De placitis Hippocratis et Platonis

Galen

Galen, De placitis Hippocratis et Platonis, Claudii Galeni Opera Omnia, Kühn, Volume 5, 1823

Περὶ δὲ τῶν τῆς ψυχῆς παθῶν, ὡς οὐκ ἔστι τῆς λογικῆς δυνάμεως, ἤδη μέν μοι καὶ τὸ πρὸ τούτου πεπλήρωται βιβλίον ὧν αὐτὸς ἀκούων ὁμολογεῖ, πληρωθήσεται δ’ οὐδὲν ἧττον καὶ τοῦτο τὴν ἀρχὴν ἐνθένδε ποιησαμένῳ. τὸ πάθος τῆς ψυχῆς κίνησίν τινα παρὰ φύσιν ἄλογον ὑπάρχειν, οὐχ οἱ παλαιοὶ μόνον, ἀλλὰ καὶ Χρύσιππος ὁμολογεῖ. καὶ μὲν δὴ ὡς ἡ κίνησις αὕτη ταῖς τῶν ἀστείων οὐκ ἐγγίνεται ψυχαῖς, ὡμολόγηται παρ’ ἀμφοῖν. ὁποία δέ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν, οὐκ ἔθ’ ὁμοίως ἐξηγοῦνται. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν, ἢ διαῤῥοίας, ἤ τι τοιοῦτον ἕτερον ἐπὶ μικρᾷ καὶ τυχούσῃ προφάσει. καὶ μέμφεταί γε ὁ Ποσειδώνιος αὐτοῦ τὴν εἰκόνα· χρῆναι γάρ φησιν οὐ τούτοις, ἀλλὰ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν εἰκάσαι τὴν τῶν φαύλων ψυχήν· εἴτε γὰρ ἐπὶ μεγάλοις αἰτίοις, εἴτ’ ἐπὶ μικροῖς πυρέττοιεν, οὐδὲν διαφέρειν ὡς πρὸς τὸ πάσχειν τε αὐτὰ καὶ εἰς πάθος

433
ἄγεσθαι καθ’ ὁτιοῦν, ἀλλὰ τῷ τὰ μὲν εὐέμπτωτα εἶναι, τὰ δὲ δύσπτωτα διαφέρειν ἀλλήλων. οὔκουν ὀρθῶς εἰκάζεσθαί φησιν ὑπὸ τοῦ Χρυσίππου τὴν μὲν ὑγίειαν τῆς ψυχῆς τῇ τοῦ σώματος ὑγιείᾳ, τὴν δὲ νόσον τῇ ῥᾳδίως εἰς νόσημα ἐμπιπτούσῃ καταστάσει τοῦ σώματος· ἀπαθῆ μὲν γὰρ γίγνεσθαι ψυχὴν τὴν τοῦ σοφοῦ δηλονότι, σῶμα δ’ οὐδὲν ὑπάρχειν ἀπαθὲς, ἀλλὰ δικαιότερον εἶναι προσεικάζειν τὰς τῶν φαύλων ψυχὰς ἤτοι τῇ σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς νόσον, (οὕτω γὰρ ὠνόμασεν ὁ Ποσειδώνιος,) ἢ αὐτῇ τῇ νόσῳ, εἶναι γὰρ μᾶλλον νοσώδη τινὰ ἕξιν, ἢ ἤδη νοσοῦσαν. συμφέρεται μέντοι τῷ Χρυσίππῳ καὶ αὐτὸς, ὡς νοσεῖν τε καὶ λέγειν τὴν ψυχὴν ἅπαντας τοὺς φαύλους, ἐοικέναι τε τὴν νόσον αὐτῶν ταῖς εἰρημέναις τοῦ σώματος καταστάσεσι. λέγει γοῦν ᾧδε κατὰ λέξιν· διὸ καὶ ἡ νόσος τῆς ψυχῆς ἔοικεν, οὐχ, ὡς ὁ Χρύσιππος ὑπείληφε, τῇ νοσώδει καχεξίᾳ τοῦ σώματος, καθ’ ἣν ὑποφέρεται ῥομβώδεσιν, οὐχὶ περιοδικοῖς, οἷς τ’ ἐμπίπτε ἰπυρετοῖς, ἀλλὰ μᾶλλον ἔοικεν ἡ ψυχικὴ νόσος ἤτοι σωματικῇ
434
ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς τὴν νόσον, ἢ αὐτῇ τῇ νόσῳ. ἔστι γὰρ ἡ μὲν σωματικὴ νόσος ἕξις ἤδη νοσοῦσα, ἡ δὲ ὑπὸ τοῦ Χρυσίππου λεγομένη νόσος εὐεμπτωσίᾳ μᾶλλον ἔοικεν εἰς πυρετούς. ἐν τούτοις τὸν Ποσειδώνιον ἐπαινῶ μὲν, ὅτι τοῖς ὑγιαίνουσι σώμασιν ὁμοίως ἔχειν φησὶ τὰς τῶν φαύλων ψυχὰς, ὅταν ἔξω παθῶν καθεστήκωσιν, οὐκ ἐπαινῶ δὲ νόσον ὀνομάζοντα τὴν τοιαύτην κατάστασιν. ἐχρῆν γὰρ, εἴπερ ὀρθῶς εἴκαζε, τὰς μὲν τῶν σπουδαίων ψυχὰς ὁμοίως ἔχειν φάναι τοῖς ἀπαθέσι σώμασιν, εἴτ’ οὗν ἐστιν, εἴτ’ οὐκ ἔστι τινὰ τοιαῦτα, (περιττὸν γὰρ ὡς πρὸς τὴν προκειμένην εἰκόνα διασκέπτεσθαι τοῦτο,) τὰς δὲ τῶν προκοπτόντων τοῖς εὐεκτικοῖς, τὰς δὲ τῶν μετρίων ἀνδρῶν τοῖς ὑγιαίνουσι χωρὶς εὐεξίας, τὰς δὲ τῶν πολλῶν τε καὶ φαύλων τοῖς ἐπὶ σμικρᾷ προφάσει νοσοῦσι, τὰς δὲ τῶν ὀργιζομένων, ἢ θυμουμένων, ἢ ὅλως ἐν πάθει τινὶ καθεστώτων τοῖς ἤδη νοσοῦσιν. ἀλλὰ γὰρ εὐλαβηθῆναί μοι δοκεῖ διαφερόμενος ἐν ἅπασι φωραθῆναι Χρυσίππῳ.
