ πρῶτον μὲν ἐπίσκεψαι τὴν μεγίστην ἀρτηρίαν, ἥτις ὥσπερ πρέμνον ἐκφύουσα τῆς καρδίας διασχίζεται, τῷ μὲν ἑτέρῳ μέρει τῷ μικροτέρῳ πρὸς τὴν κεφαλὴν ἀναφερομένη, θατέρῳ δὲ τῷ μείζονι κατὰ τῆς ῥάχεως ἐκτεταμένη. θέασαι δ’ ἑξῆς ἅπαντ’ αὐτῆς τὰ βλαστήματα πάντοσε τοῦ σώματος φερόμενα καθ’ ὃν ἐν τῷ πρώτῳ γράμματι λέλεκται
525
τρόπον, ἑτέραν δ’ ἀρτηρίαν ἐκ τῆς αὐτῆς κοιλίας τῆς καρδίας ἐκφερομένην, τὴν εἰς τὸν πνεύμονα κατασχιζομένην ἀνάλογον τῷ καθήκοντι μέρει τῆς ῥιζώσεως εἰς τὴν γῆν. ὥσπερ γὰρ ἐκ τῆς γῆς τὰ φυτὰ διὰ τῶν ῥιζῶν ἅπασαν ἐπισπᾶται τὴν τροφὴν, οὕτως ἐκ τοῦ πνεύμονος ἡ καρδία τὸν ἀέρα διὰ τῶν εἰρημένων ἀρτηριῶν. αὗται δύο μὲν τῆς καρδίας ἐκπεφύκασιν ἀρτηρίαι, μέγισται τῶν οἰκείων ἀποβλαστημάτων ἑκάτεραι. καὶ καθάπερ ἐν τῷ φυτῷ τὸ μὲν ἐξέχον τῆς γῆς τὸ πρέμνον ἐστὶν ἁπάντων εὐρύτατον τῶν ἄλλων, τὸ δ’ εἰς τὰς ῥίζας σχιζόμενον ἁπάντων καὶ τοῦτ’ εὐρύτατον τῶν κάτω, τὸ μέσον δ’ ἀμφοῖν ἡ ἀρχὴ τοῦ φυτοῦ, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν οἷον στέλεχος ἀρτηρία μεγίστη τῶν καθ’ ὅλον ἐστὶ τὸ ζῶον, ἡ δ’ εἰς τὸν πνεύμονα τὴν ἔμφυσιν ἔχουσα τῶν ἐν ἐκείνῳ πασῶν, αὐτὴ δὲ ἡ καρδία μέση τ’ ἀμφοτέρων ἐστὶ καὶ ἀρχὴ τῶν διοικουσῶν αὐτὰ δυνάμεων. ἀνδρί τε περὶ φύσιν δεινῷ καὶ χωρὶς τῶν εἰρημένων εὔδηλον, ὡς τὰ μείζω τῶν ἐλαττόνων ἀρχαὶ, καθάπερ γε καὶ ἡ πηγὴ τῶν ὀχετῶν, εἰς οὕς διανέμεται. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν ἀλογίας, ὡς
526
τῆς ἀρχῆς τὰ μετ’ αὐτὴν μείζω νομίζειν, ἐξαπατώμενοι πρὸς τῶν ποταμῶν, οἵ μικροὶ παντάπασι πρὸς ταῖς πηγαῖς ὄντες αὐξάνονται προϊόντες, οὐκ ἐξ ἀνάγκης ἀεὶ γιγνομένου. τινὲς μὲν γὰρ αὐτῶν ἑτέρους ὑποδεχόμενοι ποταμοὺς εἰκότως αὐξάνονται, τινὲς δ’ ὀχετῶν ἀποσχιζομένων σμικρύνονται. ποταμὸς δὲ οὐδεὶς ἐκ μιᾶς ὁρμώμενος πηγῆς ἐλάττονα τὴν κεφαλὴν ἔχει τῶν ἐφεξῆς· εἰ δὲ ἐκ πολλῶν ἀθροίζοιτο πηγῶν, εὔλογον δήπου τὸ ὅλον ἑκάστης αὐτῶν γενέσθαι μείζονα. καὶ χωρὶς δὲ τοῦ παραδείγματος, εἰ τὰ κατὰ τὸ σῶμα τῶν ζώων ἀγγεῖα τὰ μικρότερα τῶν μειζόνων ἀρχὰς θησόμεθα, μαχεῖται πρὸς ἑαυτὸν ὁ λόγος ἐν ἅπαντι μορίῳ τοῦ σώματος ἀναγκαζόμενος ὁμολογεῖν ἀρχὴν εἶναι τῶν ἄλλων τριῶν ὀργάνων, ἀρτηρίας, καὶ νεύρου, καὶ φλεβός. ὥστ’, εἰ οὕτως ἔτυχε, τὴν πτέρναν ἢ τὸν δάκτυλον ἀρχὴν εἶναι τῆς μεγίστης ἀρτηρίας, καὶ τῆς κοίλης φλεβὸς, καὶ τοῦ νωτιαίου· ταυτὶ γὰρ ὥσπερ τινὰ πρέμνα, τὸ μὲν ἀρτηριῶν ἐστι, τὸ δὲ φλεβῶν, τὸ δὲ νεύρων. ὥστ’ ἴσως ὁ τοῦτον τὸν λόγον εἰσηγούμενος οὐδὲ τὰ βλαστήματα τῶν δένδρων, οὐδὲ τὰ πέρατα τῶν ῥιζῶν αἰσχύνεται λέγειν ἀρχὰς
527
τοῦ φυτοῦ. καίτοι τά γε πέρατα τῶν ῥιζῶν ἀρχαὶ τροφῆς τοῦ δένδρου δύναιτ’ ἂν λέγεσθαι παραπλησίως ταῖς εἰς τὴν γαστέρα καθηκούσαις φλεψὶ καὶ ταῖς εἰς τὸν πνεύμονα κατασχιζομέναις ἀρτηρίαις. ἁπλῶς δ’ ἅπαντα τῶν φλεβῶν τὰ πέρατα λέγειν ἀρχὰς ἀτοπώτατον. οὔτε γὰρ τῆς τροφῆς οὐδὲν αὐτῶν ἀρχὴ πλὴν τῶν εἰρημένων, οὔτε τῆς διοικούσης δυνάμεως· οὕτως γὰρ ἅπαν ἔσται μόριον ἀρχή. εἰ δέ τινα μὲν ἀρχὰς ἐροῦσι τῶν περάτων, τινὰ δ’ οὐκ ἀρχὰς, ἀναπόδεικτον ὑπόθεσιν θήσονται. τί γὰρ μᾶλλον τάδε τῶνδε νομιστέον ἀρχὰς, οἷον τὰ κατ’ ἐγκέφαλον τῶν κατὰ πνεύμονα, καὶ τούτων τὰ κατὰ τὸ ἧπαρ, ἢ τὸν σπλῆνα, κᾀκείνων τὰ κατ’ ἄλλο τι μόριον ἢ σπλάγχνον; ἐγὼ τοῦτον τὸν λόγον οὐδ’ ὅτε μειράκιον ὂν ἤκουσα παρὰ τοῦ διδασκάλου Πέλοπος, ἐπιδεικνύναι πειρωμένου τὸν ἐγκέφαλον ἁπάντων τῶν ἀγγείων ἀρχὴν, οὔτ’ ἐν τῷ παραχρῆμα προσηκάμην, οὔθ’ ὕστερον ἀνασκεπτόμενος ἐπῄνεσα. τὰ δ’ ἀπὸ τῆς κεφαλῆς καταφέρεσθαι λεγόμενα τέτταρα ζεύγη φλεβῶν ἐμβεβλῆσθαί τέ μοι δοκεῖ
528
τοῖς ἐπιγραφομένοις Ἱπποκράτους συγγράμμασι καὶ διεσκευάσθαι φανερῶς. οὐδὲν γοῦν αὐτῶν δείκνυται, καίτοι τἄλλα τὰ περὶ φλεβῶν εἰρημένα πρὸς Ἱπποκράτους, ἅπερ ἔγραψεν πάντα κατὰ τὴν περὶ τῆς Ἱπποκράτους ἀνατομῆς πραγματείαν, ὡμολόγηται τοῖς ἀνατομικοῖς ἀνδράσι, καὶ δείκνυται καὶ πρὸς ἡμῶν. τὰ τέτταρα δὲ ἐκεῖνα ζεύγη, πρὸς τῷ μηδ’ ὑφ’ ἑνὸς ἄλλου λέγεσθαι τῶν ἀνατομικῶν, οὐδὲ δείκνυται πρός τινος. ἀλλ’ ἔνιοι μὲν τῶν τιθεμένων αὐτὰ πιστεύειν Ἱπποκράτει φασὶ, κᾂν οὗτοι μὴ δύνωνται δεικνύειν, ὡς περὶ λόγῳ θεωρητοῦ πράγματος, οὐκ αἰσθητοῦ, διαλεγόμενοι, τινὲς δ’ ἐπαγγέλλονται μὲν δείξειν, ἔδειξαν δ’ οὐδέποτε. τὸ μὲν οὖν ἐν ἑτέρῳ τινὶ γράφεσθαι βιβλίῳ τῶν προφανῶς νόθων τὰ τέσσαρα ζεύγη τῶν φλεβῶν οὐδὲν θαυμαστόν· εὑρίσκεται δὲ καὶ κατὰ τὴν τελευτὴν τοῦ περὶ φύσεως ἀνθρώπου, δευτέρου δὲ τοῦ περὶ διαίτης, ᾧ τὴν ἀνατομὴν τῶν βιβλίων ἐμβεβλήκασιν, οὐδένα λόγον ἔχουσαν τῇ διαίτῃ συνῆφθαι. πολὺ γὰρ ἦν πιθανώτερον, οὐ τούτῳ τῷ μέρει τοῦ
529
γράμματος, ἀλλὰ τῷ προτέρῳ συνάπτειν αὐτήν. ἀλλὰ γὰρ ὁ διασκευάζων ᾤετο λήσεσθαι μᾶλλον, ἢ εἰ τῷ τέλει παρέγραψεν. ὅτι δ’ οὐδὲ τῷ προτέρῳ μέρει προσαρμόττεσθαι λόγον εἶχεν, εὔδηλόν ἐστιν ἅπασι τοῖς ἀνεγνωκόσι τὸ σύγγραμμα. ζητεῖ γὰρ ἐν αὐτῷ φύσιν ἀνθρώπου τὴν ὡς ἐκ στοιχείων, οὐ τὴν ἐξ ἀνατομῆς φαινομένην. ἀλλ’ ὅτι μὲν οὐκ ἔστι γνήσιος οὔθ’ Ἱπποκράτους οὔτε Πολύβου τῶν εἰρημένων φλεβῶν ἡ ἀνατομὴ, καὶ πρὸ ἡμῶν μὲν ἑτέροις ἀποδέδεικται, καὶ ἡμεῖς δ’ ἂν, εἰ θεὸς δοίη ποτὲ περὶ τῶν γνησίων Ἱπποκράτους συγγραμμάτων πραγματεύσασθαι, διὰ πλειόνων ἐπιδείξομεν, ἥτις ἐστὶν Ἱπποκράτους γνώμη περὶ φλεβῶν ἀρχῆς, ἣν ἐκ τε τοῦ περὶ τροφῆς ἔνεστι λαβεῖν καὶ ἐκ τοῦ δευτέρου τῶν ἐπιδημίων. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἀναβεβλήσθω. δεῖξαι γὰρ πρότερον ὃ λέγων ἀπέλιπον ἔγνωκα, ὅτι κᾀν τοῖς φυτοῖς μὲν ἀρχὴ καὶ γενέσεως καὶ διοικήσεως τὰ μείζω σώματα τῶν μικροτέρων ὑπάρχει, οὐχ ἥκιστα δὲ κᾀν τοῖς ζώοις. ἐπάνειμι γὰρ αὖθις ὡς τὸν Πέλοπα συγχωροῦντα τὸν ἐγκέφαλον
530
ἁπάντων εἶναι τῶν νεύρων ἀρχήν. ὁμολογεῖ γοῦν καὶ αὐτὸς, ἀπ’ ἐγκεφάλου φυόμενα δύο νεῦρα διασπείρεσθαι τοῖς κατ’ ὀφθαλμοὺς μυσὶν ἐκ μιᾶς καὶ παχείας ἐκφύσεως εἰς μικρὰ καὶ πολλὰ σχιζόμενα. τούτων δ’ ἔτι μᾶλλον ἡ ἐφεξῆς συζυγία παχίστη μέν ἐστιν ἐκφυομένη, τέμνεται δ’ εἰς πάμπολλα μικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόμα διανεμομένη μορίοις, ὥσπερ γε καὶ ἡ μετ’ αὐτήν. ἵνα δὲ μὴ τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἐξ ἐγκεφάλου ἐκφυόμενος βλαστάνειν αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέμνον ἀριθμοῦ παμπόλλου νεύρων οἷον κλάδων ἀποφυομένων αὐτοῦ. ταῦτα μὲν οὖν ἀληθῆ τ’ ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωμένοις ὁμολογούμενα, τὸ δὲ τὰ μικρὰ τῶν μεγάλων ἀρχὰς εἶναι μάχεται μὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινομένοις, (ἀεὶ γὰρ ἐν τούτοις τὰ μείζω τῶν μικροτέρων ἀρχαὶ,) μάχεται δὲ, ὡς εἴρηται, καὶ τοῖς κατὰ τὰ φυτὰ, καὶ προσέτι τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γὰρ ἐστιν ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι. φαίνονται γοῦν αἱ μὲν ἀρτηρίαι, πρὶν ἐκτμηθῆναι τοῦ ζώου, τὴν
531
κίνησιν ἀπολλύουσαι σαφῶς, ἐπειδὰν βρόχῳ διαληφθῶσι, μήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόμεναι, μόνη δ’ ἡ καρδία πάντων τῶν ἐν τῷ ζώῳ μορίων ἐξαιρουμένη μέχρι πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ κινήσεως ἑαυτῇ τε καὶ τοῖς ἀφ’ ἑαυτῆς· αἱ δ’ ἀρτηρίαι ἀποχωρισθεῖσαι αὐτῆς ἢ βρόχοις ἢ τομαῖς ἅμα τῷ πάθει καὶ τὴν κίνησιν ἀπολλύουσιν. ἀλλ’ εἴπερ ἀναίσχυντόν ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ μέγιστα μόρια τῶν ἀρτηριῶν ἀρχαὶ τῶν μικροτέρων γενήσονται. εὐρύταται οὖν ἁπασῶν εἰσι τοῦ ζώου ἀρτηριῶν αἱ τῆς καρδίας ἐκφυόμεναι, παχύταται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαὶ, καθάπερ ἐν τοῖς φυτοῖς παχύτατον μὲν τὸ πρέμνον ἁπάντων τῶν κλάδων, παχίστη δ’ ἡ ῥίζωσις τῶν ῥιζῶν. ὀνομάζω δὲ ῥίζωσιν, ὅπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυον τὸ κάτωθεν μέρος ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης, ἐντεῦθεν ἐπὶ τὰ ζῶα μεταφέρων τοὔνομα, ῥίζωσιν εἰρηκέναι τῶν μὲν ἀρτηριῶν τὴν καρδίαν, τῶν δὲ φλεβῶν τὸ ἧπαρ. ὡς γὰρ ἀπὸ τῆς ῥιζώσεως τῶν φυτῶν
532
αἱ ῥίζαι μὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν αὐτὸν τρόπον ἐκ μὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύμονα καὶ ἡ εἰς ὅλον τὸ ζῶον, ἐκ δὲ τοῦ ἥπατος ἥ τ’ εἰς τὴν κατὰ τὴν γαστέρα καὶ εἰς τὸ σύμπαν σῶμα. ῥίζαι μὲν οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέβες, ὡς καὶ τοῦτ’ αὐτὸς Ἱπποκράτης ἔδειξε, φάμενος· ὡς γὰρ τοῖς δένδροις ἡ γῆ, οὕτω τοῖς ζώοις ἡ γαστὴρ, τὸ δ’ οἷον πρέμνον ἡ κοίλη φλέψ ἐστιν, ἐκ μὲν τῶν κυρτῶν τοῦ ἥπατος ἐκπεφυκυῖα, φερομένη δ’ ἐκ τοῦ ἥπατος εὐθεῖα πρὸς ἑκάτερα τοῦ ζώου τὰ μέρη, τό τε ἄων καὶ τὸ κάτω. εὐρύτατον μὲν οὖν αὐτῆς ἐστι τὸ κάτω τοῦ ἥπατος, ἧττον δ’ εὐρὺ τὸ διὰ τῶν φρενῶν ἀνατεταμένον, ἔλαττον δὲ ἀμφοτέρων τὸ τῇ καρδίᾳ ἐμφυόμενον. καίτοι, εἴπερ εἴη ἡ καρδία τῆς κοίλης φλεβὸς, ὡς καὶ τῆς μεγάλης ἀρτηρίας, ἀρχὴ, μέγιστον ἂν ἦν, οἶμαι, τὸ συνεχὲς αὐτῆς μέρος.