435
τίνα γὰρ ἄν τις ἄλλην αἰτίαν εἴποι τοῦ τὴν νόσον τῆς ψυχῆς ὁμοιοῦν αὐτὸν τῇ καταστάσει τῶν θ’ ὑγιαινόντων σωμάτων, τῶν τ’ ἤδη νοσούντων; οὐ γὰρ ἀμφοτέροις, ἀλλὰ μόνοις τοῖς νοσοῦσι δικαιότερον ἦν παραβεβλῆσθαι τὰς νοσούσας ψυχάς· ἀδύνατον γὰρ ἓν πρᾶγμα, τὴν νόσον τῆς ψυχῆς, δυσὶν ἐναντίοις ὡμοιῶσθαι πράγμασιν, ὑγιείᾳ τε ἅμα καὶ νόσῳ. εἰ γὰρ δὴ τοῦτο, καὶ τὴν ὑγίειαν ἀναγκαῖον ἔσται τῇ νόσῳ παραπλησίαν ὑπάρχειν, εἴ γε δὴ καὶ τῇ τῆς ψυχῆς νόσῳ προσέοικεν ἑκάτερον αὐτῶν· τὰ γὰρ τῷ αὐτῷ παραπλήσια πάντως που καὶ ἀλλήλοις ἐστὶ παραπλήσια. Χρύσιππος δ’ ἀτοπώτερος ἔτι, μηδ’ ἐν ταῖς περιοδικαῖς τισι νόσοις καθεστώσαις, οἱονεὶ τριταίων ἢ τεταρταίων πυρετῶν, ὡμοιῶσθαι συγχωρῶν τὴν νόσον τῆς ψυχῆς. γράφει γοῦν ᾧδε· ὑπονοητέον τοίνυν, τὴν μὲν τῆς ψυχῆς νόσον ὁμοιοτάτην εἶναι τῇ τοῦ σώματος πυρετώδει καταστάσει, καθ’ ἣν οὐ περιοδικῶς, ἀλλ’ ἀτάκτως πυρετοὶ καὶ φρίκαι γίνονται, καὶ ἄλλως ἀπὸ τῆς διαθέσεως, καὶ μικρῶν ἐπιγινομένων αἰτίων. οὐκ οἶδα, τί ποτε δόξαν αὐτῷ, τοὺς μὲν ἑτοίμως
436
ἔχοντας πρὸς τὸ νοσῆσαι νοσεῖν ἤδη φησὶ, τοὺς δ’ ἤδη νοσοῦντας οὐδ’ ὅλως νοσεῖν. οἱ γὰρ ἐν τεταρταίαις καὶ τριταίαις περιόδοις ὄντες, ἐπειδὰν μὲν ῥιγῶσί τε καὶ πυρέττωσιν, ἐν πάθει καθεστήκασι, κινουμένης δ’ αὐτῶν τῆς νοσώδους κατασκευῆς, ἐπειδὰν μηδὲν τούτων πάσχωσιν, ἀλλ’ ἐν τοῖς καλουμένοις διαλείμμασιν ὦσιν, ἔξω τῶν παθῶν εἰσι. τὴν μέντοι νοσώδη κατάστασιν εἰκάζοιτό τις ἂν, οἶμαι, τοῖς ἤτοι πενθοῦσιν, ἢ ἐρῶσιν, ἢ φθονοῦσιν, ἤ τι τοιοῦτον ἕτερον πάσχουσιν. καὶ γὰρ οὗτοι, καθ’ ὃν μὲν ἂν χρόνον ἢ ὑπνώττωσιν, ἢ πρὸς ἄλλῳ τινὶ τὴν διάνοιαν ἔχωσιν, ἔξω τῶν παθῶν γίνονται, μετ’ ὀλίγον δὲ ἀναμνησθέντες αὐτῶν εἰς παραπλησίαν τινὰ κατάστασιν ἀφικνοῦνται ταῖς καταβολαῖς τῶν πυρετῶν. ὅσοις μέντοι μήτε πένθος ἐνέστηκε, μήτ’ ἐπιθυμία τις ὑπόγυιος, ἢ θυμὸς, οὗτοι τοῖς ὑγιαίνουσι τὰ σώματα παραπλησίως ἔχουσιν. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἔνιοι μέν εἰσιν εὐάλωτοι νόσοις, ἔνιοι δ’ οὒ, καὶ τῶν τὰς ψυχὰς ὑγιαινόντων οἱ μὲν τούτοις, οἱ δ’ ἐκείνοις ὁμοίως ἕξουσιν, οὐ μὴν λεχθήσονταί γε νοσεῖν
437
τὰς ψυχὰς, εἴπερ μηδ’ ἐκεῖνοι τὰ σώματα. ἀλλὰ νὴ Δία φήσει τις ἴσως τῶν Στωϊκῶν, ὥσπερ οὖν καὶ λέγουσιν, οὐ τὴν αὐτὴν ἀναλογίαν εἶναι τῇ ψυχῇ πρὸς τὸ σῶμα κατά τε τὰ πάθη καὶ τὰ νοσήματα καὶ τὴν ὑγίειαν. τί ποτ’ οὖν, ὦ βέλτιστοι, φαίημεν ἂν ἡμεῖς πρὸς αὐτοὺς, εἰκάζετε τοῖς κατὰ τὸ σῶμα πάθεσί τε καὶ νοσήμασι τὰ τῆς ψυχῆς πάθη; τί δὲ Χρύσιππος ἐν τῷ περὶ παθῶν ἠθικῷ γράφει ταυτί; οὔτε γὰρ περὶ τὸ νοσοῦν σῶμά ἐστί τις τέχνη, ἣν προσαγορεύομεν ἰατρικὴν, οὐχὶ δὲ καὶ περὶ τὴν νοσοῦσαν ψυχήν ἐστί τις τέχνη, οὔτ’ ἐν τῇ κατὰ μέρος θεωρίᾳ τε καὶ θεραπείᾳ δεῖ λείπεσθαι ταύτην ἐκείνοις. διὸ καὶ, καθάπερ τῷ περὶ τὰ σώματα ἰατρῷ καθήκει τῶν τε συμβαινόντων αὐτοῖς παθῶν ἐντὸς εἶναι, ὡς εἰώθασι τοῦτο λέγειν, καὶ τῆς ἑκάστῳ οἰκείας θεραπείας, οὕτω καὶ τῷ τῆς ψυχῆς ἰατρῷ ἐπιβάλλει ἀμφοτέρων τούτων ἐντὸς εἶναι, ὡς ἔνι ἄριστα. καὶ ὅτι οὕτως ἔχει, μάθοι ἄν τις τῆς πρὸς ταῦτα ἀναλογίας παρατεθείσης ἀπ’ ἀρχῆς. ἡ γὰρ πρὸς ταῦτα ἀντιπαρατείνουσα οἰκειότης παραστήσει, ὡς οἴομαι, καὶ τὴν
438
τῶν θεραπειῶν ὁμοιότητα, καὶ ἔτι τὴν ἀμφοτέρων τῶν ἰατρειῶν πρὸς ἀλλήλας ἀναλογίαν. ὅτι μὲν οὖν ἀναλογίαν τινὲς βούλονται εἶναι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα, δῆλον οἶμαι γεγονέναι, καὶ οὐ μόνον γε διὰ τῆς προγεγραμμένης ῥήσεως, ἀλλὰ καὶ δι’ ὧν ἐφεξῆς γράφει τόνδε τὸν τρόπον ἐχόντων· καθάπερ γὰρ καὶ ἐπὶ τοῦ σώματος θεωρεῖται ἰσχύς τε καὶ ἀσθένεια, εὐτονία καὶ ἀτονία καὶ τόνος, πρὸς δὲ τούτοις ὑγίειά τε καὶ νόσος, εὐεξία τε καὶ καχεξία, καὶ τἄλλα ὅσα τούτοις ἑξῆς καταλέγει πάθη τε καὶ ἀῤῥωστήματα καὶ νοσήματα, κατὰ τὸν αὐτὸν, φησὶ, τρόπον ἀνάλογόν τινα πᾶσι τούτοις καὶ ἐν ψυχῇ λογικῇ συνίσταταί τε καὶ ὀνομάζεται. εἶθ’ ἑξῆς ἐπιφέρων φησὶν, ὡς οἴομαι, ἀπὸ τῆς τοιαύτης ἀναλογίας τε καὶ ὁμοιότητος καὶ τῆς ἐν αὐτοῖς συνωνυμίας γεγενημένης· καὶ γὰρ καὶ κατὰ ψυχήν τινας λέγομεν ἰσχύειν καὶ ἀσθενεῖν, καὶ εὐτόνους καὶ ἀτόνους εἶναι, καὶ ἔτι νοσεῖν καὶ ὑγιαίνειν, οὕτω πως καὶ τοῦ πάθους καὶ τοῦ κατ’ αὐτὴν ἀῤῥωστήματος λεγομένου, καὶ τῶν τούτοις παραπλησίων. ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ἀναλογίαν
439
τινὰ βούλεται σώζεσθαι τῶν ἐν τῇ ψυχῇ τοῖς κατὰ τὸ σῶμα, καὶ παθῶν πρὸς πάθη, καὶ ἀῤῥωστημάτων πρὸς ἀῤῥωστήματα, καὶ νοσημάτων πρὸς νοσήματα, καὶ ὑγιείας πρὸς ὑγίειαν, καὶ εὐεξίας πρὸς εὐεξίαν, καὶ ἰσχύος πρὸς ἰσχὺν, καὶ ἀσθενείας πρὸς ἀσθένειαν, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν συνωνύμως λεγομένων πρὸς ἅπαντα· καὶ γὰρ τοὔνομα, καὶ τὸν λόγον αὐτῶν εἶναι τὸν αὐτὸν, εἴ γε δὴ συνώνυμά φησιν ὑπάρχειν αὐτά. ὥστε, ὅπως ἄν τις ὁρίζηται καθόλου τὴν ἐν τῷ σώματι νόσον, ἀναγκαῖον εἶναι τούτῳ, καὶ τὴν ἐν ψυχῇ κατὰ τὸν αὐτὸν τρόπον ὁρίζεσθαι. ὅτι μὲν οὖν πρόκειται τῷ Χρυσίππῳ ἀναλογίαν ἅπασαν ἐξηγεῖσθαί τε καὶ φυλάττειν, ἐκ τούτων δῆλον. εἰ δὲ ἐπιχειρήσας αὐτὸ ποιεῖν οὐ τυγχάνει τοῦ προτεθέντος, οὐκ ἀποστατέον ἐστὶ τῆς ὁμοιότητος, ἀλλὰ τῇ διδασκαλίᾳ μεμπτέον, ὡς οὐκ ἀληθεῖ. τοῦτο δ’ οὐδὲν ἧττον αὐτῇ καὶ κατὰ τὸν ἐφεξῆς ὑπάρχει λόγον ἅπαντα τὸν ἐν τῷ περὶ παθῶν ἠθικῷ. γράφει γοῦν ᾧδε· διὸ καὶ κατὰ τρόπον προῆκται Ζήνωνι λόγος. ἡ δὲ τῆς ψυχῆς νόσος ὁμοιοτάτη ἐστὶ
440
τῇ τοῦ σώματος ἀκαταστασίᾳ. λέγεται δὲ εἶναι σώματος νόσος ἡ ἀσυμμετρία τῶν ἐν αὐτῷ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ. καὶ μετ’ ὀλίγα· ἡ δ’ ἐν τῷ σώματι ὑγίεια εὐκρασία τις καὶ συμμετρία τῶν διῃρημένων. καὶ πάλιν ἐφεξῆς· οἶμαι γὰρ εἶναι εὐεξίαν σώματος τὴν ἀρίστην τῶν ῥηθέντων εὐκρασίαν. καὶ πάλιν ἐφεξῆς· λέγεται δὲ καὶ ταῦτα οὐκ ἄπο τρόπου ἐπὶ τοῦ σώματος, διότι ἡ ἐν θερμοῖς, καὶ ψυχροῖς, καὶ ὑγροῖς, καὶ ξηροῖς γενομένη συμμετρία ἢ ἀσυμμετρία ἐστὶν ὑγίεια ἢ νόσος, ἡ δὲ ἐν νεύροις συμμετρία ἢ ἀσυμμετρία ἰσχὺς ἢ ἀσθένεια, καὶ εὐτονία ἢ ἀτονία, ἡ δ’ ἐν τοῖς μέλεσι συμμετρία ἢ ἀσυμμετρία κάλλος ἢ αἶσχος. ἀλλὰ ταῦτα μὲν, ὦ γενναιότατε Χρύσιππε, καλῶς ἅπαντα διῆλθες, ἀπόδος δ’ ἡμῖν, ὡς ἐπηγγείλω, τὴν ἀναλογίαν τῶν ἐν τῇ ψυχῇ συνωνύμως αὐτοῖς ὠνομασμένων, ἀρξάμενος ἀπὸ τῆς ὑγιείας τε καὶ νόσου. ὥσπερ γὰρ ὑγίεια σώματός ἐστιν ἡ συμμετρία τῶν ἁπλουστάτων αὐτοῦ μορίων, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, τοῦ
441
θερμοῦ λέγω, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, κατὰ τὸν αὐτὸν τρόπον εἴη ἂν, οἶμαι, καὶ ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία τις τῶν ἁπλῶν αὐτῆς μορίων· ἃ τίνα ποτ’ ἐστὶ, καὶ ὁπόσα, καὶ ὅπως ἔχοντα πρὸς ἄλληλα, διελθεῖν ἀναγκαῖον ἔσται σοι, μέλλοντί γε μηδὲν παραλείψειν ὧν ἐπηγγείλω. καὶ δὴ καὶ ἡ νόσος ἡ τῆς ψυχῆς ὡσαύτως ἀσυμμετρία τις ἔσται καὶ στάσις πρὸς ἄλληλα τῶν αὐτῶν τούτων μορίων, ὧν ἡ συμμετρία τῆς ψυχῆς ἦν ὑγίεια. τὰ δὲ μόρια ταῦτα κατὰ τὸν Πλάτωνα τὸ θυμοειδές ἐστι, καὶ τὸ λογιστικὸν, ἔτι τε πρὸς τούτοις τρίτον τὸ ἐπιθυμητικὸν, ὥστε σώζεσθαι τήν τε τῆς ὑγιείας καὶ τὴν τῆς νόσου κατὰ πᾶν ὁμοιότητα τῆς ψυχῆς πρὸς τὸ σῶμα. συμφωνοῦντα μὲν γὰρ ἀλλήλοις τὰ τρία καὶ κατὰ μηδὲν στασιάζοντα τὴν ὑγίειαν τῆς ψυχῆς ἀπεργάζεται, διαφωνήσαντα δὲ καὶ στασιάσαντα τὴν νόσον. ἔστι γὰρ ἡ νόσος ἀνωτέρω καὶ καθόλου μᾶλλον. ὡς μικρὸν ἔμπροσθεν εἴρηται. περιλάβωμεν οὖν αὐτῆς τὴν ἔννοιαν· ἡ τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφορά· οὕτω γὰρ ἐν Σοφιστῇ Πλάτων ὡρίσατο.