Εἰ δέ τις οἴεται τῆς μὲν δυνάμεως ταῖς φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ’ ὕλης τὸ ἧπαρ, ἐντεῦθεν γὰρ ὁρμᾶσθαι τὸ αἷμα, καὶ διὰ τοῦτ’ εὐρυτέραν εἶναι τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω μόρια τὰ κάτω τοῦ
533
ἥπατός ἐστιν, οἷς ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφὴν, οὗτός μοι δοκεῖ δι’ αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν ἃ μὴ βούλεται. τὸ γὰρ ἐξ ἥπατος ὁρμᾶσθαι τὸ αἷμα τί ἄλλο ἐστὶν, ἢ τὴν γεννῶσαν αἷμα δύναμιν ἐν τούτῳ τῷ σπλάγχνῳ περιέχεσθαι; εἴπερ οὖν ἕνεκα μὲν τοῦ τρέφεσθαι τὸ ζῶον ἡ τοῦ αἵματός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται τὸ αἷμα, τῆς θρεπτικῆς δυνάμεως ἀρχὴ τοῦτ’ ἔσται τὸ σπλάγχνον, οὐχ ἡ καρδία. τὸ γὰρ προνοούμενον ὕλης ἐπιτηδείου πρὸς θρέψιν ἅπαντι τῷ σώματι, τοῦτ’ εὔλογον ἀρχὴν εἶναι τῆς θρεπτικῆς τε καὶ φυτικῆς δυνάμεως, ὥσπερ, οἶμαι, κᾀν τοῖς φυτοῖς ἐκεῖνο τὸ μέρος, ὃ ῥίζωσιν ἐκαλοῦμεν. ἕλκει τε γὰρ ἐφ’ ἑαυτὸ διὰ παμπόλλων ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν, ἐπιπέμπει τε προκατεργασάμενον ἅπαντι τῷ φυτῷ διὰ τοῦ στελέχους. εἰ γὰρ καὶ τῆς αὐτῆς δυνάμεως, ὥσπερ καὶ τῆς σφυγμικῆς, ἀρχὴν θησόμεθα τὴν καρδίαν, ἐκ τοῦ περιττοῦ τὸ ἧπαρ ἡ μηδὲν μάτην ἐργαζομένη φύσις ἐποίησεν· ἦν γὰρ δή που κατὰ τὴν καρδίαν αἱματοῦσθαι τὴν τροφήν. ἀλλ’ ὡς εἰς μέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ
534
τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ. πιθανὸς μὲν ὁ λόγος, οὐ μὴν ἀληθής γε. φαίνεται γὰρ οὐχ ὡς ὑπηρέτης ἡγουμένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ ἧπαρ, ἀλλ’ ὡς αὐτὸς ὁ ἡγούμενος ἐξουσίαν ἔχων τοῦ διανέμειν αὐτήν. ἐναργῆ δὲ παραδείγματα κατ’ αὐτὸ τοῦ ζώου τὸ σῶμα πάρεστι θεάσασθαι. πάντα γοῦν, ὅσα προπαρασκευάζει τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάττει, καὶ οὔτ’ ἐκ πνεύμονος ἄλλη τις ὁδὸς ἑτέρωσε τέτμηται, πλὴν μιᾶς τῆς εἰς τὴν καρδίαν, οὔτ’ ἐκ κοιλίας τε καὶ ἐντέρων ἑτέρωσε, πλὴν εἰς ἧπαρ, οὔτ’ ἐκ τοῦ δικτυοειδοῦς πλέγματος ἑτέρωσε, πλὴν εἰς ἐγκέφαλον, οὔτ’ ἐκ τῶν τὸ σπέρμα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι, πλὴν τῶν ὄρχεων. οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πόροι πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν συνημμένην δηλονότι ἥπατι κύστιν, ἐντεῦθέν τε εἰς τὴν νῆστιν ἐκπέμπουσιν, καθάπερ οἱ νεφροὶ τὸ οὖρον, εἰς τὴν μίαν δηλονότι κύστιν. οὐκοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷμα
535
προπαρασκευάσον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέμειν αὐτὸ τῇ παρασκευῇ ἡμίεργον ἐπιστεύθη ἄν. οὔτε γὰρ ὑπηρέτου τὸ τοιοῦτον ἔργον, ἀλλ’ ἡγεμόνος καὶ ἄρχοντος, οὔθ’ ὕλης ἐλλιπῶς παρεσκευασμένης τὸ πάθος· ὑπηρέτου γάρ ἐστι τὸ παρασκευάζειν μόνον, ὕλης τ’ ἐλλιποῦς ἐστι τὸ μὴ διανέμεσθαι. καὶ μὴν οὔθ’ ὡς ὑπηρέτης τὸ ἧπαρ, ἀλλ’ ὡς ἄρχων, οὔθ’ ὡς ὕλην ἐλλιπῆ τὸ αἷμα διανέμειν πεπίστευται. πάντα γὰρ ὅσα κάτω τοῦ διαφράγματός ἐστι τοῦ ζώου μόρια παρ’ ἥπατος ἀναμφισβητήτως ἔχει τὸ αἷμα, καίτοι πλείω τῶν ἡμίσεών ἐστι. μᾶλλον δ’ ὅτι καὶ αὐτὸ τὸ διάφραγμα, καὶ ὁ περικάρδιος ὑμὴν ἅμα τοῖς ἄλλοις ὑμέσι τοῖς πλησίον, ὅσοι τε διαφράττουσι τὸν θώρακα, καὶ ὅσοι περιαλείφουσι τὸν πνεύμονα, τὴν τροφὴν ἐκ τῆς κοίλης ἔχει, πρὶν ἐπὶ τὴν καρδίαν ἀφικέσθαι, διδαχθῶμεν, ὑπὸ τῆς ἀνατομῆς εἰσόμεθα τὰ πλείω τῶν τοῦ ζώου μορίων ἐξ ἥπατος τρεφόμενα προφανῶς τε καὶ ἀναμφισβητήτως. ἐπιδειχθήσεται μὲν γὰρ ὀλίγον ὕστερον, ὅτι καὶ τὸ ἄνω τῆς καρδίας ἅπαν ἐξ ἥπατος ἔχει τὴν τροφήν. ἀλλὰ τό γ’
536
ἀναμφισβήτητον ἤδη λαμβανέσθω τὸ τὰ κάτω τῆς καρδίας ἐξ ἐκείνου τρέφεσθαι, ἀλλὰ καὶ αὐτοῦ τοῦ θώρακος ὅλα τὰ κάτω μέρη. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὰ ἄλλα σύμπαντα τὰ κατὰ τὰς ἀνατομὰς φαινόμενα, καὶ πρῶτόν γε καὶ μέγιστον ἡ κάθαρσις τῶν περιττωμάτων τοῦ αἵματος. ὡς γὰρ συμπεπληρωμένῃ τῇ τοῦ χυμοῦ γενέσει καὶ τὸ προσῆκον εἶδος ἐχούσῃ παρεσκεύασεν ἡ φύσις ὄργανα καθαρτικὰ τῶν περιττωμάτων, νεφροὺς καὶ σπλῆνα καὶ τὴν χοληδόχον κύστιν. οὐδ’ ἔστιν ἄλλο τέταρτον οὐδ’ ἐπινοῆσαι περίττωμα τροφῆς ἢ ὕλης ἡστινοσοῦν ὑπὸ θερμοῦ μεταβαλλομένης, ἀλλὰ τὰ πλεῖστα τρία τὸν ἀριθμόν ἐστι. τουτὶ γὰρ δέδεικταί μοι δι’ ἑτέρων ἤδη πραγματειῶν, αὖθίς τε δειχθήσεται κατὰ τὴν ἐνεστῶσαν ἐπὶ προήκοντι τῷ λόγῳ πραγματείαν. νυνὶ δ’ εἴρηται μὲν, ὡς μηδὲν τῶν ἀληθῶν παραλείποιτο, τῆς δ’ ἐξ αὐτοῦ πίστεως οὐδὲν δεῖ τοῖς παροῦσιν. ὁμολογεῖται γὰρ ἥ τε τῶν νεφρῶν ἐνέργεια καὶ ἡ τῆς χοληδόχου κύστεως ἐκκαθαίρειν τὸ αἷμα. κατὰ δὲ τὴν καρδίαν οὔτ’ ἄλλο τι καθαρτικὸν ὄργανον ἡ φύσις ἐποίησεν,
537
οὔτ’ ἄλλον ἐργάζεται χυμόν. ὅμοιον γὰρ τό τ’ ἐν τῇ δεξιᾷ κοιλίᾳ τῆς καρδίας αἷμα καὶ τὸ κατὰ πάσας τὰς φλέβας ὅλῳ τῷ ζώῳ, καθάπερ γε καὶ τὸ κατὰ τὰς ἀρτηρίας ἁπάσας ὅμοιόν ἐστι τῷ κατὰ τὴν ἀριστερὰν κοιλίαν. τουτὶ μὲν οὖν ὡς τὰ πολλὰ λεπτότερόν τ’ ἐστὶ καὶ ξανθότερον, ἔσθ’ ὅτε δὲ καὶ τἀναντία, παχύτερόν τε καὶ μελάντερον, ἀεὶ μέντοι θερμότερον αὐτό ἐστι. τὸ δὲ κατὰ τὴν δεξιὰν κοιλίαν αἷμα τὴν αὐτὴν ἰδέαν ἔχει τῷ τ’ ἄλλῳ παντὶ καὶ τῷ κατὰ τὸ ἧπαρ, ὡς ἂν οὐδὲν ἐξαίρετον ἐπικτώμενον ἐν τῇ δεξιᾷ κοιλίᾳ. μεγίστη δὲ πίστις, ὡς οὐ προπαρασκευάζει τῇ καρδίᾳ τὸ ἧπαρ οὐδένα χυμὸν εἰς τροφὴν τῶν τοῦ ζώου μορίων, ἀλλ’ αὐτὸ συμπληροῖ τὴν σύμπασαν ἰδέαν αὐτοῦ, τὸ μίαν εἶναι φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν ἐκφυομένην, ἑτέραν δὲ μηκέτι ἀντεκφύεσθαι κατ’ ἄλλο μέρος αὐτῶν, εἰς ὅλον ἅπαξ φέρουσαν τὸ σῶμα τὸν κατεργασθέντα χυμὸν, καίτοι γ’ ἄλλης μὲν εἰσαγούσης ἀρτηρίας, ἄλλης δ’ ἐξαγούσης τὸ πνεῦμα. φαίνεται γὰρ ἡ φύσις οὐ τοῖς αὐτοῖς ἀγγείοις χρωμένη πρός τε τὰς
538
ἡμιεργάστους ὕλας καὶ πρὸς τὰς τελέως κατειργασμένας, οὐδὲ ταῖς αὐταῖς ὁδοῖς. οὐδὲ γὰρ δυνατόν ἐστιν ἅμα τε τὸ ἡμίπεπτον ἐξ ἥπατος εἰς καρδίαν ἀναπέμπεσθαι τροφὴν, ἅμα δὲ τὴν ἤδη κατειργασμένην διὰ τῆς αὐτῆς ὁδοῦ καταφέρεσθαι, ἀλλ’ ἦν ἂν πάντως ἑτέρα μὲν φλὲψ ἡ εἰσάγουσα τὴν ἡμίπεπτον, ἑτέρα δὲ ἡ τὴν ἀκριβῶς κατειργασμένην ἐξάγουσα. νυνὶ δ’ εἰσάγει μέν τις, ἐξάγει δ’ οὐδεμία πλὴν τῆς εἰς πνεύμονα, περὶ ἧς αὖ ἐπὶ πλέον ἐν τοῖς περὶ χρείας μορίων ἐπισκεψόμεθα, τὴν αἰτίαν ἐρευνῶντες, ἧς ἕνεκεν ἐκ τῆς καρδίας, οὐκ ἐκ τῆς κοίλης, ἐξέφυσεν ἡ φύσις εἰς τὸν πνεύμονα τὴν θρέψουσαν τὸ σπλάγχνον φλέβα.
Δεῖται δὲ μάλιστα, εἴπερ τις ἄλλος λόγος, καὶ ὁ νῦν ἡμῖν προκείμενος αὐτοῦ τοῦ φαινομένου κατὰ τὰς ἀνατομάς. οὐ μόνον γὰρ οὐδεμία φαίνεται φλὲψ ἐκ καρδίας εἰς τὰ κάτω μόρια φερομένη, πλὴν τῆς ἐξ ἥπατος ἀναφερούσης τὸ αἷμα, ἀλλ’ οὐδ’ εἰς τὸ ἄνω καρδίας ἀφικνεῖται φλὲψ οὐδεμία. φαίνεται γὰρ ἡ κοίλη φλὲψ ἀπὸ τοῦ ἥπατος εὐθὺ τῶν σφαγῶν ἀναφερομένη; καὶ ταύτης
539
ἀποβλάστημά τι τὸ εἰς τὴν καρδίαν ἐμφυόμενον, οὐκ ἐξ ἐκείνης αὐτή. γνώρισμα δ’ ἐναργέστατόν ἐστι τὸ κατὰ μὲν ἀρτηρίαν τὴν μεγάλην τὸ θεωρούμενον, ἄν τινα βουλοίμην οὕτως ἐπὶ τὴν κοίλην ἔρχεσθαι φλέβα. μία γὰρ ἀρτηρία μεγίστη τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ἐκφύσασα, σαφῆ σχίσιν εἰς ἀμφοτέρας ποιεῖται τὰς ἀρτηρίας, ἥν τε ἄνω πρὸς τὴν κεφαλὴν, ἥν τ’ ἐπὶ τὴν ῥάχιν ὁρῶμεν καταφερομένην. οὕτως δ’ οὖν ἐχρῆν καὶ τὴν ἐκ τῆς δεξιᾶς κοιλίας ἐκφυομένην φλέβα σαφῆ τὴν νομὴν ἴσχειν εἰς ἄμφω τὰ μέρη. φαίνεται δ’ οὐχ οὕτως, ἀλλ’ ἀπὸ τῆς ἀναφερομένης ἐξ ἥπατος εἰς καρδίαν ἀποσχίζεται. πῶς οὖν ἔτι δυνατόν ἐστι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας ὑπολαβεῖν εἶναι φλεβῶν ἀρχὴν, ὥσπερ τὴν ἀριστερὰν ἀρτηριῶν; ἐπὶ γὰρ ἀνομοίοις γνωρίσμασιν ἀνόμοιον εἶναι χρὴ καὶ τὴν ἔνδειξιν. εἰ δέ τῳ δοκεῖ μικρὸν εἶναι τὸ τῆς ἐκφύσεως τῶν ἀγγείων γνώρισμα, καίτοι γ’ οὐκ ὄντος μικροῦ, ἀλλ’ ἐκεῖνό γ’ οἶδ’ ὅτι οὐ σμικρὸν εἶναί φησι, τὸ πολλὰ τῶν ζώων οὐκ ἔχειν τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. καίτοι γ’ οὐκ ἐνδέχεται τὴν κοίλην φλέβα
540
τῆς κοιλίας ταύτης ἐκφύεσθαι νομίζειν, ὅταν ἐν παμπόλλοις γένεσι ζώων ἧπαρ μὲν ὑπάρχῃ καὶ κοίλη φλὲψ, ἡ κοιλία δ’ ἡ δεξιὰ μηδ’ ὅλως ᾖ. τίνα τοίνυν ἐστὶ καὶ πόσα τὰ γένη τῶν ζώων, ἐν οἷς φημι τὴν δεξιὰν οὐκ εἶναι τῆς καρδίας κοιλίαν; ἀριθμῷ μὲν οὐκ ἔχω διελθεῖν αὐτὰ, κοινὸν δ’ ἐφ’ ἅπασι κεφάλαιον εὗρον ἀνατεμών. πολλὰ ἀσύμβατα μὲν εἰς ἕτερα, πρόσεστι δὲ ἓν αὐτοῖς ἐξαίρετον, ὅπερ οὐχ ἅπασι τυγχάνει τοῖς ἐνύδροις, τὸ μήτ’ ἀναπνεῖν ἐξ ἀέρος, μήτ’ ἔχειν πνεύμονα. τουτὶ γὰρ ἄχρι τοῦ δεῦρο κατὰ πάντα γένη τῶν ζώων παρεφυλάξατο, συναπόλλυσθαί τε καὶ συγγεννᾶσθαι τῷ πνεύμονι τὴν δεξιὰν κοιλίαν τῆς καρδίας. ἐζήτησα δὲ χρόνῳ παμπόλλῳ καὶ τὴν αἰτίαν αὐτῶν, καὶ γέγραπται τὰ φανένθ’ ἡμῖν εὔλογα κατὰ τὴν περὶ χρείας μορίων πραγματείαν. ἐμπίδας μὲν οὖν καὶ μυίας, καὶ σκώληκας, καὶ μελίττας, καὶ μύρμηκας οὔτ’ ἀνέτεμον οὔτ’ ἀνατεμεῖν ἐπιχειρήσαιμι ἄν. ὅπου γὰρ κᾀν τοῖς μεγάλοις ζώοις εὑρίσκω πολλὰ σφαλλομένους τοὺς ἀνατεμόντας, εὔλογον δήπου κατὰ τὰ σμικρότερα μᾶλλον σφαλῆναι.