442
ὅτι δ’ ἀνωτάτω τ’ ἐστὶν ἡ ἀπόδειξις ἥδε, καὶ πάσας τὰς κατὰ μέρος νόσους ἀκριβῶς περιλαμβάνει, τάς τε τῆς ψυχῆς ἡμῶν, καὶ τὰς τοῦ σώματος, καὶ τὰς ἐν τοῖς ἄλλοις ζώοις τε καὶ φυτοῖς, ἤδη δὲ κᾀν ταῖς πόλεσιν ὅλαις, οὐ χαλεπὸν καταμαθεῖν. οὕτω γὰρ, οἶμαι, καὶ τὰς στασιαζούσας πόλεις ἐμφυλίῳ πολέμῳ νοσεῖν ἐν ἑαυταῖς λέγομεν, ὡς ἂν εἰς μάχην ἀφιγμένων τῶν ἐν αὐταῖς φύσει συγγενῶν. αὕτη μὲν ἡ γενικωτάτη νόσου πάσης ἔννοια. τῶν δ’ ἁπλουστάτων μορίων ἡ πρὸς ἄλληλα στάσις ἧττον ταύτης ἐστὶ γενικὴ, καὶ ταύτης ἔθ’ ἧττον, ἐπειδὰν θερμῶν, καὶ ψυχρῶν, καὶ ξηρῶν, καὶ ὑγρῶν ἀμετρία τις εἶναι λέγηται. σώματος γὰρ αὕτη γε μόνου καὶ οὐδενὸς τῶν ἄλλων ἐστὶ νόσος, ὥσπερ γε καὶ ἡ τοῦ λογιστικοῦ στάσις οὐδενὸς τῶν ἄλλων ἐστὶ πλὴν ψυχῆς νόσος. ὁ δὲ Χρύσιππος ἁμαρτάνει διττὰ κατὰ τὴν ἐν τούτοις διδασκαλίαν· πρῶτον μὲν, ὅτι διαφέρεται πρὸς αὑτὸν, ἐν μὲν τῷ περὶ παθῶν ἠθικῷ συνωνύμως ὠνομάσθαι λέγων τὴν ἐν τῇ ψυχῇ νόσον τῇ κατὰ τὸ σῶμα, διὰ δὲ τοῦ πρώτου τῶν
443
λογικῶν εἰκάζων αὐτὴν εὐλύτῳ καὶ εὐδιαφθάρτῳ ὑγιείᾳ· ἔπειθ’ ὅτι μηδ’, ὅπερ ἀληθῶς ὑπέσχετο κατὰ τὸ θεραπευτικὸν καὶ ἠθικὸν ἐπιγραφόμενον βιβλίον, ἠδυνήθη δεῖξαι. τί δ’ ἐστὶ τοῦτο; τῶν μερῶν τῆς ψυχῆς ἡ πρὸς ἄλληλα συμμετρία, καθ’ ἣν ὑγιαίνειν τε λέγεται καὶ νοσεῖν. πάντα γὰρ αὐτῆς τά τε πάθη καὶ τὰ νοσήματα καθ’ ἓν ὑποθέμενος γίγνεσθαι· τὸ λογιστικὸν εἰκότως ἀπορεῖ δεικνύναι, τίνων μέν ἐστι μορίων ἡ τῆς ψυχῆς ὑγίεια συμμετρία. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν συμμετρίᾳ μερῶν ὑποθέμενος γίγνεσθαι τὸ κάλλος, ἐν ἀμετρίᾳ δέ τινι τὸ αἶσχος, εἰκότως ἀπορεῖ δεικνύναι, ποίων μὲν τῆς ψυχῆς μερῶν ἡ συμμετρία κάλλος ἐστὶ, ποίων δὲ ἀμετρία αἶσχος. καίτοι γράφει γ’ ἐφεξῆς ὧν ὀλίγον ἔμπροσθεν αὐτοῦ παρεθέμην ῥήσεων ὡδί· διὸ καὶ καλὴ ἢ αἰσχρὰ ψυχὴ ἀνάλογον ῥηθήσεται κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν. ὅτι μὲν οὖν κατὰ συμμετρίαν τέ τινα καὶ ἀσυμμετρίαν τοιῶνδέ τινων μερῶν τῆς ψυχῆς ἢ καλὴν, ἢ αἰσχρὰν
444
αὐτὴν εἶναι λεκτέον ἐστὶ, καὶ ὑγιαίνουσαν καὶ νοσοῦσαν, ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ. τίνα δ’ ἐστὶ ταῦτα τὰ τῆς ψυχῆς μόρια, μὴ δυνάμενος εἰπεῖν, ὡς ἂν ἐν ἑνὶ μόνῳ τῷ λογιστικῷ καὶ τὴν ὑγίειαν αὐτῆς, καὶ τὴν νόσον, καὶ τὸ κάλλος, καὶ τὸ αἶσχος τιθέμενος, ἀναγκάζεται περιπλέκειν τε τὸν λόγον καὶ τῶν ἐνεργειῶν αὐτῆς ὡς μερῶν μνημονεύειν. ἐφεξῆς γοῦν οἷς παρεθέμην ὡδὶ γράφει· ἔστι δὲ τῆς ψυχῆς μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκε, καὶ ἡ ἐν αὐτῷ διάθεσις. καὶ ἔστι καλὴ ἢ αἰσχρὰ ψυχὴ κατὰ τὸ ἡγεμονικὸν μόριον ἔχον οὕτως ἢ οὕτως κατὰ τοὺς οἰκείους μερισμούς. ποίους οἰκείους μερισμοὺς, ὦ Χρύσιππε, προσγράψας ἐφεξῆς ἀπαλλάξεις ἡμᾶς πραγμάτων; ἀλλ’ οὔτ’ ἐνταῦθα προσέγραψας, οὔτ’ ἐν ἄλλῳ τινὶ τῶν σεαυτοῦ βιβλίων, ἀλλ’ ὥσπερ οὐκ ἐν τούτῳ τὸ πᾶν κῦρος ὑπάρχον τῆς περὶ τῶν παθῶν πραγματείας, ἀποχωρήσεις τε παραχρῆμα τῆς διδασκαλίας αὐτοῦ, καὶ μηκυνεῖς τὸν λόγον ἐν τοῖς οὐ προσήκουσι, δέον ἐπιμεῖναι καὶ δεῖξαι, τίνα ποτέ ἐστι τὰ μόρια τοῦ λογιστικοῦ τῆς ψυχῆς. ἐπειδὴ τοίνυν σὺ
445
παρέδραμες εἴθ’ ἑκὼν εἴτ’ ἄκων τὸν λόγον, (οὐ γὰρ ἔχω συμβαλεῖν,) ἐγὼ πειράσομαι τοῖς σοῖς δόγμασιν ἑπόμενος ἐξευρεῖν τέ σου τὸ βούλημα καὶ διασκέψασθαι περὶ τῆς ἀληθείας αὐτοῦ, τὴν ἀρχὴν ἀπὸ τῆς προγεγραμμένης ῥήσεως ποιησάμενος ἐχούσης ᾧδε.

Ἔστι δέ γε τῆς ψυχῆς μέρη, δι’ ὧν ὁ ἐν αὐτῇ λόγος συνέστηκεν. ἀναμιμνήσκων ἴσως ἡμᾶς τῶν ἐν τοῖς περὶ τοῦ λόγου γεγραμμένων ὧν σὺ διῆλθες, ὡς ἔστιν ἐννοιῶν τέ τινων καὶ προλήψεων ἄθροισμα. ἀλλ’ εἴπερ ἑκάστην τῶν ἐννοιῶν καὶ προλήψεων εἶναι μόριον νομίζεις τῆς ψυχῆς, ἁμαρτάνεις διττά. πρῶτον μὲν γὰρ οὐ ψυχῆς ἐχρῆν, ἀλλά λόγου ταῦτ’ εἶναι μόρια φάσκειν, ὥσπερ οὖν καὶ γράφεις ἐν τῇ περὶ λόγου πραγματείᾳ. οὐ γὰρ δή που ταὐτόν ἐστι ψυχὴ καὶ λόγος· ἄλλως τε καὶ διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξω τῶν ἐν τῇ ψυχῇ συνισταμένων, ὡς ἕν τι καὶ ὁ λόγος ἐστίν. οὐ ταὐτὸν δὲ ψυχή ἐστι καὶ τὸ ἐν αὐτῇ συνιστάμενον. ἔπειτα δ’, εἰ καὶ τοῦτό τις ἐάσειεν ἀνέλεγκτον, ἀλλά τοι τάς γ’ ἐννοίας καὶ προλήψεις

446
οὐ μόρια τῆς ψυχῆς εἶναι λεκτέον, ἀλλ’ ἐνεργείας τινάς. οὐδὲν δ’ ἐκ τῶν οἰκείων ἐνεργειῶν σύγκειται, οὔτε οὖν ὁ ὀφθαλμὸς, οὔτε τὸ οὖς, οὔτε χεὶρ, οὔτε σκέλος, οὔτ’ ἄλλο τῶν πάντων οὐδέν. ἀλλ’ εἰσὶν ἐνέργειαι μὲν ὀφθαλμοῦ αἱ τῶν χρωμάτων ἑκάστου διαγνώσεις, λευκοῦ, καὶ μέλανος, καὶ ξανθοῦ, καὶ φαιοῦ, καὶ τῶν ἄλλων ἁπάντων, ὥσπερ γε καὶ ὠτὸς αὖ αἱ τῶν φωνῶν, ὀξείας, καὶ βαρείας, καὶ μεγάλης, καὶ μικρᾶς, καὶ λείας, καὶ τραχείας. οὐ μὴν τά γε μόρια ταῦτ’ ἐστὶν οὔτ’ ὠτὸς, οὔτ’ ὀφθαλμοῦ. ἀλλ’ οἶσθα δήπου καὶ σὺ σαφῶς, ὡς κερατοειδής τέ τίς ἐστι χιτὼν, καὶ ῥαγοειδὴς ἕτερος, καὶ ἔτι κρυσταλλοειδές τε καὶ ὑαλοειδὲς ὑγρὸν, ἕτερά τε τοιαῦτα μόρια τῶν ὀφθαλμῶν, ὥσπερ γε καὶ ὠτὸς ὀστᾶ, καὶ χόνδροι, καὶ νεῦρα, καὶ ὑμένες, ὅσα τε ἄλλα τοιαῦτα. μὴ τοίνυν μηδὲ ἐπὶ τῆς ψυχῆς σύγχει τὰ μόρια ταῖς ἐνεργείαις. αἱ μὲν γὰρ ἔννοιαι καὶ αἱ προλήψεις ἐνέργειαι τῆς ψυχῆς, ὡς αὐτὸς σὺ δι’ ἑτέρων ἐκδιδάσκεις, τό τε ἀκουστικὸν πνεῦμα, καὶ τὸ ὀπτικὸν, ἔτι τε πρὸς τούτοις φωνητικόν τε καὶ γεννητικὸν, καὶ πρὸ
447
πάντων αὐτῶν τὸ ἡγεμονικὸν, ἐν ᾧ καὶ τὸν λόγον ἔφης συνίστασθαι, καθ’ ὃ δὴ καὶ μάλιστα μόριον τῆς ψυχῆς αἶσχος καὶ κάλλος ἐγγίνεσθαι λέγεις αὐτῇ. τοῦτ’ οὖν τὸ πνεῦμα δύο μὲν κέκτηται μόριά τε καὶ στοιχεῖα, καὶ καταστάσεις, δι’ ὅλων ἀλλήλοις κεκραμένα, τὸ ψυχρὸν καὶ θερμόν. εἴπερ δ’ ἑτέροις ὀνόμασι καὶ ἀπὸ τῶν οὐσιῶν ἐθέλοι τις αὐτὰ προσαγορεύειν, ἀέρα τε καὶ πῦρ, οὐ μὴν ἀλλὰ καὶ ἰκμάδα τινὰ προσείληφεν ἀπὸ τῶν σωμάτων, ἐν οἷς διαιτᾶται. ἀλλὰ θαυμάζοιμ’ ἂν, εἰ τὴν τούτων συμμετρίαν ὑγίειαν ἢ κάλλος εἶναι βουλήσῃ τοῦ ἡγεμονικοῦ. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τὴν ὑγίειαν ἐν τούτοις τίθεσθαι προσῆκεν, ὡς ἡγεμονικοῦ δὲ ψυχῆς οὐκ ἔτ’ ἐν τούτοις οὐδὲ κατ’ αὐτὸν σέ. διέφθαρται τοίνυν ἡμῖν ὅλον τὸ παράδειγμα, καὶ ἡ τῆς συνωνυμίας ἐπαγγελία παντάπασιν οἴχεται, μὴ δυνηθεῖσιν ἐπιδεῖξαι τὸν αὐτὸν τρόπον ἐν τῷ τῆς ψυχῆς ἡγεμονικῷ νόσον, ἢ ὑγίειαν, ἢ κάλλος, ἢ αἶσχος συνιστάμενα, καθάπερ ἐν ὅλῳ τῷ σώματι. καίτοι τοῦτό γ’ ὑπέσχου πρότερον ὀρθῶς γιγνώσκων καὶ φυλάττων
448
τὴν ἔννοιαν ἁπάντων τῶν εἰρημένων, οὐ μὴν ἀκολουθῆσαι μέχρι παντὸς ἠδυνήθης, οὐδ’ ἐξηγήσω τὴν ἀναλογίαν τε καὶ ὁμοιότητα τῶν κατὰ τὴν ψυχὴν ἐγγιγνομένων τοῖς κατὰ τὸ σῶμα. αὖθις οὖν ἀναλήψομαι τὸν λόγον, ἵνα δή τι πέρας ἱκανὸν νῦν ἀπολάβῃ. τῆς νόσου τὴν ἔννοιαν ἐν μὲν τῷ πρώτῳ περὶ παθῶν συνέχεεν ὁ Χρύσιππος, ἀνάλογον ἔχειν φάμενος τὴν ἐν τῇ ψυχῇ νόσον τῇ τοῦ σώματος καταστάσει, καθ’ ἣν εὐεμπτώτως εἰς πυρετοὺς, ἢ διαῤῥοίας, ἤ τι τοιοῦτον ἔχει· κατὰ μέντοι τὸ θεραπευτικὸν ἐφυλάξατο μὲν τὴν ἔννοιαν τῆς νόσου, τῆς πρὸς ἑαυτὸν οὐδὲν φροντίσας ἐναντιολογίας, ἐξηγήσασθαι δ’, ὡς ὑπέσχετο, τὴν ἐν τῇ ψυχῇ νόσον ἅμα τοῖς ἄλλοις, οἷς ἀνάλογον ὑπάρχειν αὐτῇ φησι πρὸς τὸ σῶμα, παντάπασιν ἠδυνάτησε μετὰ τοῦ καὶ συγχεῖν εἰς ταὐτὸν τήν θ’ ὑγίειαν τῆς ψυχῆς καὶ τὸ κάλλος. ἐπὶ μὲν γὰρ τοῦ σώματος ἀκριβῶς αὐτὰ διωρίσατο, τὴν μὲν ὑγίειαν τῶν στοιχείων ἐν συμμετρίᾳ θέμενος, τὸ δὲ κάλλος ἐν τῇ τῶν μορίων. ἐδήλωσε γὰρ σαφῶς τοῦτο διὰ τῆς προγεγραμμένης ὀλίγον ἔμπροσθεν ῥήσεως, ἐν ᾗ τὴν μὲν