541
τῶν γοῦν ἀνατμηθέντων ὑπ’ ἐμοῦ μέχρι γε τοῦ δεῦρο σχεδὸν οὐκ ἔστιν ὅτῳ μὴ καὶ καρδία καὶ ἧπαρ ὑπάρχει, καὶ κοίλη φλὲψ, καὶ ἀρτηρία ἡ μεγάλη. καὶ φαίνεται, καθάπερ ἡ ἀρτηρία τῆς καρδίας, οὕτως ἡ φλὲψ τοῦ ἥπατος ἐκφυομένη διὰ παντὸς, κᾂν μηδ’ ὅλως ἔχῃ δεξιὰν ἡ καρδία κοιλίαν. καὶ διὰ τοῦτο φαίνεται σχιζομένη μετὰ τὸ διελθεῖν τὰς φρένας ὑποκάτω τῆς καρδίας, ὥσπερ ἐπὶ τῶν ἄλλων, ὅταν ἐγγὺς ἥκῃ τῶν σφαγῶν. ἐν ἑτέροις δὲ ζώοις οὐκ ὀλίγοις ἐστὶ μὲν δεξιὰ κοιλία, φαίνεται δ’ οὐδὲν ἧττον ἡ κοίλη φλὲψ εἰς μεγάλα δύο σχιζομένη, πρὶν ἐπὶ τὴν καρδίαν ἐξικέσθαι. καὶ τοῦτο πᾶσι μὲν ὑπάρχει σχεδὸν τοῖς πτηνοῖς, ἅπασί τε τοῖς ἕρπουσι, καὶ τῶν βαδιζόντων οὐκ ὀλίγοις. ὥστε τὰ πλεῖστα τῶν ζώων τὴν κοίλην φλέβα προφανῶς ἐξ ἥπατος ἔχει ἀρχομένην. ἐναργῶς γὰρ ὁρᾶται διπλάσιον εὐρὺ τὸ ἐξ ἐκείνου τοῦ σπλάγχνου φυόμενον ἀγγεῖον ἑκατέρων τῶν τμημάτων, ὡς ἅμα δίχα τῆς κοίλης ἐνταῦθα σχισθείσης. εἰ δὲ εὐρύτερόν ποτε θάτερον ἐπί τινος ζώου φαίνοιτο θατέρου τμήματος, ἀλλὰ συναμφότερά γε τῇ κοίλῃ φλεβὶ προφανῶς
542
ἐστιν ἴσα, μονονοὺ μετὰ φωνῆς ἑρμηνεύοντα, τὴν μὲν οἷόν τι πρέμνον ὑπάρχειν, αὐτὰ δ’ ἀπ’ ἐκείνης γεγενῆσθαι σχισθείσης οἷόν περ κλάδους τινὰς ἢ καὶ κλῶνας. οὐ μόνον δ’ ἡ κοίλη φλὲψ ἐκ τῶν κυρτῶν τοῦ ἥπατος ἐκπέφυκεν, ἀλλὰ καὶ ἐκ τῶν σιμῶν ἑτέρα φλὲψ, ἣν οἱ μὲν ὀνομάζουσι πύλας ἥπατος, οἱ δὲ τὴν ἐπὶ πύλαις· οὐ γὰρ δὴ ὅλην γε τὴν φλέβα πύλας ὑπάρχειν, ἀλλ’ ὅσον πρῶτον αὐτῆς ἐξίσχει τοῦ ἥπατος, ὅπερ καὶ πάντων εὐρύτατόν ἐστιν. ἀπ’ αὐτοῦ γὰρ εἰς ἄμφω τὰ μέρη κατασχίζεται τὸ ἀγγεῖον, εἴς τε τὰ σιμὰ τοῦ ἥπατος ἅπαντα καὶ εἰς τὰ κατὰ τὴν γαστέρα, τὸ καλούμενον ἐπίπλοον. τῶν γὰρ ἐν τούτοις ἅπασι φλεβῶν παμπόλλων οὐσῶν οὐδεμία συνεχής ἐστι τῇ καρδίᾳ. καί τις ἀκούσας τοῦτο τῶν ἀλήθειαν τιμώντων ἀπεθαύμαζέ τε καὶ ἠπίστει τῷ λόγῳ, καὶ δειχθῆναί οἱ τὸ λεγόμενον ἠξίου, καὶ ὡς εἶδε, μεγάλως κατεγίνωσκε τῶν ἀποφηναμένων, ἀρχὴν εἶναι φλεβῶν τὴν καρδίαν. ὥσπερ γὰρ, εἰ μίαν ἡντιναοῦν ἐν ὅλῳ τῷ ζώῳ φλέβα κεχωρισμένην εἰς τοσοῦτον εὑρίσκομεν, ὡς μήτ’ αὐτῷ συνάπτειν τῷ ἥπατι μήτε τινὶ τῶν ἀπ’ αὐτοῦ
543
φλεβῶν, οὐκ ἂν ἀπεφηνάμεθα, τῆς φλεβὸς ἐκείνης ἀρχὴν εἶναι τὸ ἧπαρ, οὕτως, ἐπειδὴ νῦν οὐ μίαν οὐδὲ δύο μόνας, ἀλλ’ ἀνάριθμόν τι πλῆθος εὑρίσκομεν, οὐδεμίαν ἐχούσας τῇ καρδίᾳ συνέχειαν, οὐκ ἂν, οἶμαι, φαίημεν, ἐκείνων τῶν φλεβῶν ἀρχὴν εἶναι τὴν καρδίαν. εὐλόγως οὖν εἴρηται ῥίζωσις τῶν φλεβῶν εἶναι τὸ ἧπαρ, τῶν ἀρτηριῶν ἡ καρδία, τοῦ δένδρου ὃ καὶ χώρα τοῦ καταβληθέντος σπέρματος. ἐν ἅπασι γὰρ τούτοις ἡ ῥίζωσις ἀρχὴ τοῦ παντός ἐστιν, οὐ τῆς ἐξ ἀρχῆς γενέσεως μόνον, ἀλλὰ καὶ τῆς νῦν διοικήσεως. ὅτι δὲ τὸ φαινόμενον αὐτὸ διὰ τῆς ἀνατομῆς βιάζεται καὶ τοὺς τἀναντία δοξάζοντας ἄκοντας ὁμολογεῖν τἀληθὲς, ἐκ τοῦδε ἂν μάλιστα μάθοις. οὐδεὶς τῶν ἀνατομικῶν ἀνδρῶν ἐπὶ τὸ γράφειν ἀφικόμενος ἀνατομὴν φλεβῶν ἑτέραν ἀρχὴν διδασκαλίας ἐπιτήδειον ἠδυνήθη ποιήσασθαι παρελὼν τὸ ἧπαρ. ἀλλ’ εἴτ’ ἀπορεῖν ὑπὲρ ἀρχῆς ἔφησεν, ὡς Ἡρόφιλος΄, εἴτ’ εὐπορεῖν, ὡς ἄλλοι πολλοὶ καὶ ὁ ἡμέτερος Πέλοψ, ὅμως τήν γε διδασκαλίαν ὀλίγου δεῖν ἅπαντες ἐφ’ ἥπατος ἐποιήσαντο. καὶ τό γε θαυμασιώτατόν
544
τε καὶ ἀπιστότατον ὁ Πέλοψ ἔπαθεν. ἐν μιᾷ πραγματείᾳ τῶν τε φλεβῶν ἀρχὴν κατεσκεύασε τὸν ἐγκέφαλον, ἀνατομήν τε γράφων αὐτῶν ἀφ’ ἥπατος ἤρξατο, κατὰ μὲν τὸ δεύτερον σύγγραμμα τῶν Ἱπποκρατείων εἰσαγωγῶν εὖ μάλα γενναίως ἀγωνισάμενος ὑπὲρ τοῦ δεῖξαι τὸν ἐγκέφαλον οὐ νεύρων μόνον, ἀλλὰ καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀρχὴν, ἐν δὲ τῷ τρίτῳ τῆς ἀνατομῆς τῶν φλεβῶν ἀφ’ ἥπατος ἀρξάμενος, ὥσπερ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες ἀνατομικοὶ εἶναι γράφουσι, πρὸς γὰρ τὴν διδασκαλίαν ἐπίτηδες τουτὶ τὸ σπλάγχνον ἀρχὴν γενέσθαι τῷ λόγῳ. θαυμάζω δ’ αὐτῶν, εἰ χωρὶς αἰτίας φυσικῆς ἐπιτήδειον εἶναι νομίζουσι πρὸς τὴν διδασκαλίαν αὐτό. ἐγὼ μὲν γὰρ οἶδα καὶ τοῦθ’ ἕν τι τῶν ὡμολογημένων ἅπασιν, ὡς οὐδὲν τῶν γεγονότων τε καὶ γινομένων ἀναίτιόν ἐστιν. εἰ μὲν οὖν ἀπορεῖν ὁμολογοῦσιν ὑπὲρ ἁπάντων τῶν ἀδήλων ὁμοίως τοῖς ἐμπειρικοῖς, οὐδ’ ἂν ἐμοὶ πρὸς αὐτοὺς εἴη τις λόγος, οὔτε γὰρ ἀρχὴν αὐτῶν ζητήσουσιν, οὔθ’ ὅμως ἀνατεμοῦσιν. εἰ δὲ λόγον ἔχειν φασὶν, ἐξ οὗ τὰ διαφεύγοντα τὴν αἴσθησιν
545
εὑρίσκουσιν, τί οὐκ αὐτοῦ τούτου πρώτου οὗ λέγουσιν ἐπεσκέψαντο τὴν αἰτίαν, ἐπιτήδειόν ἐστιν εἰς διδασκαλίαν φλεβῶν ἀνατομῆς ἀρχὴ τῷ λόγῳ γενέσθαι τὸ ἧπαρ ἀναιτίως, ὦ σοφώτατοι; ἢ ὅτι πάντως τῇ φύσει πλεονεκτεῖ, καὶ πρὸς τὴν τῆς διδασκαλίας ἀρχὴν ἐπιτηδειότερόν ἐστι, τίς ἡ πλεονεξία ζητῆσαι δίκαιον, οὐκ ἀργῶς οὐδὲ ῥᾳθύμως ὑπερβῆναι. τὴν δ’ ἀρχὴν τῆς εὑρέσεως αὐτὸ τοῦτο οἶμαι παρέξειν, ὃ πρὸς ἁπάντων ὡμολόγηται τῶν ἀνατομικῶν ἐπιτήδειον εἶναι φασκόντων αὐτὸ πρὸς τὴν τῆς διδασκαλίας ἀρχήν. εἰ γὰρ καὶ μηδενὸς ἄλλου τούτου αὐτοῦ τὸν λόγον ἡμῖν ἀποδοῦναι δυνήσονται τοῦ φάσκειν, ἐπιτήδειον εἰς ἀρχὴν διδασκαλίας ἐστὶν, οὔθ’ ὅτι τὴν χρόαν ἐρυθρόν ἐστιν, οὔθ’ ὅτι διείληπται λοβοῖς, οὔθ’ ὅτι καθ’ ἑνὸς αὐτῶν ἐπιτέταται τὸ τῆς χολῆς ἀγγεῖον, οὔτε δι’ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ ὅτι πᾶσαι συνεχεῖς αἱ φλέβες ὑπάρχουσιν αὐτῷ. καὶ μὴν οὔτ’ ἄλλου τινός ἐστι τοῦτ’ αὐτὸ γνώρισμα πλὴν τῆς ἀρχῆς. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι νεύρων ἀνατομῆς ἀδύνατόν ἐστιν ἑτέραν ἀρχὴν ποιήσασθαι διδασκαλίας
546
ἐγκέφαλον ὑπερβάντα, ἢ ὅτι ἀρχὴ τούτων ἐστί. τούτου γὰρ μὴ διδομένου οὐκ ἂν δύναιτό τις ἄλλην ἐξευρεῖν αἰτίαν, οὐδὲ διότι τῶν ἀρτηριῶν τὴν καρδίαν. ἡ γὰρ ὑπὸ τῆς φύσεως ἀρχὴ κατασταθεῖσα καὶ τὴν διδασκαλίαν ἀφ’ ἑαυτῆς ἀναγκάζει ποιήσασθαι. οὐδὲ γὰρ εἴ τις ἐθελήσειεν ὕδατος ἐξηγήσασθαι διανομὴν ἐπεισάκτου πόλει, τὴν ἀρχὴν τῆς διηγήσεως οὐκ ἂν ἄλλοθεν εὕροι ποιήσασθαι παρελθὼν τὴν πρώτην εἴσοδον, ἀλλ’ ἀνάγκη πᾶσα τούτῳ προειπόντι τὸ χωρίον ἐκεῖνο τῆς πόλεως, οὗ εἴσω πρότερον ἔξωθεν ἀφικνεῖται τὸ ὕδωρ, ἀπ’ ἐκείνου ποιήσασθαι τὴν ἑξῆς ἅπασαν διήγησιν. ὥστ’ οὐ χρὴ ζητεῖν ἄλλην μὲν ἀρχὴν τῆς τοῦ πράγματος φύσεως, ἄλλην δὲ τῆς διδασκαλίας αὐτοῦ. κατὰ γὰρ τὴν τοῦ πράγματος φύσιν ἡ διδασκαλία γιγνομένη τὴν αὐτὴν ἔχει τῷ διδασκομένῳ τὴν ἀρχὴν, οὐδ’ ἔστιν ὀρθῶς διηγήσασθαι βουλομένῳ ἢ γένεσιν τῶν γεγονότων ἢ διοίκησιν τῶν διοικουμένων ἑτέραν ἀρχὴν ἐπιτηδειοτέραν εὑρεῖν τῆς ἀληθοῦς. ἡ μὲν γὰρ τῆς οἰκίας γένεσις ἀναγκάσει πρῶτον μνημονεῦσαι τῶν θεμελίων, ἡ δὲ τῆς νεὼς
547
τῆς τρόπεως. οὕτω δὲ καὶ εἰ βουληθείης διηγήσασθαι πόλεως, ἢ ἔθνους, ἢ στρατοπέδου διοίκησιν, ἂν ἀναγκασθείης τῆς πρώτης ἀρχῆς ἐν ἑκάστῳ μνημονεῦσαι. θαυμάζειν οὖν ἄξιον, ὅσοι διδάξαι μὲν ὀρθῶς ἑτέρωθεν ἀρξάμενον ἀδύνατον εἶναί φασιν, ἀγνοεῖν δὲ τὴν ὄντως ἀρχὴν τῶν φλεβῶν. ἀλλήλοις γὰρ ἄμφω συνῆπται ταῦτα, καὶ οὐχ οἷόν ἐστι χωρὶς ἀλλήλων γενέσθαι διασπασθέντα, τὴν ὀρθὴν ἀρχὴν λέγω τῆς διδασκαλίας τῆς ὄντως ἀρχῆς τοῦ πράγματος. ἀλλ’ εἴτ’ ὀρθῶς διδάσκει τις, ἀπὸ τῆς κατὰ φύσιν ἀρχῆς ἄρχεται, εἴτε δὲ τὴν ὄντως ἀρχὴν οἶδέ τις, τὴν τῆς διδασκαλίας οὐκ ἀγνοεῖ.
Ἤρκει μὲν οὖν καὶ ταῦτα πρὸς ἀπόδειξιν τῆς ἀρχῆς τῶν φλεβῶν, οὐδὲν μὴν ἧττόν ἐστι καὶ μὰ μέλλοντα λεχθήσεσθαι βέβαια γνωρίσματα τοῦ μηδαμῶς εἶναι τὴν καρδίαν μήτε τοῦ τρέφοντος αἵματος ὅλον τὸ σῶμα γεννητικὴν ἀρχὴν, μήτε τῶν ὀργάνων αὐτοῦ. δείξω δὲ ἑκάτερον ἰδίᾳ, καὶ πρότερον, ὡς οὐκ ἔστι τῷ ζώῳ τοῦ θρέψοντος αἵματος ἀρχή. διὰ τί δὲ τοῦ θρέψοντος πρόσκειται κατὰ τὸν λόγον αὖθις; διότι ἐδείκνυον, ὡς ἑτέρου τινὸς
548
αἵματος, ἑτέραν χρείαν τοῖς ζώοις παρεχομένου, τῆς γενέσεως οὐκ ἀφαιροῦμεν τὴν καρδίαν, ἀλλὰ τό γε νῦν εἶναι προκείμενον, ὡς, ὑφ’ οὗ τρέφεται τὰ σύμπαντα μέλη τοῦ ζώου, τοῦτ’ ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρμᾶται, δείξειν ἐπαγγέλλομαι τῶν ἐξ ἀνατομῆς φαινομένων ἀρχὴν τῷ λόγῳ ποιησάμενος, ὃ μάλιστα μάχεται τοῖς Ἐρασιστρατείοις, οἳ νῦν ἡμῖν ἐροῦσιν, ὡς παράδοξά τε καὶ καινὰ κατασκευάζουσιν. εἴρηται δὲ τὸ φαινόμενον ὑπὲρ Ἐρασιστράτου κατὰ τὴν τῶν πυρετῶν πραγματείαν, ὡς ὑμένες ἐπιπεφύκασι τοῖς στόμασι τῶν ἀγγείων, οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται. τούτους τοὺς ὑμένας ἐτόλμησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ Ἐρασιστράτου διεσκευάσθαι δόγματος ἕνεκεν κατασκευῆς. πλὴν εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ μὴ γινώσκων αὐτούς. εἰσὶ δ’ ἐπὶ μὲν τῷ στόματι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁμοιότατοι τὴν σύνταξιν, ὅθεν, οἶμαι, καὶ τριγλώχινας ἔνιοι τῶν Ἐρασιστρατείων ἐκάλεσαν αὐτούς· ἐπὶ δὲ τῆς ἀρτηρίας
549
τῆς φλεβώδους (οὕτω δὲ ὀνομάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύμονα κατασχιζομένην) ὁμοιότατοι μὲν τὸ εἶδος, ἀριθμῷ δ’ οὐκ ἴσοι· μόνῳ γὰρ τούτῳ τῷ στόματι δυοῖν ὑμένων ἐπίφυσίς ἐστι, τῶν δ’ ἄλλων στομάτων ἑκατέρῳ τρεῖς ὑμένες εἰσὶν ἅπαντες σιγμοειδεῖς. ἐξάγει δ’, ὡς Ἐρασίστρατός φησιν ἐξηγούμενος τὸ φαινόμενον, ἑκάτερον μὲν τῶν στομάτων αἷμα μὲν εἰς τὸν πνεύμονα ἕτερον αὐτῶν, πνεῦμα δ’ εἰς ὅλον τὸ ζῶον ἕτερον. τὸν τῶν ὑμένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπηρεσίας τῇ καρδίᾳ χρόνον, ἀμοιβαῖς ἐγκαίροις ὑπαλλαττομένας, τοὺς μὲν ἐπὶ τοῖς εἰσάγουσιν τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φερομένους, ἀνατρέπεσθαι μὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόματα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς τὴν αὐτὴν ἑλκομένοις. οὐ γὰρ δὴ αὐτομάτως γε τὰς ὕλας εἰσθεῖν φησιν, ὡς εἰς ἄψυχόν τινα δεξαμενὴν, ἀλλ’ αὐτὴν τὴν καρδίαν διαστελλομένην, ὥσπερ τὰς τῶν χαλκέων φύσας, ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ. ἐπὶ δὲ τοῖς
550
ἐξάγουσιν ἀγγείοις τὰς ὕλας ἐλέγομεν ἐπικεῖσθαι, καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν. ἔσωθεν γὰρ ἔξω ῥέποντας, ἀνατρεπομένους μὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόματα, καθ’ ὃν ἂν ἡ καρδία λόγον ἐχορήγει τὰς ὕλας· ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόματα, μηδ’ ἐνίας τῶν ἐκπεμφθέντων ἐπανέρχεσθαι συγχωροῦντας. οὕτως δὲ καὶ τοῖς ἐπὶ τοῖς εἰσάγουσι, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόματα, μηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς αὖθις ἔξω παλινδρομεῖν ἐπιτρέποντας. εἴπερ οὖν ἔχει ταῦθ’ οὕτως, ἄνδρες Ἐρασιστράτειοι, τὰ μὲν ἄλλα τῶν ἀγγείων ἰάσωμεν ἤδη τῷ λόγῳ, τὸ δ’ ἀμφισβητούμενον ἐπισκεψώμεθα, τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγουσαν τὸ αἷμα, ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑμένας. ἆρ’ ἔσωθεν ἔξω ῥέποντας, ἢ τοὐναντίον ἔξωθεν ἔσω φερομένους; ἀλλ’ ἴσως οὐδὲ τοῦτο μέγα πρὸς τὸ προπαρεσκευάσθαι μὲν ἐν ἥπατι τὸ αἷμα, φέρεσθαι δ’ ἐντεῦθεν εἰς τὴν καρδίαν, ἀπολειψόμενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας ἰδέας εἰς ἀκριβῆ τελειότητα. καὶ γὰρ καὶ λόγον ἔχει, μηδὲν