449
ὑγίειαν τοῦ σώματος ἐν θερμοῖς, καὶ ψυχροῖς, καὶ ξηροῖς, καὶ ὑγροῖς συμμετρίαν εἶναί φησιν, ἅπερ δὴ στοιχεῖα δηλονότι τῶν σωμάτων ἐστὶν, τὸ δὲ κάλλος οὐκ ἐν τῇ τῶν στοιχείων, ἀλλ’ ἐν τῇ τῶν μορίων συμμετρίᾳ συνίστασθαι νομίζει, δακτύλου πρὸς δάκτυλον δηλονότι, καὶ συμπάντων αὐτῶν πρός τε μετακάρπιον καὶ καρπὸν, καὶ τούτων πρὸς πῆχυν, καὶ πήχεως πρὸς βραχίονα, καὶ πάντων πρὸς πάντα, καθάπερ ἐν τῷ Πολυκλείτου κανόνι γέγραπται. πάσας γὰρ ἐκδιδάξας ἡμᾶς ἐν ἐκείνῳ τῷ συγγράμματι τὰς συμμετρίας τοῦ σώματος ὁ Πολύκλειτος ἔργῳ τὸν λόγον ἐβεβαίωσε, δημιουργήσας ἀνδριάντα κατὰ τὰ τοῦ λόγου προστάγματα, καὶ καλέσας δὴ καὶ αὐτὸν τὸν ἀνδριάντα, καθάπερ καὶ τὸ σύγγραμμα, κανόνα. τὸ μὲν δὴ κάλλος τοῦ σώματος ἐν τῇ τῶν μορίων συμμετρίᾳ κατὰ πάντας ἰατροὺς καὶ φιλοσόφους ἐστὶν, ἡ δ’ ὑγίεια τῶν στοιχείων αὖ πάλιν, ἅττα ποτ’ ἂν ᾖ, πρὸς ἄλληλά ἐστι συμμετρία. εἴτε γὰρ ἐξ ὄγκων καὶ πόρων, ὡς Ἀσκληπιάδης ὑπέθετο, τὰ τῶν ζώων σύγκειται σώματα, συμμετρία τούτων ἐστὶν ἡ ὑγίεια·
450
εἴτ’ ἐξ ἀτόμων, ὡς Ἐπίκουρος, εἴτ’ ἐξ ὁμοιομερῶν, ὡς Ἀναξαγόρας, εἴτ’ ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, καθάπερ ὅ τε Χρύσιππος δοξάζει καὶ πάντες οἱ Στωϊκοὶ, καὶ πρὸ αὐτῶν Ἀριστοτέλης, καὶ Θεόφραστος, καὶ πρὸ τούτων ἔτι Πλάτων καὶ Ἱπποκράτης, ἡ τῶν στοιχείων κατὰ πάντα συμμετρία τὴν ὑγίειαν ἐργάζεται. εἰ τοίνυν ἐθέλοι τις ἅπασαν τὴν ἀναλογίαν αὐτῶν κατὰ τὸ σῶμα τοῖς κατὰ τὴν ψυχὴν διασώζειν, ὡς ὑπέσχετο Χρύσιππος, ἐπιδεῖξαι χρὴ τοῦτον ἔκ τινων ἁπλῶς ὡσανεὶ στοιχείων συγκειμένην τὴν ὅλην ψυχὴν, ἵνα ἐν τῇ τούτων πρὸς ἄλληλα συμμετρίᾳ τὴν ὑγίειαν καὶ τὴν νόσον αὐτῆς εὕρῃ γιγνομένην, ὅπερ ὁ Πλάτων ἐποίησε. Χρύσιππος δ’ οὔτε ταύτην ἠδυνήθη τὴν ὁμοιότητα διδάξαι, καίτοι ὑποσχόμενος, οὔτε τὴν τοῦ κάλλους τῆς ψυχῆς, ἀλλὰ εἰς ταὐτὸν συνέχεεν τῇ ὑγιείᾳ τὸ κάλλος. κατὰ γὰρ τοὺς οἰκείους τοῦ λόγου μερισμοὺς καλὴν ἢ αἰσχρὰν ἔφησε γίγνεσθαι ψυχήν. ὑγιαίνουσα δ’ ἢ νοσοῦσα πῶς ἂν γένοιτο, παρέλιπεν, εἰς ταὐτὸν, οἶμαι, συγχέων ἄμφω, καὶ μὴ δυνάμενος
451
ἀκριβῶς τε καὶ ὡρισμένως ὑπὲρ αὐτῶν ἀποφήνασθαι, καθάπερ ὁ Πλάτων ἐποίησεν ἐν ἄλλοις τέ τισι καὶ τῷ Σοφιστῇ, τὴν μὲν τῶν μερῶν τῆς ψυχῆς πρὸς ἄλληλα στάσιν ἀποφηνάμενος εἶναι νόσον ψυχῆς, τὰς δὲ παραφόρους τε καὶ ἀμέτρους κινήσεις αὐτῆς, τουτέστι τὰς ἐνεργείας τὰς καθ’ ὁρμὴν, αἶσχος, ὥσπερ γε τὴν μὲν συμφωνίαν τε καὶ συμμετρίαν πρὸς ἄλληλα τῶν μορίων αὐτῆς ὑγίειαν, τὴν δὲ συμμετρίαν τῶν κινήσεων τὸ κάλλος. ὥσπερ γὰρ τὸ σῶμα τὸ καλὸν ἐν τῇ συμμετρίᾳ τῶν μορίων τὴν γένεσιν ἴσχει, κατὰ τὸν αὐτὸν τρόπον ἐνέργεια΄ καλὴ διὰ τὴν τῶν κατὰ μέρος κινήσεων γίγνεται συμμετρίαν. οὕτω γοῦν καὶ ὀρχεῖσθαι, καὶ παγκρατιάζειν, καὶ παλαίειν, καὶ βαδίζειν εὐσχημόνως καὶ καλῶς λέγονταί τινες, ἕτεροι δ’ ἀσχημόνως τε καὶ αἰσχρῶς. ἐν μὲν τῇ συμμετρίᾳ τῶν κατὰ μέρος κινήσεων τὸ κάλλος τῶν ἐνεργειῶν ἐστι γνώριμον, κατὰ δὲ τὰς ἀμετρίας τὸ αἶσχος. ἔχουσι δὲ καὶ αἱ τοῦ Πλάτωνος ῥήσεις ἐκ τοῦ Σοφιστοῦ τόνδε τὸν τρόπον· ΞΕ. δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.