551
τῶν τελέων τε καὶ μεγάλων ἔργων ἀθρόως δύνασθαι γενέσθαι, μηδὲ ὑφ’ ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσμον ἅπαντα κτήσασθαι. δείξατε οὖν ἡμῖν ἕτερον ἀγγεῖον ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσμηθὲν αἷμα καὶ διανεμόμενον εἰς ἅπαντα τὰ σώματα, καθάπερ ἡ ἀρτηρία τὸ πνεῦμα. καὶ μὴν τὰ σύμπαντα τέτταρά ἐστι στόματα, δύο καθ’ ἑκατέραν κοιλίαν, ἓν μὲν ἐκ τοῦ πνεύμονος εἰσάγον τὸ πνεῦμα, τὸ δ’ ἕτερον ἐξάγον μὲν ἄμφω ταῦτα κατὰ τὴν ἀριστερὰν κοιλίαν, ὑπόλοιπα δὲ δύο κατὰ τὴν δεξιὰν, εἰς μὲν τὸν πνεύμονα τὸ ἕτερον αἷμα φερόμενόν τε καὶ διανεμόμενον, εἰς δὲ τὴν δεξιὰν κοιλίαν ἐκ τοῦ ἥπατος εἰσάγον τὸ ἕτερον· ὑπὲρ οὗ σύμπας ὁ λόγος ἐστίν. πέμπτον δ’ ἄλλο στόμα οὐκ ἔχει κατὰ τὴν καρδίαν, ᾧ τὸ ἐξ ἥπατος ἀφικόμενον εἰς αὐτὴν αἷμα πρὸς ὅλον ἀποπέμψει τὸ σῶμα. μὴ τοίνυν ἐπιπέμπεσθαι λέγετε τῷ παντὶ σώματι παρὰ τῆς καρδίας αἷμα καὶ πνεῦμα, μηδ’ εἶναι τοῦτο τὸ σπλάγχνον, ὡς ἀρτηριῶν, οὕτω καὶ φλεβῶν ἀρχήν. οὔτε γὰρ ἀγγεῖον ἕτερον ἔχετε δεικνύειν ἐκφυόμενον τῆς καρδίας, οὔτ’ ἄλλου
552
τινὸς πλὴν τῶν ὑμένων, οὓς οὐκ ἂν ἡ μηδὲν εἰκῆ ποιοῦσα φύσις ἐν τῷ κυριωτάτῳ σπλάγχνῳ κατέθετο, μὴ μέγιστόν τι μέλλοντας εἰς ὑπηρεσίαν παρέχειν αὐτῷ. καί μοι θαυμάζειν ἐπέρχεται μάλιστα πάντων Ἐρασιστράτου καθ’ ἓν βιβλίον τὸ πρῶτον περὶ πυρετῶν ἅμα μὲν ἀρχὴν ἀποφῃναμένου καὶ ἀρτηριῶν καὶ φλεβῶν εἶναι τὴν καρδίαν, ἅμα δὲ τοὺς ἔξωθεν ἔσω νεύοντας ὑμένας ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκέναι φάσκοντος. οὐδὲ γὰρ οὐδὲ τοῦτο δυνατὸν εἰπεῖν, ὡς τοῦ μὲν αἵματος ἀρχὴ τὸ ἧπάρ ἐστι, τῆς διοικούσης δὲ τὰς φλέβας δυνάμεως ἡ καρδία. ὅπου γὰρ οὐδὲ ταῖς ἀρτηρίαις ἐκ καρδίας ἐμπέμπεσθαι διὰ τῶν χιτώνων ὁμολογεῖ τὴν δύναμιν, ἦπού γε ταῖς φλεψὶν ὁμολογήσει; εἴπερ οὖν ἀρχὴν ἐκεῖνό φαμεν εἶναι τὸ μόριον, ὃ τοῖς ἀφ’ ἑαυτοῦ πεφυκόσιν ἤτοι τὴν δύναμιν, ἢ πάντως γε τὴν ὕλην χορηγήσει, τὴν καρδίαν οὐχ οἷόν τε φάναι τῶν φλεβῶν ἀρχήν. δύναμιν μὲν γὰρ αὐταῖς οὐ χορηγεῖ κατὰ τὸν Ἐρασίστρατον, ὅτι μηδὲ ταῖς ἀρτηρίαις, ἡ δ’ ὕλη τοῦ αἵματος ἐξ ἥπατος ὁρμᾶται σαφῶς. οὐ μὴν, ὅτι πᾶσαι περαίνουσιν εἰς τὴν καρδίαν αἱ φλέβες, ἀρχὴν αὐτῶν οἷόν
553
τε τὴν καρδίαν αὐτὴν εἰπεῖν· οὐ περαίνουσι γὰρ, ὡς δέδεικται πρόσθεν. ἆρ’ οὖν, ὅτι κατὰ τὴν πρώτην διάπλασιν ἐκ καρδίας ἡ γένεσις αὐτῶν ἐστιν, διὰ τοῦτ’ ἀρχὴν ἕξουσι τὴν καρδίαν αἱ φλέβες; ἀλλ’ οὔτε περὶ τῆς τοιαύτης ἀρχῆς ἡ ζήτησις ἦν, ὡς ἐν τῷ πρώτῳ γράμματι κατ’ ἀρχὰς εὐθέως διώρισται, καὶ πρὸς τῷ μὴ ζητεῖσθαι τὴν τῆς γενέσεως αὐτῶν ἀρχὴν οὐδ’ ἀπόδειξίν τινα ἐπεχείρησεν Ἐρασίστρατος εἰπεῖν, ὡς ἐκ καρδίας ἡ φύσις ἐν τῷ διαπλάττεσθαι τὸ ἔμβρυον ἐξέφυσε τὸ φλεβῶδες γένος. οὐ μὴν οὐδ’ ἐπὶ νεύρων ἐζήτησε τὴν τοιαύτην ἀρχὴν, ὥσπερ οὐδ’ ἐπ’ ἀρτηριῶν, ἀλλὰ μόνης τῆς ἐπὶ τοῦ διαπεπλασμένου τελέως ζώου διοικήσεως ἀρχὰς ἀπεφῄνατο τῆς μὲν τῶν ἀρτηριῶν ἐνεργείας τὴν καρδίαν, τῆς δὲ τῶν νεύρων τὴν κεφαλήν. οὐκοῦν οὐδὲ φλεβῶν ἑτέρως ἂν ἔλεγεν ἀρχὴν εἶναι τὴν καρδίαν. εἰκότως μὲν οὖν ἀσαφὴς ἡ γνώμη τἀνδρός ἐστιν ἡ περὶ τῶν φλεβῶν, οὐδὲν εἰπόντος ὑπὲρ αἵματος γενέσεως, ἀλλ’ ὅλην ταύτην παραλιπόντος ἄσκεπτον τὴν ἐνέργειαν, ἀναγκαιοτέραν οὖσαν μακρῷ τοῖς ζώοις τῆς κατὰ τὴν γαστέρα. ζῇν μὲν
554
γὰρ οἷόν τ’ ἐστὶν ἡμῖν, εἰ καὶ μηδὲ ὅλως ἡ γαστὴρ τρίβῃ τὰ σιτία. δυναμένοις γε προσφέρεσθαι χυλοὺς, ὡς ἐν πολλοῖς ἔθνεσι γάλα· τεθνάναι δ’ ἀναγκαῖον, εἰ ἡ τοῦ αἵματος ἀπόλοιτο γένεσις, ἣν οὔτε εἰ τὸ ἧπαρ, οὔθ’ αἱ φλέβες, οὔθ’ ἡ καρδία πεπίστευται, σαφῶς ἐτόλμησεν ἀποφῄνασθαι· τοσοῦτον ἀποδεῖ προσθεῖναί τινα ἀπόδειξιν τῷ λόγῳ. οὐ μόνον δὲ ταύτην τὴν ἐνέργειαν ἀλλοιοῦσαν τὰ σιτία κατὰ ποιότητα διελθεῖν ὠλιγώρησεν, ἀλλὰ καὶ τὴν θρέψιν ὁμοίως γιγνομένην ἐπιχειρήσας ἐξηγεῖσθαι μᾶλλον πάντων ἢ ἀλλοιώσεως ἐμνημόνευσεν. εἰ δὲ ταύτης ἐμνημόνευσεν, εὐθὺς ἂν, οἶμαι, καὶ τοῦτο συνεπενόησεν, ὅτι πᾶσι τοῖς ὑπό τινος ἀλλοιουμένοις εἰς τὴν τῶν ἀλλοιούντων ἰδέαν ἡ μεταβολὴ γίγνεται. καθάπερ γὰρ τὸ πῦρ ὁμοιῶσαν ἑαυτῷ τὸ ξύλον ἐξ ἑαυτοῦ ἅμα γένεσίν τε καὶ τροφὴν ἴσχει, κατὰ τὸν αὐτὸν ὁρᾶται τρόπον καὶ τὰ φυτὰ καὶ τὰ ζῶα τὴν τροφὴν ἑαυτοῖς ὁμοιοῦντα. δηλοῦται δὲ τοῦτο καὶ ἐκ τῶν ἡμιπέπτων περιττωμάτων, ὁμοίων ἀεὶ γιγνομένων τοῖς τρεφομένοις
555
σώμασιν, ὧν ἐστι περιττώματα. φυσικώτερος μὲν οὖν ὁ λόγος ἐστὶ καὶ δεόμενος ἀκοῶν προγεγυμνασμένων ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς, οὓς ἰδίᾳ διήλθομεν ἑτέρωθι, λεχθήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον. ἐν δὲ τῷ παρόντι συντελέσαι βούλομαι τὸν ὑπὲρ τῆς Ἐρασιστράτου γνώμης ἅπαντα λόγον, ᾧ ἀποδέδεικται, ὡς κατὰ τὴν πρώτην ἐν τῇ μήτρᾳ τῶν ἐμβρύων διάπλασιν οὐκ ἐκ τῆς καρδίας αἱ φλέβες ἴσχουσι τὴν γένεσιν. ἅπασαι γὰρ αἱ κατὰ τὸ χορίον φλέβες, αἱ συνάπτουσαι τῇ μήτρᾳ τὸ κυούμενον, ἀποβλαστήματ’ εἰσὶ μιᾶς μεγίστης φλεβὸς ἐξ ἥπατος ὡρμημένης. αὕτη δ’ ὥσπερ τι στέλεχος ἐπὶ πτόρθων παμπόλλων τῶν ἐξ αὐτῆς ἐκπεφυκότων ἀγγείων εἰς τὸ χορίον, ἄχρι πλείστου μὲν ἄσχιστος καὶ μία μένουσα, διεξέρχεται μέγα διάστημα τὸ κατ’ αὐτὸ τὸ σπλάγχνον, ἀνίσχουσα δ’ ἤδη πρὸς τοὐκτὸς ἕτερον μέγιστον διάστημα διεξέρχεται δίχα σχισθεῖσα διττοῖς, καὶ τοῦτο ὁριζόμενον ἑνὶ μὲν, ᾧ νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἀνίσχῃ πρῶτον ἔξω τοῦ δέρματος, ἑτέρῳ δ’, ὅταν ὑπερκύψῃ τὸν ἀμνειόν. ἡ γὰρ διὰ
556
τούτου διέξοδος ἅπασα τὴν ἀπὸ τοῦ ἥπατος ἐπὶ τὸν ὀμφαλὸν ἐνηνεγμένην φλέβα περιέχει γενομένην εἰς δύο. τρίτη δ’ ἄλλη χώρα τὰς δύο ταύτας ἐκδέχεται φλέβας, ἡ κατὰ τὸ χορίον, οὐκέτι μενούσας δύο. σχίζεται γὰρ ἑκατέρα πολυειδῶς εἰς παμπόλλας ἄλλας ἀλλαχόσε τοῦ χορίου διασπειρομένας. αὖθις δ’ ἀπ’ ἐκείνων ἕτεραί τινες, εἶτ’ ἀπ’ ἐκείνων ἄλλαι γεννῶνται, καθάπερ οἱ κλῶνες ἀπὸ τῶν πτόρθων, ἄχρις ἂν εἰς μικρότατα τελευτήσωσιν ἀγγεῖα, τὰς οἷον ἐσχάτας φλέβας τὰς τοῦ φυτοῦ. οἰκειότερον δ’ ἦν ἄρα, μήτε τὴν ἐκ τοῦ ἥπατος ὁρμηθεῖσαν φλέβα πρέμνῳ προσεικάζειν εἰς πολλοὺς κλάδους σχιζομένῳ, μήτε τὰς ἐσχάτας τελευτὰς βλαστήμασιν, ἀλλὰ ταύτας μὲν αὐτοῖς τοῖς πέρασι τῶν ῥιζῶν τοῖς εἰς τὴν γῆν ἐμπεφυκόσι, τὴν μεγίστην δὲ φλέβα τῇ συμπάσῃ τῆς ῥιζώσεως ἀρχῇ. φαίνονται γάρ πως εἰς τὴν μήτραν αἱ τελευταὶ τῶν φλεβῶν ἐῤῥιζωμέναι τροφὴν ἐξ αὐτῆς αἷμα ἀναφέρειν ἐπὶ τὸ ἧπαρ, ὡς ἀρχὴν ἅπαντος τοῦ φυτοῦ. εἰ δ’ οὐ βούλει τὸ ἧπαρ ἀρχὴν θέσθαι, τῇ καρδίᾳ μὲν οὐδαμῶς ἂν ἔχοις ἔτι προσνέμειν τὴν ἀρχὴν, ἀναγκασθήσῃ
557
δὲ πάντα τὰ εἰς τὴν μήτραν ἐμφυόμενα πέρατα τὴν ἀρχὴν ἀποφήνασθαι τῶν φλεβῶν. ἀλλὰ εἰ τοῦτο, καὶ τὴν τῶν ἀρτηριῶν ἀρχὴν ἀναγκαῖον ἔσται σοι τὰ εἰς τὰς μήτρας καθήκοντα πέρατα θέσθαι τὴν καρδίαν ὑπερβάντι. δεῖξον οὖν ἡμῖν ἔτι καὶ τὴν τῶν νεύρων ἀρχὴν ἐκ τῶν αὐτῶν ὁρμωμένην. ἀλλ’ ὅμως οὔτ’ ἐστί τι νεῦρον ἐκφυόμενον τῆς μήτρας εἰς χορίον, οὔτ’ ἐν τῷ χορίῳ φαινόμενον, οὔτε κατὰ τὸν ὀμφαλὸν ἢ ἔξωθεν ἔσω χωροῦν, ἢ ἔσωθεν ἔξω προερχόμενον. οὐδὲ γὰρ ἦν ὅλως χρεία τὴν τῶν νεύρων ἀρχὴν τοῦ γεννωμένου συναφθῆναι τῇ μήτρᾳ, καθάπερ τὴν τῶν ἀρτηριῶν τε καὶ φλεβῶν. αὗται μὲν γὰρ δέονται τῶν ἐκ τῆς κυούσης ὑλῶν, ἡ δ’ ἀρχὴ τῶν νεύρων οὐ δεῖται. δέδεικται δὲ κᾀν τοῖς ἔμπροσθεν ἤδη λόγοις ὑπὲρ τοῦ τὰ μέγιστα τῶν ἀγγείων ἀρχὰς εἶναι τοῖς ἐλάττοσιν. ὥστε καὶ ἡ ἐκ τοῦ ἥπατος ἐκφυομένη φλὲψ ἀρχὴ ταῖς κατὰ τὸ χορίον ἁπάσαις ἐστὶν, ὥσπερ γε καὶ ἡ ἐκ τῆς καρδίας ἀρτηρία. καὶ γὰρ καὶ αὕτη ταῖς κατὰ τὸ χορίον ἁπάσαις
558
χορηγεῖ τῆς οἰκείας δυνάμεως, οὐκ ἐκεῖναι ταύτῃ. ἐκ γὰρ τοῦ σπέρματος ἡ ἀρχὴ τοῖς ἐμβρύοις ἐστὶ τῶν διοικουσῶν αὐτὰ δυνάμεων, οὐκ ἐκ τῆς μήτρας. ἀμέλει κᾂν βρόχῳ διαλάβῃς, ἢ τοῖς σαυτοῦ δακτύλοις πιέσῃς τὰς κατὰ τὸν ὀμφαλὸν ἀρτηρίας, ἀσφύκτους ὄψει παραχρῆμα τὰς κατὰ τὸ χορίον ἁπάσας, οὗ τοὐναντίον ἐφαίνετ’ ἂν, εἰ τὴν ἀρχὴν τῆς κινήσεως αὐταῖς ἡ μήτρα παρεῖχεν. ἔοικα δὲ διατρίβειν ἐπὶ πλέον ἐν πράγματι σαφεῖ τε ἅμα καὶ τοῖς ἀνατομικοῖς σχεδὸν ἅπασιν ὡμολογημένῳ. καὶ γὰρ ὅπως διαιρεῖν χρὴ τῆς κυούσης τὸ ἐπιγάστριον, καὶ ὅπως γυμνὸν ἐργάζεσθαι τὸ ἔμβρυον, ἔτι τῇ μήτρᾳ προσεχόμενον, οὐχ ἡμέτερον εὕρημά ἐστιν, ἀλλὰ πολλοῖς τοῖς ἔμπροσθεν εἴρηται. τοῖς δ’ αὐτοῖς τούτοις ὡμολόγηται καὶ ὅτι τὸ κυούμενον ἐν ἑαυτῷ τὰς ἀρχὰς ἔχει τῶν διοικουσῶν αὐτὰ δυνάμεων, ὥστε τούτου μὲν ἀποχωρεῖν ἤδη προσήκει, τοῦ ζητεῖν, εἴτε τὸ ἔμβρυον ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχει τῶν φλεβῶν, εἴθ’ ἡ μήτρα τῆς κυούσης, ἐπισκέπτεσθαι δ’, ἐξ ὅτου τῶν σπλάγχνων αὗται πεφύκασιν. ἑτοίμη δ’ εὕρεσις ἐκ τῶν ἐν ταῖς
559
ἀνατομαῖς φαινομένων. εἰς ὃ γὰρ ἅπασαι περαίνουσιν αἱ κατὰ τὸ χορίον, ἐκεῖθεν πεφύκασιν. ἀλλὰ μὴν ἐναργῶς τοῦτό γε φαίνεται πᾶσι τοῖς ὀφθαλμοὺς ἔχουσιν, εἰς μίαν ἅπασαι συνιοῦσαι φλέβα τὴν ἐκ τοῦ ἥπατος ἐκπεφυκυῖαν, ὥσπερ γε καὶ αἱ ἀρτηρίαι πᾶσαι πρὸς τὴν μεγάλην ἀρτηρίαν τὴν κατὰ ῥάχιν. ἀλλ’ ἐνταῦθα μὲν ὥσπερ ἔξωθεν τοῦ ἐμβρύου δίεισιν ἡ ἀρτηρία καθ’ ὅλον τὸν ἀμνειὸν, οὕτω καὶ μέχρι τῆς κατὰ ῥάχιν ἀρτηρία δύο διαμένουσαι προέρχονται. συνέρχονται δ’ εἰς φλέβα μίαν αἱ κατὰ τὸν ὀμφαλὸν ὁρμώμεναι δύο φλέβες. αὕτη μὲν οὖν ἡ φλὲψ εὐθὺ τοῦ ἥπατος ἀφικνεῖται τὰς δύο ἀρτηρίας, οὔτ’ ἐπὶ τὴν καρδίαν αὐτὴν ἄντικρυς, οὔτ’ ἐπὶ τὴν μεγάλην ἀρτηρίαν ἡ φορά. περιλαβοῦσαι γὰρ ἑκατέρωθεν τὴν κύστιν εἰς τὸ κάταντες ἔρχονται, μέχρι περ ἂν ἐντύχωσι ταῖς ἐπὶ τὰ σκέλη τοῦ κυουμένου φερομέναις ἀρτηρίαις. ἀλλ’ ἐπεὶ τῆς κατὰ τὴν ὀσφὺν ἀφώρμηνται τῆς μεγάλης ἀρτηρίας, διὰ τοῦτ’ ἔνιοι τῶν ἀνατομικῶν ὡς ἐκείνην αὐτὰς ἔφασαν περαίνειν, εἰ μὲν ἀκριβολογεῖταί τις, οὐκ ἀληθεύοντες, εἰ δὲ, ὡς εἴρηται, νῦν ἀκούει τῶν λεγομένων, οὔτε ἀκριβοῦντες τοῦ φαινομένου τὴν
560
διήγησιν, οὔτε μέγα τι σφαλλόμενοι. θαυμαστὸν οὖν εἶναί μοι δοκεῖ τῶν ἀνδρῶν ὅσοι τὰς μὲν ἀρτηρίας ἁπάσας τὰς κατὰ τὸ χορίον τε καὶ τὸν ὀμφαλὸν ἐκ τῆς καρδίας πεφυκέναι φασὶν, καίτοι οὔτ’ ἐξ ἐκείνης ἐκφυομένας, οὔτ’ ἐκ τῆς μεγάλης τῆς κατ’ ὀσφὺν, ἀλλ’ ἐκ τῶν ἀπ’ ἐκείνης εἰς τὰ σκέλη πεφυκυιῶν ἕτερα. δίκαιον ἦν, οἶμαι, τὸ ἧπαρ ἀρχὴν τίθεσθαι τῶν κατὰ τὸν ὀμφαλόν τε καὶ τὸ χορίον ἁπασῶν φλεβῶν, ὥσπερ καὶ τὴν καρδίαν ἐθέμεθα τῶν ἀρτηριῶν. ὅσα γὰρ ἀγγεῖα τῶν ἐξ ἑτέρου πεφυκότων ἐκπέφυκε, τὴν αὐτὴν ἀρχὴν ἐκείνοις ἔχει. πολὺ μᾶλλον οὖν τὸ ἧπαρ ἀρχὴν τῶν φλεβῶν ἐστι θετέον, ἢ τὴν καρδίαν τῶν ἀρτηριῶν, ὅσον ἐπὶ τοῖς ἐξ ἀνατομῆς φαινομένοις, ἐναργέστερα γὰρ αὐτῷ τὰ τῆς ἀρχῆς ὑπάρχει γνωρίσματα. μὴ τοίνυν μηδὲ ἐκεῖνό σε λανθανέτω, διότι πάντως ἂν ἔσφυζον αἱ φλέβες, εἴπερ ἐκ τῆς καρδίας ἐπεφύκεισαν.