452
ΘΕ. ποῖα; ΞΕ. τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δ’ οἷον αἶσχος ἐγγιγνόμενον. ΘΕ. οὐκ ἔμαθον. ΞΕ. νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας. ΘΕ. οὐδ’ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι. ΞΕ. πότερον ἄλλο τι στάσιν ἡγούμενος, ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν; ΘΕ. οὐδέν. ΞΕ. ἀλλ’ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς τῶν ἓν ὄντων γένος; ΘΕ. οὐδαμῶς ἄλλο. οὕτως μὲν ἐν τῷ καθόλου περὶ νόσου τε καὶ αἴσχους, ὁποῖόν τι τὴν φύσιν ἑκάτερον αὐτῶν ἐστιν, ἐδίδαξεν ἡμᾶς ὁ Πλάτων. καὶ ὅπως ἐγγίγνονται ταῖς ψυχαῖς ἐφεξῆς διδάσκων, περὶ μὲν τῆς νόσου ταῦτα γράφει. ΞΕ. τί δαί; ἐν ψυχῇ δόξας ἐπιθυμίαις, καὶ θυμὸν ἡδοναῖς, καὶ λόγον λύπαις, καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα; ΘΕ. καὶ σφόδρα γε. ΞΕ. ξυγγενῆ γε μὴν ἐξ ἀνάγκης ξύμπαντα γέγονε. ΘΕ. πῶς γὰρ οὔ; ΞΕ. στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.
453
ΘΕ. ὀρθότατα μὲν οὖν. εἶτ’ ἐφεξῆς, ὅπως αἶσχος ἐγγίνεται ψυχαῖς, διεξιών φησι· ΞΕ. τί δή; ὅσα κινήσεως μετασχόντα, καὶ σκοπόν τινα θέμενα, πειρώμενα τούτου τυγχάνειν, καθ’ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνεται καὶ ἀποτυγχάνει, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα, ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν; ΘΕ. δῆλον ὡς ὑπὸ ἀμετρίας. ΞΕ. ἀλλὰ τὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν. ΘΕ. σφόδρα γε. ΞΕ. τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπ’ ἀλήθειαν ὁρμωμένης ψυχῆς παραφόρου ξυνέσεως γιγνομένης οὐδὲν ἄλλο πλὴν παραφροσύνη. ΘΕ. πάνυ μὲν οὖν. ΞΕ. ψυχὴν ἄρ’ ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον. οὕτω μὲν ἐν τῷ Σοφιστῇ Πλάτων ἀπεφήνατο, καὶ καθόλου καὶ κατὰ μέρος ὑπὸ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου, καθόλου μὲν ὑπογράψας τὴν ἔννοιαν αὐτῶν, κατὰ μέρος δὲ, ὅπως ἐγγίγνεται ταῖς ψυχαῖς διδάξας. τὰς δ’ ἄλλας αὐτοῦ ῥήσεις οὐκ ὀλίγας οὔσας ἐν πολλοῖς τῶν συγγραμμάτων, ἐν
454
οἷς ὑπὲρ ὑγιείας τε καὶ κάλλους, αἴσχους τε καὶ νόσου διῆλθεν, οὔ μοι δοκεῖ νῦν εἶναι παρατίθεσθαι καιρός· ἀλλ’ ἐπειδὰν ὑπὲρ ὑγιείας τε καὶ νόσων ὁ λόγος ἡμῖν περαίνηται, δεικνύουσιν ὡσαύτως Ἱπποκράτην καὶ τὸν Πλάτωνα γιγνώσκειν ὑπὲρ αὐτῶν, ἐπὶ πλέον ἐν ἐκείνοις τῶν τοιούτων μνημονεύσω ῥήσεων.