Ὁ λόγος δ’ οὐκ ἔτι μοι πρὸς Ἐρασίστρατον ἢ τοὺς Ἐρασιστρατείους ἐστὶν, ἀλλὰ πρὸς τοὺς ἡγουμένους, οὐ, διότι πληροῦνται πνεύματος αἱ ἀρτηρίαι, διὰ τοῦτο διαστέλλεσθαί
561
τε καὶ σφύζειν αὐτὰς, ἀλλὰ, διότι διαστέλλονταί τε καὶ σφύζουσι, διὰ τοῦτο πληροῦσθαι. κοινὸν μὲν οὖν τουτὶ τὸ δόγμα πολλῶν τ’ ἐστὶ καὶ δοκίμων ἀνδρῶν, ὥσπερ γε καὶ ὅτι τὴν δύναμιν ἐκ τῆς καρδίας οἱ χιτῶνες τῶν ἀρτηριῶν τοῦ διαστέλλεσθαι καὶ συστέλλεσθαι λαμβάνουσιν. ἀπεσχίσθησαν δ’ οὖν οὐκ οἶδ’ ὅπως αὐτῶν ἐν τῷδε Πραξαγόρας τε καὶ Φιλότιμος ὁμολογήσαντες τἄλλα, καὶ νομίζουσι τὸ πάμπαν ἐξ ἑαυτῶν σφύζειν τὰς ἀρτηρίας, ὥστε καὶ εἰ σάρκα τις ἐκτεμὼν ζώου καταθείη παλλομένην ἐπὶ τῆς γῆς, ἐναργῶς ὁρᾶσθαι τὴν κίνησιν τῶν ἀρτηριῶν. οὔκουν ἐβουλόμην ἐς τοσόνδε διαμαρτεῖν τοῦ φαινομένου τηλικούτους ἄνδρας, ὡς μὴ δύνασθαι διορίσαι παλμὸν σφυγμοῦ. χρὴ δ’, οἶμαι, γιγνώσκεσθαι μὲν καὶ τοῦτο τοῖς ἀνδράσι, γιγνώσκεσθαι δὲ καὶ ὡς, εἰ μόνην ἐκτέμοις ἀρτηρίαν, οὐ κινεῖται, καθάπερ οὐδ’ εἰ βρόχῳ διαλάβοις ἔτι συνημμένην τῇ καρδίᾳ. καίτοι θαυμαστὸν, ἡνίκα μέν ἐστιν ἔξω τοῦ ζώου, μὴ μόνον τῆς καρδίας, ἀλλὰ καὶ τῆς τῶν ἄλλων ἁπάντων μορίων ἀφῃρημένης συμπνοίας, ἀκωλύτως σφύζειν αὐτὴν, ἡνίκα δὲ
562
συνῆπται πᾶσιν, ἄσφυκτον γίγνεσθαι βρόχῳ διαληφθεῖσαν. ἀλλ’ οὐδὲ γὰρ ἔξω, θαυμασιώτατε Πραξαγόρα, πάλλεται διὰ παντὸς ἐκτεμνομένη τοῦ ζώου. καίτοι τί περὶ τούτου φιλοτιμοῦμαι διελέγχειν αὐτόν; ἀρκεῖ γὰρ ἐπιδεῖξαι μόνας τὰς ἀρτηρίας ἀκινήτους τε καὶ ἀσφύκτους ἀκριβῶς γενομένας, ὅταν ἐκτμηθῶσι τοῦ ζώου. παρὰ τῆς καρδίας οὖν αὐταῖς τὸ κινεῖσθαι. καὶ τοῦτ’ ὀρθῶς μὲν εἶπε καὶ ὁ Ἐρασίστρατος, οὐκ ὀρθῶς δ’ ἐξηγήσατο τῆς κινήσεως τὴν γένεσιν. οὐ γὰρ ὡς ἀσκὸς ἐμφυσώμενος ὑπὸ τῆς καρδίας ἐκθλιβούσης τὸ πνεῦμα πληροῦται τῶν ἀρτηριῶν ἑκάστη, τῷ συνῆφθαι δ’ αὐτῇ καὶ ἐξ ἐκείνης πεφυκέναι τῆς αὐτῆς ὅλῳ τῷ σπλάγχνῳ κεκοινώνηκε δυνάμεως. ὅτι δ’ ὅλον σφύζει τῆς καρδίας τὸ σῶμα, διαστελλόμενόν τε καὶ συστελλόμενον ἐξ ἑαυτοῦ, σχεδὸν ἤδη τοῦτο καὶ διὰ τῶν ἀνατομῶν γνωρίσεις, τηνικαῦτα τὸ δεξιὸν αὐτοῦ μέρος ἀναπτύξας. γυμνοῦται δ’ ἡ καρδία χωρὶς τοῦ συντμηθῆναι τὸν θώρακα τοῦ ξιφοειδοῦς ἐκκοπέντος, ᾧ ἐγγὺς ἤρτηται τὸ περικάρδιον σκέπασμα. τριττὴ δὲ αὕτη τοῦ θώρακός ἐστιν εὐρυχωρία κατὰ μέσα τὰ στέρνα,
563
μηδετέρα οὖσα τῶν ὑπολοίπων δυοῖν. ἐὰν οὖν ἅμα τε τοῦτο ποιήσῃς καὶ τέμῃς ὄρθιον, ὡς εἴρηται, τὸν δεξιὸν θώρακα, τῆς δεξιᾶς κοιλίας τῆς καρδίας ἐναργῶς ὄψει τὸν σφυγμόν. οὐ λήσεταί σε οὐδὲ τὸ καταφυόμενον εἰς αὐτὴν ἀγγεῖον, ὅπερ ἐστὶν ἀποβλάστημα τῆς κοίλης, ὁμοίως ταῖς ἀρτηρίαις σφύζον. εἴτε δὲ τῷ δέχεσθαι δύναμιν ἐκ τῆς καρδίας ἄχρι τοῦ βράττεσθαι ἐπιῤῥέουσαν, εἴτε τοῦ αἵματος τῆς ἐπὶ τἀναντία φορᾶς τῇ κατὰ τὸ δεξιὸν οὖς, εἴτε ἄλλῳ τινὶ τρόπῳ τὴν κίνησιν ταύτην ἡ κοίλη φλὲψ λαμβάνει, περιττὸν ἐν τῷ παρόντι σκοπεῖν. ἱκανὸν γὰρ εἰς τὰ προκείμενα τὸ μηδ’ ὅλως σφύζειν αὐτὴν, ὥσπερ τὴν μεγάλην ἀρτηρίαν ἅμα ταῖς ἄλλαις ἁπάσαις ταῖς κατὰ τὸ σῶμα. ὅτι μὲν οὖν οὔτε τῆς πρώτης γενέσεως τῶν φλεβῶν, οὔτε τῆς μετὰ ταῦτα διοικήσεώς ἐστιν ἀρχὴ ἡ καρδία, δέδεικται σαφῶς.
Ὑπόλοιπον δ’ ἐστὶν, ὑπὲρ οὗ ἐδόξασάν τινες ἄτοπον μὲν ἱκανῶς, ὅμως δὲ ἀρέσαν ἐνίοις τῶν ἐνδόξων ἰατρῶν, ἐξηγήσασθαι μὲν πρότερον, ἐπιδεῖξαι δ’ ἔτι,
564
καθ’ ὅ τι διήμαρται. φασὶ γὰρ, ὥσπερ ὁδοῦ τις ἀρχὴ λέγεται, κατὰ τὸν αὐτὸν ἐγχωρεῖν τρόπον εἶναί τινα καὶ φλεβῶν ἀρχὴν, οὐδὲν κωλῦον, εἰ καὶ τελευτὴν ὀνομάζει τις αὐτήν· ἐν γὰρ τῷ πρός τι τὴν τοιαύτην ἀρχὴν εἶναι τὰς Ἀθήνας. ἀλλὰ κατὰ τοῦτόν γε τὸν τρόπον οὐχ ἡ καρδία μόνον, ἀλλὰ καὶ πᾶν ἄλλο μόριον ἀρχή τε ἅμα δύναται καὶ τελευτὴ λέγεσθαι τῶν εἰς αὐτὸ καταφερομένων ἀγγείων. οὕτως οὖν καὶ ἡ καρδία τῆς κοίλης φλεβὸς οὐδὲν ἂν μᾶλλον ἀρχὴ ἢ τελευτὴ νομίζοιτο. τῆς δ’ ἐπὶ ταῖς πύλαις οὐδαμῶς ἂν ἀρχὴ ἢ τελευτὴ νομίζοιτο, μήτ’ αὐτῆς ἐκείνης τῆς φλεβὸς εἰς τὴν καρδίαν περαινούσης, μήτε τῶν ἀπ’ αὐτῆς ἀποσχιζομένων μηδεμιᾶς, οὐκοῦν οὐδὲ τῶν καθ’ ὅλον τὸ σῶμα φλεβῶν. ὥστε διαμαρτάνουσιν οἱ μηδὲν ὧν οἴδασι δέον ὁδῶν μνημονεύοντες· ἄχρηστος γὰρ ἡ τοιαύτη ζήτησις τοῖς ὑποθεμένοις γε, χρήσιμον ὑπάρχειν αὐτήν. τὸ μὲν δὴ ἧπαρ ἀρχή τε ἅμα καὶ τελευτὴ συναπασῶν ἔσται τῶν φλεβῶν, ἄλλο δ’ οὐδὲν οὔτε σπλάγχνον οὔτε μέρος, ὅτι μηδὲ συνεχεῖς εἰσιν αἱ καθ’ ὅλον τὸ σῶμα φλέβες ἑτέρῳ τινὶ
565
μορίῳ. πάλιν οὖν ἄνωθεν ἐπὶ κεφαλαίων ἀναλάβωμεν τὸν λόγον. εἰ τὴν τῆς πρώτης γενέσεως ἀρχὴν τῶν φλεβῶν ζητεῖς, ἧπάρ ἐστιν· εἰ τῆς κατὰ τὴν ὕλην διοικήσεως, ᾗ τρέφεται τὸ σύμπαν σῶμα, καὶ δυνάμεως, οὐδ’ οὕτως ἄλλο τι σπλάγχνον εὑρήσεις ἐπιτηδειότατον ἀρχὴν νομισθῆναι. φημὶ γὰρ καὶ τὰς φύσει παρελθὼν ἀρχὰς, εἰ τὴν ὡς διδασκαλίας ἀρχὴν, ἢ τὴν ὡς ὁδὸν, ἢ ὁπωσοῦν ἄλλως ἐθέλοις σκοπεῖσθαι, πᾶσαν ἐπίνοιαν ἀρχῆς ἐπιτήδειόν ἐστι δέξασθαι τὸ ἧπαρ. εἰ γὰρ ὄντως τε καὶ φύσει τῶν φλεβῶν ἐστιν ἀρχὴ, θαυμαστὸν τοῦτο κατὰ πάντα τρόπον ἀρχὴν αὐτῶν εὑρίσκεσθαι. ἆρ’ οὖν ἤδη καταπαύωμεν ἐνταυθοῖ τὸν λόγον, ἢ προστιθῶμεν αὐτῷ κεφάλαιον ἕν τι τῶν ἔμπροσθεν ἀναβληθέντων, ἡνίκ’ ἐλέγομεν, οὐκ ἄν τινα γεγυμνασμένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων λογισμοῖς ἄλλο γενέσεως αἵματος ἀποφαίνεσθαι σπλάγχνον αἰτιώτερον ἥπατος; ἄμεινον ἴσως ἐστὶν ὑπὲρ τοῦ πάντ’ εἰρῆσθαι προσθεῖναι, κᾂν ὅτι μάλιστα τὸ προκείμενον ἐξ ἀρχῆς ἀποδεδειγμένον ὑπάρχει τελέως. ὅτι μὲν ἀλλοιοῦται τὸ τρέφον εἰς τὴν τοῦ τρεφομένου
566
μεταβαλλόμενον οὐσίαν, ἡμῖν τε δι’ ἑτέρων ἀποδέδεικται καὶ σχεδὸν ὑπὸ τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων ἀποδέδεικται. ὅτι δ’, εἴπερ ὁ ἐκ τῆς γαστρὸς εἰς ἧπαρ ἀναδιδόμενος χυμὸς αἷμα φαίνεται γιγνόμενος, ἀναγκαῖον ὑπὸ τῆς οἰκείας οὐσίας τοῦ ἥπατος ἐγγίγνεσθαι τὴν ἀλλοίωσιν αὐτὴν, τοῦτ’ οὐκέτι σύμπαντες ὁμολογοῦσιν, ἀλλ’ ἡγοῦνταί τινες, αὐτοὺς τῶν φλεβῶν τοὺς χιτῶνας ἐργάζεσθαι τὸ αἷμα. καίτοι γ’, εἰ ἐκκενώσαις αὐτοὺς, οὐδὲν ὑμενώδους ἢ νευρώδους οὐσίας θεάσῃ διαφέροντας. ὥσπερ οὖν, εἴ τις ὑπὸ νεύρων, ἢ ὑμένων, ἢ ὀστῶν, ἢ χόνδρων, ἢ πιμελῆς, ἢ ὅλως ἀναίμου σώματος ἔφασκε γίγνεσθαι τὸ αἷμα, κατέγνωμεν ἂν ἑτοίμως αὐτοῦ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, εἰ καὶ τοῖς τῶν φλεβῶν χιτῶσι κατὰ τὴν ἑαυτῶν φύσιν ἀναφέροι γένεσιν αἵματος. οὐ γὰρ ἐρυθρὸν ἐκεῖνοί γε χυμὸν, ἀλλὰ λευκὸν καὶ γλίσχρον ἐργάζεσθαι πεφύκασιν, ἐξ οὑ ἥ τε γένεσις αὐτοῖς ἐστιν, ἥ τ’ αὔξησίς τε καὶ θρέψις. ἀποδέδεικται δὲ περὶ τούτων ἐν τῷ προτέρῳ περὶ σπέρματος γράμματι. καὶ μὴν, εἵπερ εἰς ὁμοίαν ἰδέαν τῷ μεταβάλλοντι
567
τὸ μεταβαλλόμενον ἀφικνεῖται, τῆς τοῦ ἥπατος αὐτοῦ σαρκὸς οὐδὲν ἂν εὕροις ἐπιτηδειότερον εἰς αἵματος γένεσιν. εἰ γὰρ παχυνθείη τὸ αἷμα, σὰρξ ἥπατος ἀκριβὴς ἀπεργασθήσεται. πολλὰ δ’ ἀγνοήσαντες, οἶμαι, τῶν φυσικῶν οἱ πλεῖστοι πράγμαθ’ ἡμῖν παρέχουσιν, ὧν ἄλλα τέ τινά ἐστι καὶ τὰ διὰ τῆς περὶ τῶν φυσικῶν δυνάμεων πραγματείας ἀποδεδειγμένα. περιστέλλεται γὰρ ἡ γαστὴρ τοῖς σιτίοις, ἕλκουσα τὸν οἰκεῖον ἑαυτῇ χυμὸν ἐξ αὐτῶν, ἔστ’ ἂν ἀπολαύσασα καὶ τελέως ἐμπλησθεῖσα διώσηται τὸ περιττὸν ἅπαν εἰς τὴν νῆστιν. ἐντεῦθεν δ’ αὖθις ἕλκει τὸ ἧπαρ εἰς ἑαυτὸ προκατειργασμένον αὐτὸν ἐν τῇ γαστρὶ κατὰ τὸν ἔμπροσθεν χρόνον, οὐ μὰ Δία τῆς γαστρὸς ἕνεκα τοῦ ἥπατος ἀλλοιούσης αὐτὸν, ἀλλὰ ἀδύνατον εἰς ταὐτὸν ἀλλήλοις ἰόντα δύο σώματα μὴ δρᾷν καὶ πάσχειν εἰς ἄλληλα. δέδεικται γὰρ δὴ καὶ τοῦθ’ ἡμῖν ἐν ἐκείνῃ τῇ πραγματείᾳ, καὶ ὡς τὸ ἰσχυρότερον νικᾷ καὶ μεταβάλλει θάτερον. ὥσπερ οὖν τὸ τῆς γαστρὸς λείψανον ἐπιτήδειον γίνεται τῷ ἥπατι, κατὰ τὸν αὐτὸν τρόπον· τοῖς μεθ’ ἧπαρ ἅπασι τὸ τούτου πάλιν
568
αὐτοῦ περιττὸν, οὐδ’ οὖν οὐδ’ αὐτοῦ τοῦ ἥπατος ἐκείνων ἕνεκεν ἀλλοιώσαντος τὴν τροφὴν, ἀλλὰ καθ’ ὃν εἴρηκα τρόπον, ἡνίκα μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος ἐπιτηδειότερα ἐν τῷδε γίγνεται τοῖς μεθ’ ἧπαρ μορίοις. ὡς γὰρ αὐτὸ διὰ τῶν φλεβῶν εἵλκυσεν ἐκ γαστρός τε καὶ τῶν ἐντέρων τὴν τροφὴν, οὕτως, ὅσα μετ’ ἐκεῖνο τέτακται, δι’ ἄλλων ἕλκει φλεβῶν εἰς ἑαυτὰ, κᾄπειτ’ αὖθις ἕτερα, καὶ τοῦτο ὑπάρχει γιγνόμενον, ἄχρι περ ἂν εἰς ἅπαν ἀφίκηται τοῦ ζώου μόριον ἡ τροφὴ, παρασκευάζει δ’ ἕκαστον ἀεὶ καὶ προπέττει τὸ μεθ’ αὑτὸ κατὰ τὸ συνεχὲς τῆς διαδόσεως. οὕτως οὖν καὶ τὸ ἧπαρ παρομοιοῖ τὸν ἐκ τῆς κοιλίας ἀναδοθέντα χυλὸν ἑαυτῷ, τοὐτέστι τῇ σαρκί τε καὶ τῇ οὐσίᾳ τῇ ἑαυτοῦ, τῷ καλουμένῳ πρὸς ἐνίων ἰατρῶν παρεγχύματι. ἕκαστον γὰρ τῶν ὀργανικῶν τοῦ ζώου μορίων, σύνθετον ὑπάρχον ἐξ ἑτέρων ἁπλουστέρων μορίων, πάντως ἴδιόν τι τοιοῦτον ὑπάρχει κατὰ τὴν οὐσίαν, οἷον οὐκ ἄλλο καθ’ ὅλου τοῦ ζώου τὸ σῶμα. τὸ γοῦν τῆς γαστρὸς σῶμα τὸ ἴδιον οἷον οὐκ ἄλλο τῶν πάντων ἐστίν· ὡσαύτως δὲ καὶ
569
τὸ τοῦ σπληνὸς, ἐγκεφάλου τε καὶ νεφρῶν, καὶ γλώττης, καὶ ὀφθαλμῶν, καὶ κύστεων, καὶ μητρῶν. ἀρτηρίαι μὲν οὖν καὶ νεῦρα καὶ φλέβες ἐμφύονται τοῖς ὀργάνοις ἕνεκα χρείας κοινῆς, ὡσαύτως δ’ ἐνίοις αὐτῶν ὑμένες τε καὶ σύνδεσμοι. τὸ δ’ ἴδιον ἑκάστου σώματος χωρὶς τούτων ἐστὶ, διὸ καὶ τὴν ἐνέργειαν ἐξαίρετον ἢ τἄλλα κέκτηται. κατὰ μὲν γὰρ τὸ κοινὸν ἀνάγκη δήπου καὶ τὴν ἐνέργειαν εἶναι κοινήν. οὐ γὰρ οἷόν τε παρὰ τοὺς τόπους τοῦ σώματος ὑπαλλάττεσθαι φλεβὸς, ἢ ἀρτηρίας, ἢ νεύρου τὴν ἐνέργειαν, ἀλλ’ ἄν τε κατὰ τὴν πτέρναν, ἄν τε κατὰ τὸν ἐγκέφαλον ἀρτηρίαν ἐννοήσῃς, εὐθὺς αὐτῆς συνεπινοήσεις τὴν κοινὴν ἁπασῶν ἀρτηριῶν ἐνέργειαν· ὡσαύτως δὲ καὶ νεύρῳ, καὶ φλεβὶ, καὶ ὀστῷ, καὶ χόνδρῳ, καὶ ὑμένι, καὶ συνδέσμῳ, καὶ πιμελῇ. κατὰ δὲ τὸ ἴδιον εἶδος ἑκάστης οὐσίας ἰδίαν ἀναγκαῖον εἶναι τὴν ἐνέργειαν. οἷον γὰρ ἐστι τὸ τοῦ πνεύμονος σῶμα κατὰ τὴν οὐσίαν, οὐκ ἂν εὕροις ἕτερον, οὐδ’. οἷον ἐγκεφάλου οὐδὲν ἄλλο τοιοῦτον, ὥσπερ οὐδὲ ὁποῖον ἡ καρδία σῶμα κατὰ τὴν οὐσίαν ἐστὶν, οὐδὲν ἀκριβῶς ἄλλο
570
τοιοῦτον ὑπάρχει. καὶ νεφροὶ δὲ καὶ σπλὴν ἑκάτερον αὐτῶν οἷον οὐκ ἄλλο. καὶ διὰ τοῦτο ἡ ἐνέργεια καθ’ ἕκαστον ἴδιος ἐπὶ τῷ τῆς οὐσίας ἰδίῳ, καὶ ἡ τοῖσδε σὰρξ ἰδιότητα πολλὴν ἔχει παρὰ τὰς ἄλλας σάρκας. ἐν ὀφθαλμῷ δὲ τί δεῖ καὶ λέγειν, ὡς ἴδιον ἐξαίρετον, καὶ οὐδ’ ἐγγὺς οὐδενὶ τῶν ἄλλων ἐοικός ἐστι τὸ κρυσταλλοειδὲς, ὅτε καὶ τὸ τῆς ἐνεργείας τῆς κατ’ αὐτὸ μηδενὶ προσέοικεν; οὐδὲν οὖν θαυμαστόν ἐστιν, οὐδὲ τὸ τοῦ ἥπατος ἴδιον σῶμα κατὰ τὴν αὑτοῦ φύσιν κεκτῆσθαι τὴν ἐνέργειαν· ἐρυθρότατον μὲν γάρ ἐστιν, ὥστε τὸ αἷμα καὶ τῷ πεπῆχθαι μόνον αὐτοῦ διαφέρον· θρόμβου μὲν γὰρ ἡ πῆξις ὑπὸ τοῦ περιέχοντος γίγνεται, σβεννύουσα μὲν ἐξ αὐτοῦ τὴν θερμότητα, μελαίνουσα δὲ διὰ τὴν ψύξιν. οὐχ οὕτως δὲ κατὰ τὸ ἧπαρ, ἀλλ’ ὑπό γε τῆς ἐμφύτου θερμασίας, κοσμούσης αὐτὸ μᾶλλον ἢ φθειρούσης. ἀλλοιοῦται μὲν γὰρ ἑκατέρως τὸ αἷμα, κᾂν θρόμβος γένηται, κᾂν ἥπατος σάρξ. ἀλλ’ ἡ μὲν εἰς θρόμβον, ἀλλοίωσις ὁδὸς ἐπὶ φθοράν ἐστιν, ἡ δ’ εἰς τὴν
571
ἥπατος οὐσίαν ἐνέργεια φύσεως. οὐδ’ ἔστιν οὐδὲν ὁμοιότερον εὑρεῖν αἵματι τῆς ἥπατος ἰδέας. εἴρηται μὲν οὐ καλῶς οὐδ’ ὑπὸ τῶν εἰπόντων, τῇ πρώτῃ καὶ νεοπαγεῖ σαρκὶ παραπλήσιον γίγνεσθαι στάξαν εἰς ὕδωρ χλιαρὸν αἷμα· πολὺ δὲ δὴ μᾶλλον ἡ συμμετρία τῆς ἐμφύτου θερμασίας ἀκριβῆ περιτίθησιν αὐτῷ τὸν κόσμον. εἴπερ οὖν ἕκαστον μόριον ἐξ ὁμοιοτάτου κατὰ τὴν οὐσίαν ἑαυτῷ τρέφεται χυλοῦ, καὶ τοῦτον παρασκευάζειν ἑαυτῷ πέφυκεν, ἀλλοιοῦν τε καὶ μεταβάλλειν ἡ τοῦ αἵματος γένεσις, ἔργον τῆς ἥπατος σαρκός. αὕτη δ’ ἐστὶν, ὡς ἐδείχθη, τὸ ἴδιον ἑαυτοῦ σῶμα. διὸ τῶν ἄλλων ἀποκριθὲν ἕν τι τῶν σπλάγχνων ἐστὶ μονογενές. μετέχει μὲν οὖν καὶ ἡ καρδία τοῦ τοιούτου χρώματος, ἀλλ’ οὐκ εἰς ὅσον ἧπαρ· ὑγρότερον γάρ ἐστι τὸ σπλάγχνον τοῦτο τῆς καρδίας, καὶ διὰ τοῦτ’ ἐρυθρότερόν τε καὶ μαλακώτερον, ἡ δὲ ξηροτέρα τε καὶ θερμοτέρα τοῦ ἥπατος ὑπάρχει. οὕτως γὰρ ἤμελλεν ἅμα τε σκληροτέρα γενήσεσθαι καὶ κινήσεσθαι διττὴν κίνησιν ὁμοίως ταῖς ἀρτηρίαις, ἵν’ ἐκ μὲν τῆς τοιαύτης κινήσεως ἡ συμμετρία φυλάττηται τῆς ἐμφύτου
572
θερμασίας, ὡς ἐν τῷ περὶ χρείας σφυγμῶν ἐπεδείξαμεν. ἡ σκληρότης δὲ τὴν δυσπάθειαν αὐτῇ παρέχει συνεχέσι τε κινήσεσι καὶ σφόδρα ἰσχυραῖς ἐνίοτε παρεσκευασμέναις ὑπὸ τῆς φύσεως. ὅθεν οὐδὲ τὸ ἴδιον αὐτῆς αἷμα τοιοῦτόν ἐστιν, οἷόν περ τὸ τοῦ ἥπατος, ἀλλ’ ὅσῳ θερμότερον τὸ σπλάγχνον τοῦ σπλάγχνου, τοσούτῳ ξανθότερον, ὅπερ ἴδιον αἵματος ξηροτέρου, καθάπερ τοῦ ὑγροτέρου τὸ ἐρυθρόν. εἴρηται δὲ καὶ ὑπὸ Πλάτωνος μὲν ἐν Τιμαίῳ περὶ τῆς τῶνδε τῶν χρωμάτων γενέσεως, ἀτὰρ οὖν καὶ ἡμεῖς αὖθις ἐξηγησάμεθά τε καὶ ἀπεδείξαμεν, ὡς ἀληθῶς εἴρηται πάντα, γεγραφότες ὑπὲρ αὐτῶν ἰδίᾳ καθ’ ἕτερον λόγον. ἀλλὰ νῦν γε τὸ προκείμενον ἡμῖν περαίνωμεν. αἵματος ὑγροῦ μὲν τὴν κρᾶσιν, ἐρυθροῦ δὲ τὴν χρόαν ἡ πρώτη μὲν ἐν ἥπατι γένεσις, ὀχετοὶ δὲ παράγοντές τε καὶ διανέμοντες αὐτὸ παντὶ τῷ σώματι φλέβες. αἵματος δὲ ξανθοῦ καὶ λεπτοῦ καὶ λεπτομεροῦς καὶ πνευματώδους ἡ μὲν πρώτη γένεσις ἐν τῇ τῆς καρδίας ἀριστερᾷ κοιλίᾳ, διανέμουσι δὲ καὶ παράγουσιν εἰς ὅλον τὸ ζῶον αἱ ἀρτηρίαι τὸ τοιοῦτον αἷμα.
573
δέδεικται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ὥσθ’ ἅμα μὲν, ὅπερ ἀνεβαλόμην ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρεῖν αὖθις ὑπὲρ τοῦ κατὰ τὴν καρδίαν αἵματος, τὰ νῦν εἴρηται, ἅμα δὲ, ὡς ἐσφάλησαν οἱ καὶ τὴν καρδίαν ἀρχὴν εἰπόντες εἶναι τῶν φλεβῶν, ἐπιδέδεικται. εἴπερ γὰρ αἵματός τινος, εὐθὺς δήπου καὶ φλεβῶν ἐνόμισαν, ὥσπερ μὴ καὶ τῶν ἀρτηριῶν ἐχουσῶν αἷμα λεπτομερέστατον καὶ θερμότατον. ὡς οὖν ἀρτηριῶν, οὕτως καὶ τοῦ πνευματώδους τε καὶ τοῦ ζέοντος αἵματος ἀρχή τε καὶ πηγὴ τοῖς ζώοις ἐστὶν ἡ καρδία, καὶ διὰ τοῦτο καὶ τὸ θυμοειδὲς ἐνδείκνυται τῆς ψυχῆς ἐν αὐτῇ κατῳκῆσθαι. ταῦτ’ ἄρα καὶ ὁ Πλάτων τὴν καρδίαν ἔλεγεν πηγὴν τοῦ περιφερομένου κατὰ πάντα μέλη σφοδρῶς αἵματος. οὐ ταὐτὸν γάρ ἐστιν ἢ πηγὴν αἵματος ἁπλῶς εἰπεῖν, ἢ προσθεῖναι τοῦ περιφερομένου σφοδρῶς. τὸ μὲν γὰρ ἐξ ἥπατος ὁρμώμενον οὐ περιφέρεται σφοδρῶς, ὅτι μήτε πνευματῶδές ἐστι, μήθ’ ὅλως σφύζουσιν αἱ περιέχουσαι φλέβες αὐτό· τὸ δ’ ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας ὁρμώμενον θερμότερόν
574
τε τοῦδε καὶ πνευματῶδες ἱκανῶς ἐστιν, ὡς ἂν σφυζόντων αὐτοῦ τῶν ἀγγείων. καλεῖται δ’ ὑπὸ μὲν τῶν παλαιοτάτων ἰατρῶν καὶ φιλοσόφων καὶ τουτὶ τὸ γένος τῶν ἀγγείων ὡσαύτως θατέρῳ φλὲψ, ὑπὸ δὲ τῶν ἄλλων ἀρτηρία μὲν τὸ σφύζον, τὸ δὲ ἄσφυκτον φλέψ. ὅτι δ’ οὕτως ὠνόμαζον οἱ παλαιοὶ, δέδεικται μὲν ἤδη πολλοῖς τῶν ἔμπροσθεν, ἐπιδέδεικται δὲ καὶ πρὸς ἡμῶν ἑτέρωθι. νυνὶ δὲ τοσοῦτον μόνον, ὅσον εἰς τὰ παρόντα χρήσιμον, ὑπομνήσω. τῆς κατὰ τὸν ἀγκῶνα καὶ μάλιστα τὸν ἀριστερὸν ἀρτηρίας ὅταν ἡ κίνησις ἐκ γενετῆς ὑπάρχῃ ταχεῖά τε ἅμα καὶ μεγάλη καὶ εὔτονος, ἰσχυρὰν μὲν ἐνδείκνυται τὴν ἐν τῇ καρδίᾳ θυμοειδῆ δύναμιν, ἀκμαῖον δὲ καὶ ζέον τὸ κατ’ αὐτὴν θερμὸν, ὅπερ ὀνομάζειν μανιῶδές τε καὶ ὀξύθυμον ἔθος· ὁ τοίνυν Ἱπποκράτης ὀνομάζων φλέβα τὴν ἀρτηρίαν ταύτην ᾧδέ πως γράφει κατὰ τὸ δεύτερον τῶν Ἐπιδημίων· ᾧ δ’ ἂν ἡ φλὲψ ἡ ἐν ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος, ᾧ δ’ ἂν ἀτρεμέῃ, τυφώδης. ὅτι δὲ καὶ τὸ σφύζειν ὄνομα καὶ ὁ σφυγμὸς ἐπὶ τῆς σφοδρᾶς εἰς τοσοῦτον τῶν ἀρτηριῶν
575
κινήσεως, ὡς καὶ πρὶν ἐπιλαβεῖν τὴν ἁφὴν αἰσθητὴν εἶναι τἀνθρώπῳ τὴν κίνησιν, ὑπὸ τῶν παλαιῶν ἐλέγετο, καὶ δι’ ἄλλων μὲν ἀποδέδεικται, καὶ νῦν δ’ οὐχ ἥκιστα φαίνεται διὰ τῆς πρὸς τὸ ἀτρεμέειν ἀντιθέσεως, καὶ τὸν τυφώδη δὲ, δηλονότι τὸν ἐναντίον τῷ μανικῷ ἢ καὶ ὀξυθύμῳ καὶ ἀόργητον. ὥσθ’ οἷον ὁδοῦ τι πάρεργον ἡμῖν οὐ σμικρὸν ἤνυσται κατὰ τὴν ἐξήγησιν τοῦ τῆς φλεβὸς ὀνόματος ἐπιδείξασιν Ἱπποκράτην πρότερον Πλάτωνος ἐν καρδίᾳ τιθέμενον ἀρχὴν τῆς θυμοειδοῦς δυνάμεως. ἀλλὰ τούτου μὲν καὶ μετ’ ὀλίγον ἐπιμνησθήσομαι. πρὸς δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἐπάνειμι, καθ’ ἣν τὰς ἀρτηρίας ὀνομάζων φλέβας ἔλεγε, τὴν δὲ καρδίαν ἅμα τῶν φλεβῶν πηγὴν καὶ τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος. ἐπειδή γὰρ οὐδέπω τὸ σφύζον ἀγγεῖον, ὥσπερ νῦν, ἀρτηρία προσηγόρευται, μόνας δὲ τὰς κατὰ τὸν πνεύμονα, τὰς ὑπὸ τῶν νεωτέρων τραχείας ὀνομασθείσας, οὕτως ἐκάλουν, εὐλόγως ὁ Πλάτων εἰς διορισμὸν, ὁποίων ἄν τινων βούληται φλεβῶν εἶναι τὴν καρδίαν ἀρχὴν, προσέθηκε καὶ πηγὴν τοῦ περιφερομένου
576
κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος. εἰς τί μὲν οὖν ἐστι τοῦτο τὸ αἷμα τοῦ ζώου χρηστὸν, αὖθις εἰρήσεται. τὸ δὲ ἐξ ἥπατος ὁρμώμενον εἰς τροφὴν παρεσκεύασται τοῖς τοῦ σώματος ἅπασι μέρεσιν. ὅθεν, οἶμαι, καὶ ὁ Πλάτων ὑπὲρ ἐκείνου διαλεγόμενος ἔφη· οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῆς τοῦ σώματος τροφῆς τεκτηναμένου. καὶ μέντοι καὶ ἐκ τοῦ λέγειν, τουτὶ μὲν τὸ καθ’ ἧπαρ εἶδος τῆς ψυχῆς σιτίων τε καὶ ποτῶν ἐπιθυμητικὸν ὑπάρχειν, οὐ μὴν ἐπί γε τῆς καρδίας οὐδὲν ἔτι προσθεῖναι τοιοῦτον, δῆλός ἐστιν ἐκ μὲν τῆς γαστρὸς εἰς ἧπαρ βουλόμενος ἀναφέρεσθαι τὴν τροφὴν, ἐκεῖθεν δὲ ἐπὶ τὴν καρδίαν ἰέναι τι μέρος εἰς τὴν τοῦ κατ’ ἐκείνην αἵματος γένεσιν. ἀλλ’ ὅτι μὲν οὐκ ἐκ τῶν κατὰ τὴν γαστέρα χωρίων τῆς τροφῆς ἀνάδοσις εἰς τὴν καρδίαν εὐθέως, ἀλλ’ εἰς ἧπαρ γίγνεται, πρότερον αὐτάρκως ἀποδεδειγμένον ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων, οὐδὲν ἔτι δέομαι νῦν ἐπεξέρχεσθαι, προσθεῖναι δ’ ἄμεινον τῷ λόγῳ τοσόνδε. θερμὸν μὲν ἱκανῶς ἀναγκαῖον εἶναι τὸ θυμοειδὲς σπλάγχνον, οὐκ ἐξ ἀνάγκης δὲ
577
θερμὸν ἱκανῶς τὸ ἐπιθυμητικὸν, ἀλλ’ ἐν φυτοῖς μὲν καὶ πάμπολυ τοῦ θυμοειδοῦς ἀπολειπόμενον, ἐν ζώοις δ’ οὐ τοσοῦτον μὲν, ὅμως δ’ οὐκ ὀλίγον. οὔτε γὰρ ἂν οὕτως θερμὸν εἰργάζετο χυμὸν, εἰ μὴ καὶ αὐτὸ τοιοῦτον ὑπῆρχεν, οὔτ’ ἀσφύκτους ἂν εἶχε τὰς φλέβας, εἰ ζεούσης θερμασίας ἦν ἀρχή. ταῦτ’ ἄρα καὶ Ἱπποκράτης ἐνδεικνύμενος ἔγραφε· ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται εἰς πάνθ’ αἷμα, καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ· αἷμα μὲν ἐξ ἥπατος ἀποπλανᾶσθαι λέγων, πνεῦμα δ’ ἐκ καρδίας, θερμασίαν δ’ ἐξ ἀμφοῖν. ὅθεν οὐδὲ διήνεγκεν ἢ φλεβῶν ἀρχὴν εἰπεῖν τὸ ἧπαρ, ἢ αἵματος, ἢ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἀλλ’ οἰκειότερόν πως ἰατρῷ μὲν ἐπὶ τοῖς σωματικοῖς ὀργάνοις, φιλοσόφῳ δ’ ἐπὶ ταῖς ψυχικαῖς δυνάμεσι ποιεῖσθαι τὴν διδασκαλίαν, ἕπεται δὲ ἐπιδειχθέντι θατέρῳ θάτερον. καὶ τοίνυν φαίνονται γεγραφότες οὕτως ὑπὲρ αὐτῶν Ἱπποκράτης καὶ Πλάτων, ὁ μὲν ὑπὲρ τῶν σωματικῶν ὀργάνων τὸν πλείω λόγον ποιησάμενος, ὁ δ’ ὑπὲρ τῶν ψυχικῶν δυνάμεων.
578
διὰ τοῦτ’ οὖν ὁ μὲν Ἱπποκράτης ἐρεῖ, ῥίζωσις φλεβῶν ἧπαρ, ἀνατομήν τε γράφει φλεβῶν τήνδε· ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ ἐντεῦθεν μετέωρος δι’ ἥπατος, καὶ διὰ φρενῶν εἰς καρδίαν. καὶ ἡ μὲν ἰθεῖα ἐς κληῖδας, ἐντεῦθεν δ’ αἱ μὲν εἰς τράχηλον, αἱ δ’ ἐπ’ ὠμοπλάτην, αἱ δ’ ἀποκαμφθεῖσαι κάτω περὶ παρασπονδύλου καὶ πλευρᾶς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι ταύτης χωρίον. ἄλλη δὲ σμικρὸν κατώτερον ἀποκαμφθεῖσα, ὁκόθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν. ἐπὰν δὲ τῆς ἐπ’ αὐτῆς καρδίας προστύχῃ ἀποκαμπτομένη εἰς τὰ ἀριστερὰ, ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι ἀποδιδοῦσα τῇσι πλευρῇσι τὴν ἐπίλοιπον ἁπάσαις, καὶ ἔνθεν ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα, μιᾶς δ’ οὖσα. ἀπὸ μὲν τῆς καρδίας ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσιν μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίας, ἔστ’ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη, πρότερόν γε πρὶν ἐνταῦθα ἐλθεῖν παρὰ τὰς ἐσχάτας δύο
579
πλευρὰς ἐδιχώθη, καὶ ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν τῶν σπονδύλων ἐλθοῦσα κατηναλώθη. ἡ δ’ εὐθεῖα ἀπὸ τῆς καρδίας πρὸς κληϊδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίας ἐστὶ, καὶ ἀπὸ ταύτης ὥσπερ καὶ παρ’ ὀσφὺν κάτωθεν τῆς καρδίας, καὶ ἀπὸ ταύτης ἀΐσσει εἰς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δ’ ἐς τὸ ἄλλο ἑξῆς ἀφώρμηκε σμικρὸν κάτωθεν φρενῶν. φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον χωρίσαι. δισσαὶ δ’ ἀπὸ κληΐδων αἱ μὲν ἔνθεν, αἱ δ’ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον. ὅπῃ δ’ ἐντεῦθεν, οὔπω οἶδα. φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω πλευρέων, ἢ νεφρὸς ἐξ ἀρτηρίας ταύτῃ ἀμφιβεβηκώς. ἀρτηρίαι δὲ ἐκ τούτου ἐκπεφύκασιν, ἔνθεν καὶ ἔνθεν ἀρτηρίη τόνον ἔχουσα. ταύτῃ δὲ παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι, πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας αἷς καὶ πεφύκασιν, ἄνω δὲ φρενῶν αὗται μᾶλλον ἐκφανέες. οὕτως
580
μὲν ὁ Ἱπποκράτης ἔγραψεν τὴν ἀνατομὴν τῶν ἐξ ἥπατος ἐκφυομένων φλεβῶν, ἐνδεικνύμενος ἐντεῦθεν εἶναι τὴν ἀρχὴν αὐτήν. ἐξηγησάμεθα δὲ τὴν ῥῆσιν ἑτέρωθί τε κᾀν τῷ δευτέρῳ τῆς Ἱπποκράτους ἀνατομῆς. ὁ δὲ Πλάτων οὐ κατὰ τὰς φλέβας, ἀλλὰ κατὰ τὴν διοικοῦσαν αὐτὰς δύναμιν ἀφ’ ἥπατος ὁρμωμένην ἐν Τιμαίῳ διαλεγόμενος ᾧδὲ πως ποιεῖται τὴν τοῦ λόγου διέξοδον. τὸ δὲ δὴ σίτων τε καὶ ποτῶν ἐπιθυμητικὸν τῆς ψυχῆς, καὶ ὅσων ἔνδειαν διὰ τὴν τοῦ σώματος ἴσχει φύσιν, τοῦτο εἰς τὸ μεταξὺ τῶν τε φρενῶν καὶ τοῦ εἰς τὸν ὀμφαλὸν ὅρου κατῴκισαν, οἷον φάτνην ἐν ἅπαντι τούτῳ τῷ τόπῳ τῇ τοῦ σώματος τροφῇ κεκτημένοι, καὶ κατέδησαν δὴ τὸ τοιοῦτον ἐνταῦθα, ὡς θρέμμα ἄγριον. τρέφειν δὲ δὴ συνημμένον ἀναγκαῖον, εἴπερ τι μέλλει τὸ θνητὸν ἔσεσθαι γένος. καὶ μικρὸν προελθὼν τοῦτο δή φησιν· ὁ θεὸς ἐπιβουλεύσας αὐτοῦ τὴν ἥπατος ἰδέαν συνέστησεν. ἐπὶ μὲν δὴ τοῦδε τοῦ σπλάγχνου καθάπερ νειμάμενοι τοὺς λόγους, ὁ μὲν ὑπὲρ τῶν ὀργάνων, ὁ δὲ ὑπὲρ τῆς διοικούσης αὐτὰ δυνάμεως διελέχθη. ἐπὶ δὲ τῆς
581
καρδίας ἑκατέρως ἀμφότεροι μετεχειρίσαντο, Πλάτων μὲν ἐν Τιμαίῳ γράφων ᾧδε. τὴν δὲ δὴ καρδίαν ἅμα τῶν φλεβῶν πηγὴν καὶ τοῦ περιφερομένου κατὰ πάντα τὰ μέρη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵν’, ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος, εἴ τις ἄδικος περὶ αὐτὰ γίγνηται πρᾶξις ἔξωθεν, ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον γίγνοιτο τὸ ἐπήκοον, καὶ ἕποιτο πάντῃ, καὶ τὸ βέλτιστον οὕτως ἐν αὐτοῖς πᾶσιν ἡγεμονεῖν ἐῷ. Πλάτων μὲν οὖν οὕτως ἀμφοτέρους τοὺς λόγους ἔμιξεν εἰς ταὐτὸ, τούς τε περὶ θυμοειδοῦς ψυχῆς καὶ τοὺς περὶ τῆς καρδίας καὶ τῶν ἀπ’ αὐτῆς πεφυκότων ἀγγείων. Ἱπποκράτης δ’ αὖ πάλιν οὐδ’ αὐτὸς ἀπέχεται τοῦ περὶ τῆς τοιαύτης εἰπεῖν τι, μάλιστα μὲν ἐν ᾗ μικρὸν πρόσθεν ἔγραψα ῥήσει, καθ’ ἣν ἐκ τοῦ σφυγμοῦ τῆς κατ’ ἀγκῶνα φλεβὸς ἐτεκμαίρετο περὶ τῶν τῆς ψυχῆς ἠθῶν, ἤδη δὲ κᾀν τῷ θεραπεύειν ἀχροίας τε καὶ ἰσχνότητας ἐν κατεψυγμέναις
582
ἕξεσι σώματος. ἐπιτήδευσιν γάρ φησιν ὀξυθύμου ἐμποιεῖν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐκχυμώσιος. ἐξηγεῖσθαι γοῦν σοι δόξει ταῦτα Πλάτων ἐν οἷς φησιν ἐπὶ τῆς καρδίας, ἵν’, ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος. οἱ δὲ μετ’ αὐτὸν φιλόσοφοι καὶ ὁρισμὸν τοῦτον ἐποιήσαντο τοῦ θυμοῦ, ζέσιν εἶναι φάσκοντες αὐτὸν τοῦ κατὰ τὴν καρδίαν θερμοῦ. καὶ μὲν δὴ καὶ ὁπότε περὶ γενέσεως πυρετοῦ διαλεγόμενος ὁ Ἱπποκράτης φησίν· αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας ἐξαπτόμενος ὑπὸ τοῦ θώρακος, καὶ εἰς τὴν κεφαλὴν ἀναπέμπων οἷα φλόγα· τῆς ἐμφύτου θερμασίας ἀρχὴν οἶδε τὴν καρδίαν. ἀλλὰ γὰρ οὐ πρόκειταί μοι κατὰ τήνδε τὴν πραγματείαν οὔτε ἀθροίζειν ἁπάσας τῶν ἀνδρῶν τὰς ῥήσεις, οὔτ’ ἐξηγεῖσθαι, μέλλοντί γε δι’ ἑτέρων ὑπομνημάτων ἰδίᾳ ποιεῖσθαι τὰς ἐξηγήσεις· ὅπερ δὲ ἐναρχόμενος εἶπον, ἐπισκέψασθαί τε καὶ κρῖναι τὰ δόγματα μόνον, εἴτε κατὰ πάντα ἀλλήλοις ὁμολογοῦσιν, εἴτε καὶ μή. καταπαύειν ἤδη καιρὸς ἐν τῷδε καὶ τόνδε τὸν λόγον, ἀρχῆς τοῦ ἥπατος ἀποδεδειγμένου καὶ φλεβῶν, καὶ αἵματος, καὶ τῆς
583
ἐπιθυμητικῆς ψυχῆς. ἐπεὶ δ’ οὐ μόνον Ἱπποκράτης καὶ Πλάτων οὕτως ἐδόξαζον, ἀλλὰ καὶ τῶν ποιητῶν, οἷς ὡς μάρτυσι χρῆται Χρύσιππος, οὐχ οἱ φαυλότατοι, ἔγνωκα ἔτι καὶ τοῦτο προσθεῖναι τῷ λόγῳ διὰ τὴν θαυμαστὴν αὐτοῦ σοφίαν, ὃς ἀποχωρῶν ἑκάστοτε τῶν ἐπιστημονικῶν ἀποδείξεων ποιηταῖς καὶ μυθολογήμασι καὶ γυναιξὶν εἰς πίστιν δογμάτων χρῆται, οὐ μὴν οὐδὲ αὐτὸ τοῦτ’ αἰσθανόμενος, ὡς ἀντιμαρτυροῦσιν αὐτῷ καὶ τἀναντία τίθενται σύμπαντες αὐτοὶ, καθάπερ ἔμπροσθεν ἔδειξα, τὸν μὲν θυμὸν ἐν τῇ καρδίᾳ, τὸν λογισμὸν δ’ ἐν ἐγκεφάλῳ περιέχεσθαι πεπιστευκότες. ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐν ἥπατι κατοικίζουσιν, ἐνῆν μέν μοι καὶ τοῦτο διὰ πλειόνων πιστοῦσθαι μαρτύρων, ὅπως δὲ μὴ δόξαιμι |σπουδάζειν, ἃ φεύγειν παραινῶ, καὶ τρίβειν τὸν χρόνον ἀχρήστοις πράγμασιν, Ὁμήρου μνημονεύσω, τὸν Τιτυὸν εἰς Ἅιδου κολαζόμενον εἰσάγοντος, ἐφ’ οἷς ἀκολασταίνειν ἐπεχείρησεν εἰς τὴν Λητώ·
584
Καὶ Τιτυὸν εἶδον, γαίης ἐρικυδέος υἱὸν,Κείμενον ἐν δαπέδῳ, ὁ δ’ ἔπ’ ἐννέα κεῖτο πέλεθρα,Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρονΔέρτρον ἔσω δύνοντες, ὁ δ’ οὐκ ἀπαμύνετο χερσί.Λητὼ γὰρ εἵλκυσε Διὸς κυδρὴν παράκοιτιν,Πυθῶδ’ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.οὐ τὴν καρδίαν ἢ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων μορίων ἐσθιόμενον ἐποίησε τοῦ Τιτυοῦ, δι’ ἐρωτικὴν ἐπιθυμίαν ἐξυβρίζειν ἐπιχειρήσαντος, ἀλλὰ τὸ ἧπαρ μόνον, εἰς τὸ τῆς ὕβρεως αἴτιον σπλάγχνον κολάζεσθαι φάμενος αὐτὸν, ὥσπερ ἦν εὔλογον. οὕτω γοῦν εἰώθασι καὶ νῦν ποιεῖν οἱ τοὺς ἁμαρτάνοντας οἰκέτας καταδικάζοντες, τῶν μὲν ἀποδιδρασκόντων τὰ σκέλη καίοντές τε καὶ κατασχάζοντες καὶ παίοντες, τῶν δὲ κλεπτόντων τὰς χεῖρας, ὥσπερ γε καὶ τῶν γαστριμάργων τὴν γαστέρα, καὶ τῶν φλυαρούντων τὴν γλῶτταν, ἁπλῶς δ’ εἰπεῖν ἐκεῖνα κολάζοντες τὰ μόρια, δι’ ὧν ἐνεργοῦσι τὰς μοχθηρὰς ἐνεργείας. εἰ δ’ ἄλλην τινὰ αἰτίαν ἔχει τις εἰπεῖν
585
τῶν ἐπαινούντων τὰ Χρυσίππου, δι’ ἢν οὕτως Ὅμηρος ἐποίησε κολαζόμενον τὸν Τιτυὸν, ἡδέως ἂν ἀκούσαιμι. μὴ λεγόντων μέντοι μηδ’ εὑρισκόντων, εὔλογον οἶμαι πρὸ Ἱπποκράτους καὶ Πλάτωνος ἐπαινεῖν Ὅμηρον οὕτω δοξάζοντα, καὶ μάρτυρα τίθεσθαι καὶ αὐτὸν, ὧν ἡμεῖς δι’ ἀποδείξεως ἐπιστωσάμεθα.
Οὐκ ἐγώ τοῦ μήκους τῆς πραγματείας αἴτιος, ὡς καὶ πρόσθεν εἶπον, ἀλλ’ οἱ ψευδῶν λόγων ὧν ἠρώτησαν ὑπὲρ ἡγεμονικῆς ψυχῆς οὐκ ὀλίγας πληρώσαντες βίβλους, ἃς εἰ μὲν ἀνελέγκτους τις εἴασεν, ὥσπερ ἐγνώκειν ἐγὼ τότε κατ’ ἀρχὰς, οὐκ ἂν ἐδόκει βεβαίως ἀποδεδεῖχθαι τἀληθὲς, εἰ δὲ ἐξήλεγχε πάντας ἑξῆς ἐπιὼν, ὡς μηδένα παραλιπεῖν, εἰς μῆκος οὐκ ἀναγκαῖον ἐκτείνεσθαι συνέβαινε
587
τὴν ὅλην πραγματείαν. ἐπειδὴ τοίνυν τῶν πρώτων ἤδη ὑπομνημάτων οὐκ ὤκνουν τινὲς ἐπαινεῖν, ὡς ἀληθεῖς, οὓς Χρύσιππός τε καὶ ἄλλοι τινὲς ὑπὲρ ἡγεμονικῆς ψυχῆς ἠρώτησαν λόγους, ἔδοξε τοῖς ἑταίροις, οἷς μάλιστα χαριζόμενος ἔγραφον ταῦτα, προσθεῖναι τὰς λύσεις αὐτῶν. ἀναγκαῖον γὰρ ὂν ἢ μηκῦναι κατὰ τὴν πραγματείαν, ἢ μὴ δοκεῖν ἀποδεδειχέναι τελέως ὑπὸ τριῶν ἀρχῶν διοικούμενον τὸ ζῶον, αἱρετώτερον ἔδοξεν εἰς μῆκος ἐκτεῖναι. καὶ μέντοι καὶ τὸ τέλος αὐτὸ τοῦ γιγνομένου δείκνυσιν ὀρθῶς ἡμᾶς ἑλομένους ἅπαντας ἐλέγξαι τοὺς ἠρωτημένους λόγους. οὔτε Στωϊκὸς ἔτι φιλόσοφος, οὔτε Περιπατητικὸς, οὔτε ἰατρός τις ὁμοίως θρασὺς, ὡς πρόσθεν εἴρηται, ἔσται, ἀλλ’ ἔνιοί γε καὶ φανερῶς ἐπὶ τὸν ἀληθῆ μετέστησαν λόγον· ἰατροὶ μὲν ἐξ ἐγκεφάλου συγχωροῦντες ἐπιῤῥεῖν αἰσθήσεώς τε καὶ κινήσεως δύναμιν ἅπασι τοῖς κατὰ τὸ ζῶον μέλεσι, φιλόσοφοι δὲ τὸ λογιζόμενον τῆς ψυχῆς ἐνταῦθ’ ὑπάρχειν. ᾐδέσθησαν γὰρ ἐναργῶς ὑπὸ τῆς ἀνατομῆς ἐλεγχθέντες θατέρου τῶν
588
λημμάτων προηγουμένως, ᾧ χρώμενοι ψευδῶς συνελογίζοντο προστιθέντες αὐτῷ τὸ πρὸς ἁπάντων ὁμολογούμενον, καθ’ ὅ φασιν, ἔνθα τῶν νεύρων ἡ ἀρχὴ, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικὸν, ὅπερ καὶ ἀληθές ἐστιν. ἀλλ’ ἥ γε προσληφθεῖσα δεομένη μὲν ἐξ ἀνατομῆς εὑρεθῆναι, κατεψευσμένη δ’ ὑπ’ ἐκείνων, οἰομένων ἐκ τῆς καρδίας ὁρμᾶσθαι τὰ νεῦρα, ψευδὲς εἰκότως εἰργάζετο τοῦ παντὸς λόγου τὸ συμπέρασμα, καί τινές γε τῶν οὐκ ἀλήθειαν, ἀλλ’ ἅπερ ἐξ ἀρχῆς ἔθεντο στεργόντων, ἐπιχειρήσαντες ἀνατρέπειν πᾶσιν ὁμολογούμενον ἔμπροσθεν λῆμμα, καταγέλαστοι τελέως ἐφάνησαν. ἐδείχθη γὰρ ἀπ’ αὐτῆς τοῦ ζητουμένου πράγματος τῆς οἰκείας φύσεως ἢ οὐσίας, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ τὴν πίστιν ἔχον ἡγεμονικὸν, ἁπάντων νοούντων καὶ λεγόντων τὸ κατάρχον αἰσθήσεώς τε καὶ τῆς καθ’ ὁρμὴν κινήσεως. ἐδείχθη δὲ καὶ ὡς αὐτὸς ὁ λόγος ἀρχαῖς μέν ἐστιν μόνον οὐκ ἐνδόξοις, οὐ μὴν ἀλλ’ ἐπιστημονικοῖς τοῖς λήμμασι κεχρημένος, ὅπερ ἴδιόν ἐστιν ἀποδεικτικῆς μεθόδου. οὐ μόνον δὲ τοὺς περὶ ψυχῆς ἡγεμονικοῦ λόγους ἠρωτημένους
589
ὑπ’ αὐτῶν ἐλέγχοντες ἐμηκύναμεν, ἀλλὰ καὶ τὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ὑπὸ Χρυσίππου γεγραμμένα, τοῦτο μὲν ἐν τοῖς λογικοῖς ὑπομνήμασι τρισὶ, τοῦτο δ’ ὲν τῷ θεραπευτικῷ, μετὰ τοῦ καὶ δεικνύειν αὐτὸν ἑαυτῷ διαφερόμενον τὸν Χρύσιππον. ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραμμάτων, ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον, ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ πάθη τῆς ψυχῆς, εἰ μόνον εἴη τὸ λογιστικὸν τῆς ψυχῆς αὐτῆς, μηδενὸς μήτ’ ἐπιθυμητικοῦ μήτε θυμοειδοῦς ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρονήσεως αἱ λοιπαὶ πᾶσαι. καίτοι κᾀνταῦθ’ εἴ τις ἐπεξέρχοιτο τῷ λόγῳ, τάς τε περὶ τῆς ψυχῆς διαφορὰς τῶν ἀρετῶν ἐν τέτταρσι βιβλίοις ὑπὸ Χρυσίππου γεγραμμένας βασανίζων, ὅσα τε καθ’ ἓν ἄλλο διῆλθεν, ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετὰς, ἐλέγχων τὸν Ἀρίστωνος λόγον, οὐχ ἑνὸς ἢ δυοῖν, ἀλλὰ τριῶν ἢ τεττάρων ἂν δεηθείη βιβλίων. ἔστι μὲν γὰρ κᾀνταῦθα λόγος εἶς βραχὺς ἐπιστημονικὸς ἐλέγχων τὸν Χρύσιππον
590
οὔτε τἀληθῆ πρεσβεύοντα καὶ μηκύνοντα περιττῶς. ἀλλ’ οἱ μήτε παιδευθέντες ἐν ἀποδεικτικῇ μεθόδῳ, μήθ’ ὅλως γνόντες, ὁποία τίς ἐστι, μόνῳ δὲ τῷ μεγέθει καὶ πλήθει τῶν ὑπὸ Χρυσίππου γραφέντων βιβλίων προσέχοντες τὸν νοῦν ἀληθῆ νομίζουσι πάνθ’ ὑπάρχειν αὐτά. καὶ γὰρ καὶ ὄντως ἐστὶ τὰ πλεῖστα αὐτῶν ἀληθῆ, καὶ μάλιστά γε τὰ κατ’ ἐκεῖνο τὸ βιβλίον, ἐν ᾧ δείκνυσι ποιὰς εἶναι τὰς ἀρετάς. ἀλλ’ ὅτι τῷ μίαν ὑποθεμένῳ δύναμιν ὑπάρχειν ἐν τῇ ψυχῇ, τὴν λογικήν τε καὶ κριτικὴν ὀνομαζομένην, ἀνελόντι δὲ τὴν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ, καθάπερ ὁ Χρύσιππος ἀνεῖλε, μάχεται τὰ κατὰ τοῦτο τὸ βιβλίον εἰρημένα ταυτὶ, μέμψαιτ’ ἄν τις αὐτῷ· τὸ μέντοι καταβάλλεσθαι τὴν Ἀρίστωνος αἵρεσιν ἀληθῶς ὑπὸ τῶν γεγραμμένων οὐκ ἄν τις μέμψαιτο. νομίζει γὰρ ὁ ἀνὴρ ἐκεῖνος, μίαν οὖσαν τὴν ἀρετὴν ὀνόμασι πλείοσιν ὀνομάζεσθαι κατὰ τὴν πρός τι σχέσιν. ὁ τοίνυν Χρύσιππος δείκνυσιν οὐκ ἐν τῇ πρός τι σχέσει γενόμενον τὸ πλῆθος τῶν ἀρετῶν τε καὶ κακιῶν, ἀλλ’ ἐν ταῖς οἰκείαις οὐσίαις ὑπαλλαττομέναις κατὰ
591
τὰς ποιότητας, ὡς ὁ τῶν παλαιῶν ἠβούλετο λόγος· ὅπερ καὶ αὐτὸ βραχὺ παρατρέψας ὁ Χρύσιππος ἑτέραις λέξεσι διῆλθε, ποιὰς εἶναι τὰς ἀρετὰς, τοῖς τ’ ἐπιχειρήμασιν οὐ πρέπουσι τῷ τὸ λογικὸν εἶναι μόνον τῆς ψυχῆς τεθειμένῳ, τὸ παθητικὸν δ’ ἀνῃρηκότι. πῶς οὖν ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἐὰν ἀναγκασθῶ νῦν ἐπιδεικνύειν, ἀλλοτρίας αἱρέσεως ἐπιχειρήμασι χρώμενον τὸν Χρύσιππον εἰκότως καταβαλεῖν τὴν Ἀρίστωνος δόξαν; οἱ γὰρ μήτε γνόντες, οἷόν τι πρᾶγμά ἐστι μέθοδος ἀποδεικτικὴ, μήτ’ ἀσκηθέντες ἐν αὐτῇ, μήτε ἀλήθειαν τιμῶντες, οὗτοι δικαιότεροι τοῦ μήκους τῶν λόγων ἔχειν τὴν αἰτίαν. οὗτοι γάρ εἰσι καὶ οἱ πρὸς ἅπασαν ἀπόδειξιν ἀεὶ λογιζόμενοι καὶ στροφὰς ἀσχήμονας στρεφόμενοι χάριν τοῦ δοκεῖν ἀτελῆ τὸν ὅλον ὑπάρχειν λόγον, ὅπου καὶ νῦν, ἐκ πολλοῦ γεγραμμένων τῶν πρὸ τούτου βιβλίων ἔτεσί τε πολλοῖς βεβασανισμένων ὑπὸ τῶν ἀρίστων ἀνδρῶν ἔκ τε τοῦ Περιπάτου καὶ τῆς Στοᾶς, ἐξαίφνης τις ἀνεφάνη τῶν Περιπατητικῶν ὑμένας εἶναι λέγων τοὺς ἀπὸ τῆς καρδίας εἰς ἐγκέφαλόν τε
592
καὶ μήνιγγας ἀναφερομένους, ὑφ’ ὧν ἡ ψυχικὴ δύναμις ἀνακομίζεται. καὶ ταῦτ’ ἐπιχειρεῖ λέγειν ἄνθρωπος οὐδ’ ὅλως ἀνατομῆς ἁψάμενος. ἐπεὶ δὲ πρὸς ἡμῶν ἐδέδεικτο καὶ διὰ τῶν ἔμπροσθεν, ὡς τοῖς νεύροις ἐγκέφαλος ἐπιπέμπει δυνάμεις, οἷον πηγή τις ὑπάρχων αὐτὸς, οὐκ ἐκ καρδίας λαμβάνων, ὡς μὲν ἔνιοι, δι’ αὐτῶν ὧν ἔφασαν νεύρων, ὡς δ’ ἄλλοι, διὰ τῶν καρωτίδων ἀρτηριῶν, ἠναγκάσθημεν οὖν αὖθις ἡμεῖς ἐπιδεικνύναι μήθ’ ὑμένας ἀναφερομένους ὅλως ἐκ καρδίας εἰς κεφαλὴν, εἰ δὲ καί τινες τῶν κατὰ τὸν τράχηλον ὑμένων ἐκ καρδίας μὴ εἶναι φάσκοιεν διατέμνοντές τε πάντας αὐτοὺς, ἐκκόπτοντές τε μηδὲν τοῦ ζώου βλαπτομένου. σκεπάσματα γάρ εἰσιν οἱ ὑμένες, ἔνθα περ ἂν ὑπάρχωσι, μορίων, μηδεμίαν ἐνέργειαν ἢ χρείαν ἑτέραν ἔχοντες, ὁποίαν ἀρτηρίαι καὶ νεῦρα καὶ φλέβες. ὥσπερ οὖν ἐν τούτοις οὐκ ἐγὼ τοῦ μήκους τῶν λόγων αἴτιος, ἀλλ’ ὅσοι μήτ’ ἠσκήθησαν ἐν ἀποδεικτικῇ μεθόδῳ, μήτ’ ἀληθείας ἐρῶσιν, οὕτω κᾀπὶ τοῦ πλήθους τῶν ἀρετῶν
593
ὁ μὲν ἐπιστημονικὸς λόγος ἐλάχιστος, οἱ δ’ ἐξ ἀμαθίας τε καὶ φιλονεικίας ὁρμώμενοι πολλοί. τίς οὖν ὁ ἐπιστημονικὸς λόγος; ὁ ἀπ’ αὐτῆς δηλονότι τῆς τοῦ πράγματος οὐσίας ὁρμώμενος, ὡς ἐν τῇ περὶ τῆς ἀποδείξεως ἐδείχθη πραγματείᾳ. χρὴ γὰρ ἄρξασθαι μὲν ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐννοίας, μεταβῆναι δ’ ἐντεῦθεν ἐπὶ τὴν τῆς οὐσίας εὕρεσιν ἐπισκοπούμενον, εἴτε μία τῆς κατὰ ψυχὴν ἀρετῆς, εἴτε πλείους εἰσὶν αἱ οὐσίαι κατὰ τὸ κοινότατον τῶν σημαινομένων, ὡς ἐν τοῖς περὶ τῆς ἀποδείξεως εἴρηται βιβλίοις, ἀκουόντων ἡμῶν τοῦ τῆς οὐσίας ὀνόματος, ὅπερ ἐστὶν οἷον ὕπαρξις, ὥς φασιν, ἡ βελτίστη τελειότης τῆς ἑκάστου φύσεως. ἀλλ’ εἴπερ τι τοιοῦτον πρᾶγμά ἐστιν, ἡ ἀρετὴ μία καθ’ ἕκαστον ὑπάρξει τῶν ὄντων. εἴπερ γὰρ τὸ βέλτιστον ἓν, καὶ ἡ τελειότης ἐστὶ μία, κατὰ μὲν τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐπιστήμην ἀναγκαῖον εἶναι τὴν ἀρετὴν, καὶ εἴπερ ἓν τοῦτό ἐστι μόνον ἐν ταῖς ψυχαῖς ἡμῶν τὸ λογιζόμενον, οὐ χρὴ ζητεῖν ἀρετὰς πολλάς· εἰ δὲ καὶ τὸν θυμὸν, ἀναγκαῖον ἔσται κᾀκείνου γενέσθαι τὴν ἀρετήν. οὕτω δὲ εἰ
594
καὶ τρίτον ἄλλο πρὸς τούτοις εἴη τὸ ἐπιθυμητικὸν, ἑξῆς μὲν αὗται τρεῖς, ἄλλη δ’ ἐκ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέσεως γίγνεται τετάρτη. ἄρα μήτι μακρὸς ὁ λόγος οὐδαμῶς, ὥσπερ οὐδ’ ἄλλος οὐδεὶς τῶν ἐπιστημονικῶν. ἀλλὰ μακρὰ λέγειν ἡμᾶς ἀναγκάζουσιν οἱ ληροῦντες μακρὰ, καθάπερ ἀμέλει καὶ νῦν ἀναγκαῖόν ἐστιν, εἰ καὶ μὴ τελέως μακρὰ, μέτρια γοῦν ἔτι διελθεῖν ὑπὲρ τῶν τῆς ψυχῆς ἀρετῶν. εἰ γὰρ, ὡς ἔμπροσθεν δέδεικται, ἕτερον μέν ἐστι τὸ λογιζόμενον, ἕτερον δὲ τὸ ἐπιθυμοῦν, ἄλλο δὲ τὸ θυμούμενον, ἔσται τις ἀρετὴ καθ’ ἕκαστον αὐτῶν μία. κάλει τοίνυν, εἰ βούλει, τὴν μὲν ἐν τῷ λογιζομένῳ σοφίαν, ἢ φρόνησιν, ἢ ἐπιστήμην, ἢ ὅ τι περ ἂν ἄλλο σοι δόξῃ, τὴν δ’ ἐν τῷ θυμουμένῳ πάλιν ἀνδρείαν, ἢ ὅ τι περ ἂν ἄλλο βουληθῇς· οὐ γάρ μοι μέλει τῶν ὀνομάτων, ἀλλ’ ὅτι μίαν αὐτὴν ἀναγκαῖον εἶναι. κάλει δ’, εἴπερ ἐθέλεις, καὶ τὴν ἐν τῷ λοιπῷ τῷ ἐπιθυμητικῷ γιγνομένην ἀρετὴν σωφροσύνην, αὖθις ἡμῶν ἐπισκεπτομένων περὶ τῆς κατ’ αὐτὴν Ἀριστοτέλει τε καὶ Πλάτωνι γεγενημένης διαφωνίας, οὐ μεγάλης
595
ὑπαρχούσης. ἐπεὶ δ’ ἕκαστον μόριον τῆς ὅλης ψυχῆς τὸ κατὰ τὴν ἀξίαν ἑαυτοῦ κάλλος ἔχει, τὴν ψυχὴν ὅλην εἰκότως ἂν εἴποις δικαίαν. ἐν μὲν οὖν τοῖς ἀλόγοις μέρεσιν αὐτῆς ἕξεις τέ τινές εἰσι καὶ δυνάμεις μόνον αἱ ἀρεταὶ, κατὰ δὲ τὸ λογικὸν οὐχ ἕξις μόνον ἢ δύναμίς ἐστιν, ἀλλὰ καὶ ἐπιστήμη ἡ ἀρετή. μόνῳ γὰρ τούτῳ τῷ μέρει τῆς ψυχῆς ἐπιστήμης μέτεστι, τὰ δὲ ἄλλα δυνάμεις μέν τινας καὶ ἕξεις βελτίους τε καὶ χείρους κτᾶσθαι δύναται, μετασχεῖν δ’ ἐπιστήμης ἀμήχανον αὐτοῖς, ἄχρι περ ἂν μηδὲ λόγου. τὸ μὲν οὖν ἀληθὲς οὕτω βραχύ.
Μεταβῶμεν δ’ ἑξῆς ἐπὶ τὸ διημαρτημένον. ἔστι γὰρ οὐδ’ αὐτὸ μακρὸν ἀνδρὶ κατὰ φύσιν ἔχοντι. νομίσας γοῦν ὁ Ἀρίστων, μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέη τἀγαθὰ καὶ φεύγειν τὰ κακὰ, τὴν ἐπιστήμην τήνδε καλεῖ
596
σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθὰ, μὴ πράττειν δὲ τὰ κακὰ, φρόνησιν· ἀνδρείαν δ’, ὅταν τὰ μὲν θαῤῥῇ, τὰ δὲ φεύγῃ· ὅταν δὲ τὸ κατ’ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην. ἑνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τ’ ἐστὶ καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε μὴν Χρύσιππος οὐκ οἶδ’ ὅπως ἀντιλέγειν ἐπιχειρεῖ τἀνδρὶ, τὴν κοινὴν πρὸς ἑαυτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάττοντι. καλῶς γὰρ ἅπαντα γιγνωσκόντων τε καὶ πραττόντων ἡμῶν ἂν ὁ βίος διοικοῖτο κατ’ ἐπιστήμην, κακῶς δὲ καὶ ψευδῶς γιγνωσκόντων τε καὶ πραττόντων κατ’ ἄγνοιαν, ὡς αὐτὸς ὁ Χρύσιππος βούλεται. καὶ διὰ ταῦτα μία μὲν ἀρετὴ γίγνοιτ’ ἂν ἡ ἐπιστήμη, μία δ’ ὡσαύτως καὶ ἡ κακία, προσαγορευομένη καὶ ἥδε ποτὲ μὲν ἄγνοια, ποτὲ δ’ ἀνεπιστημοσύνη. ἐὰν οὖν τις τὸν θάνατον, ἢ τὴν πενίαν, ἢ τὴν νόσον ὡς
597
κακὰ δεδιὼς ᾖ, δέον θαῤῥεῖν, ὡς ἐπὶ ἀδιαφόροις, ἐνδείᾳ μὲν ἐπιστήμης αὐτὸν τίθενται ἀγνοεῖν τἀληθὲς, ὡς ἂν Ἀρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δ’ ἔχει ψυχῆς, ἢν ὀνομάζουσι δειλίαν· οἷς ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀνδρείαν ἐπιστήμην οὖσαν, ὧν χρὴ θαῤῥεῖν, ἢ μὴ θαῤῥεῖν, τουτέστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ ψευδῆ δόξαν ὑπειλημμένων, οἷά πέρ ἐστιν ὑγίεια, καὶ πλοῦτος, καὶ νόσος, καὶ πενία. τούτων γὰρ οὐδὲν οὔτ’ ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν, ἀλλ’ ἀδιάφορα πάντα. καὶ τοίνυν, εἰ τὸ μὲν ἡδὺ νομίσας τις ἀγαθὸν, τὸ δ’ ἀνιαρὸν κακὸν, ἀκολουθῶν τῇ δόξῃ τῇδε, τοῦ μὲν τὴν αἵρεσιν ποιοῖτο, τοῦ δὲ τὴν φυγὴν, ἀμαθής ἐστιν οὐσίας ἀγαθοῦ, καὶ διὰ ταῦτ’ ἀκόλαστος. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουμένων ἡμῶν τὸ φαινόμενον ἀγαθὸν, φευγόντων δὲ τὸ φαινόμενον κακὸν, ἐχόντων δὲ φύσει τὰς ὁρμὰς ταύτας ἐφ’ ἑκάτερον, ἡ φιλοσοφία διδάσκουσα τὸ κατ’ ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν, ἀναμαρτήτους ἐργάζεται. Χρύσιππος
598
δὲ οὐκ οἶδ’ ὅπως, ὥσπερ οἱ ἰδιῶται λόγων, τῇ διαφορᾷ τῶν φωνῶν, οὐ τοῖς τυγχάνουσιν αὐταῖς πράγμασι προσέχει τὸν νοῦν, ἕτερόν τι νομίζων δηλοῦσθαι καθ’ ἑκάστην τῶνδε τῶν φωνῶν, αἱρετέον, ποιητέον, θαῤῥητέον ἀγαθόν. ἔστι δ’ οὐχ ἕτερον, ἀλλ’ ἐν ἁπάσαις ταὐτὸν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. τοῦτο γάρ ἐστι μόνον, ὅπερ ἂν ἕλοιτό τις, ἢ πράξειεν, ἢ θαῤῥήσειεν, ὥσπερ γε καὶ τὸ κακὸν, ὃ μήτε ἂν ἕλοιτο, μήτε πράξειε, μήτε θαῤῥήσειεν, ὡς οὖν ὁ λέγων, ἔχειν ἡμᾶς ὀφθαλμοὺς, οὐχ ἕτερόν τι λέγει τοῦ φάσκοντος, ἔχειν ἡμᾶς ὦπας, ἢ ὄμματα, καθάπερ οὐδ’ εἰ τούτων ἀποχωρήσας τῶν ὀνομάτων ἡμᾶς ἔχειν φαίη μόριον ὀπτικὸν, ἢ μόριον ὁρατικὸν, ἢ ὄργανον ὁρατικὸν, οὕτως ὁ λέγων, ἔχειν ἡμᾶς ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν, οὐχ ἕτερόν τι λέγει φάσκοντος ἐπιστήμην αἱρετέων καὶ οὐχ αἱρετέων, ἢ ποιητέων καὶ οὐ ποιητέων, ἢ θαῤῥαλέων καὶ οὐ θαῤῥαλέων ἔχειν ἡμᾶς. ἁπάσαις γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατ’ αὐτὸν τὸν
599
Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ μόνον ἐστὶν αἱρετέον, καὶ ποιητέον, καὶ θαῤῥητέον. ὥστε τὴν τῶν ἀγαθῶν ἐπιστήμην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐργαζομένην ὀνόματα πλείω λαμβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφιστάμενον. ὥσπερ οὖν τὸν περὶ τῆς ψυχῆς ἡμῶν μερῶν λόγον ὁ Πλάτων ἑνὶ λόγῳ βραχεῖ περιέλαβεν ἐπιστημονικῷ κατὰ τὸ τέταρτον τῆς Πολιτείας, οὕτω καὶ περὶ τῶν ἀρετῶν αὐτῆς ἐφεξῆς ἐδίδαξε διὰ βραχέων. ἐν δέ γε τῷ Λάχητι παρέγραψεν· εἴ τις ἐπιστήμας εἶναι νομίζει τὰς ἀρετὰς, οὐ πολλαὶ γίνοιντ’ ἂν, ἀλλὰ καὶ μία γνῶσις ἀγαθῶν τε καὶ κακῶν. οὐκοῦν οὔτε Πλάτων οὔτ’ ἐγὼ πολυλογίας αἴτιος, καθάπερ οὐδ’ Ἀρίστων, ἀλλ’ ὁ μακροὺς μὲν ἀποτείνων λόγους ἐκ λημμάτων ἀρχομένους ἤτοι διαλεκτικῶν μόνον, οὐ μὴν ἐπιστημονικῶν, ἢ οὐδὲ τοιούτων, ἀλλ’ ἤτοι ῥητορικῶν, ἢ σοφιστικῶν. ἐπιδέδεικται δέ μοι τοῦτο κατὰ τὸ δεύτερον ὑπόμνημα τῆσδε τῆς πραγματείας, δεικνύντι τὴν διαφορὰν τῶν λημμάτων, ὅπερ οὐ τοῦ προκειμένου ἐστὶ σκέμματος. οὕτως οὖν κᾀν τοῖς περὶ τῆς
600
τῶν ἀρετῶν διαφορᾶς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστημονικῶν καὶ ἀποδεικτικῶν λημμάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὡς ἔν γε τῷ ποιὰς εἶναι τὰς ἀρετὰς ἐπιστημονικῶν μᾶλλον ἅπτεται, καταβαλλόντων μὲν ὄντως τὸν Ἀρίστωνος λόγον, οὐ μὴν τῇ γε οἰκείᾳ πρεπόντων ὑποθέσει.