Νυνὶ δ’, οὔτε γὰρ ἁπλῶς περὶ κάλλους, ἢ ὑγιείας, ἢ αἴσχους, ἢ νοσημάτων ὁ λόγος, οὔτε περὶ μόνων τῶν τοῦ σώματος, ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς ἡμῖν προὔκειτο, παραλείψω μὲν τἄλλα, τὸ προκείμενον δ’ αὐτὸ μόνον ἀναλήψομαι. πρόκειται δὲ δεικνύειν, ὡς οὔτε καθ’ ἓν μόριον τῆς ψυχῆς, οὔτε κατὰ μίαν αὐτῆς δύναμιν αἵ τε κρίσεις γίγνονται καὶ τὰ πάθη συνίσταται, καθάπερ ὁ Χρύσιππος ἔφασκεν, ἀλλὰ καὶ δυνάμεις πλείους αὐτῆς εἰσιν ἑτερογενεῖς, καὶ μόρια πλείω. τὸ μὲν δὴ τὰς δυνάμεις τῆς ψυχῆς τρεῖς εἶναι τὸν ἀριθμὸν, αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ Ποσειδώνιος ὁμολογεῖ, καὶ Ἀριστοτέλης· τὸ δὲ καὶ τοῖς τόποις αὐτὰς ἀλλήλων

455
κεχωρίσθαι, καὶ τὴν ψυχὴν ἡμῶν μὴ μόνον ἔχειν ἐν ἑαυτῇ δυνάμεις πολλὰς, ἀλλὰ καὶ σύνθετον ἐκ μορίων ὑπάρχειν ἑτερογενῶν τε καὶ διαφερόντων ταῖς οὐσίαις, Ἱπποκράτους ἐστὶ καὶ Πλάτωνος δόγμα. καί μοι πολλὰ μὲν ἤδη περὶ νῆς ἀληθείας αὐτοῦ διὰ τῶν ἔμπροσθεν εἴρηται, πολλὰ δ’ ἐν τοῖς ἐφεξῆς εἰρήσεται. νυνὶ δ’ ἐπὶ τὸν Χρύσιππον αὖθις ἐπάνειμι, μήτε τὰς εἰρημένας δυνάμεις ὁμολογοῦντα κατὰ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν, ἀλλὰ πᾶσαν ἐνέργειάν τε καὶ πάθος ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι φάσκοντα, μήθ’ ὅπως ἰᾶσθαι χρὴ τὰ πάθη γενόμενα, μήθ’ ὅπως κωλῦσαι γενέσθαι διδάσκοντα. διηνέχθη μὲν οὖν καὶ περὶ τούτου πρὸς ἑαυτὸν, ὥσπερ καὶ περὶ παμπόλλων ἑτέρων, ἐν μὲν τῷ προτέρῳ περὶ ψυχῆς τιθέμενος, εἶναι ταύτας δυνάμεις τῆς ψυχῆς, ἃς ἐν τῷ πρὸ τούτου γράμματι παραθέμενος αὐτοῦ τὰς ῥήσεις ἐπέδειξα, κατὰ δὲ τὰ περὶ τῶν παθῶν βιβλία κρίσεις τινὰς ὑπάρχειν τὰ πάθη τοῦ λογιστικοῦ τῆς ψυχῆς ἀποφηνάμενος. ἀλλ’ ἡμεῖς, ἃ μὲν ἀληθῶς εἷπε, μαρτύρια τῶν Ἱπποκράτους τε καὶ Πλάτωνος δογμάτων οὐ τὰ τυχόντα νομίζομεν ὑπάρχειν, εἰρημένα τε
456
πρὸς ἀνδρὸς οὐ συνετοῦ μόνον, ἀλλὰ καὶ σπεύδοντος ἅπαντι τρόπῳ τὸ παλαιὸν δόγμα διαβάλλειν. ἡ γὰρ περὶ τῶν τοιούτων μαρτυρία καταναγκαζομένων ὑπὸ τῆς ἀληθείας εἴωθε γίγνεσθαι. μεταβάντες δὲ πάλιν ἐφ’ ἕτερα τῶν ὑπ’ αὐτοῦ γεγραμμένων εἰς τὸ προκείμενον ἐπιδείξομεν, ὅπως καὶ τούτων ἔνια μὲν οἷς αὐτὸς εἶπεν οὐ συμφωνεῖ, ἔνια δ’ αὖ τοῖς ἐναργέσι μάχεται, τινὰ δὲ κατ’ ἄμφω πεπλημμέληται. καὶ πρῶτόν γε πάλιν ἀναλάβωμεν εἰς ὅπερ ἐτελεύτησεν ὁ προγεγραμμένος μοι λόγος, ὡς ὑγίεια καὶ νόσος, αἶσχός τε καὶ κάλλος ψυχῆς ἐν τοῖς μέρεσι γίγνεται αὐτῆς, καὶ ὡς τὰ μέρη ταῦτα ἔννοιαί τε καὶ προλήψεις εἰσὶ, συγχωρήσωμεν αὐτῷ τήν γε πρώτην. ὅτι μὲν γὰρ ὅλως οὐ χρὴ κατὰ τὰς ἐνεργείας τίθεσθαι νόσον ἢ ὑγίειαν, ἀλλ’ αἶσχος ἢ κάλλος μόνον, εἴρηταί μοι πρόσθεν· ὅτι δ’ οὐδ’ εἴτις οὕτω συγχωρήσειε, τὰ γοῦν ἑξῆς ὀρθῶς εἴρηται, νῦν ἐπιδεῖξαι πειράσομαι. εἴπερ γὰρ ἐν τῷ μάχεσθαι δύο κρίσεις ἀλλήλαις ἡ τῶν παθῶν ἐστι γένεσις, ἀνάγκη τῶν δύο τούτων κρίσεων
457
ἤτοι τὴν ἑτέραν μὲν ὑπάρχειν ἀληθῆ, τὴν ἑτέραν δὲ ψευδῆ, ἢ ἀμφοτέρας ψευδεῖς, εἴ τις καὶ τοῦτο συγχωρήσειεν, ἔχει γάρ τινα ζήτησιν λογιστικήν. εἴτε δὲ ἀμφοτέρας ψευδεῖς, εἴτε τὴν ἑτέραν αὐτῶν ἀληθῆ φαίημεν ὑπάρχειν, οὐδαμῶς ἡ μάχη τῶν κρίσεων ἔσται τὸ πάθος. ἀλλ’ εἰ μὲν ἰσάζοιέν πως ἀλλήλαις αἱ κρίσεις ὡς πρὸς πίστιν, ἐπέχειν ἀναγκαῖον ἡμᾶς ἔσται περὶ τῆς τοῦ πράγματος ὑπάρξεως, εἰ δ’ ἡ ἑτέρα φαίνοιτο μακρῷ πιστοτέρα, συγκατατίθεσθαι μὲν καὶ πράττειν γέ τι κατὰ τὴν συγκατάθεσιν, οὐκ ἀπερισκέπτως δὲ, καθάπερ εἰ καί τις τὴν ἡδονὴν ἀγαθὸν οἰόμενος ὑπάρχειν ἔχοι τι βραχὺ περιέλκον εἰς τοὐναντίον, ἢ εἰ μόνον τὸ καλὸν ἀγαθὸν ὑπολαμβάνων ὅμως ἔτι καὶ αὐτὸς ἀντισπῶσαν ἑτέραν ὑπόληψιν ἔχοι πρὸς τὸ μὴ διατεταμένως πιστεύειν, ἢ εἰ, καθάπερ ὁ Πύῤῥων, ἀμφοτέρας ὁμοτίμως τιθέμενος ἐπέχοι περὶ τῆς ἀποφάσεώς τε καὶ συγκαταθέσεως. ὲν οὐδενὶ γὰρ τῶν τοιούτων συνίσταται τὸ πάθος, ὥσπερ καὶ αὐτὸς ὁ Χρύσιππος ἐναργῶς ἐδήλωσε δι’ ὧν ἐν τῷ πρὸ τούτου γράμματι παρεθέμην ῥήσεων, ἐν αἷς φησιν,
458
οὐχὶ διημαρτημένος φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον, ὅσα τ’ ἄλλα τοιαῦτα προσέγραψε συνίστασθαι τὸ πάθος, ἀλλ’ ὅταν ἀπειθὴς ἡ ὁρμὴ γίγνηται τῷ λόγῳ, ὥστε κᾀνταῦθα πάλιν ἐναντιολογίαν τινὰ εὑρίσκεσθαι τοῦ Χρυσίππου πρὸς ἑαυτὸν, εἴπερ ἀποχωρίσας τὸ πάθος τῶν διημαρτημένων κρίσεων αὖθις ἐν τῇ τῶν κρίσεων πρὸς ἀλλήλας ἐναντιολογίᾳ τά τε νοσήματα τῆς ψυχῆς καὶ τὰ πάθη συνίστασθαι λέγει. μὴ τοίνυν θαυμάζωμεν ἔτι μηδ’ ὅτι τὰς θεραπείας τῶν παθῶν ὀρθῶς μὲν ὁ Πλάτων ἔγραψεν, ὡς ὁ Ποσειδώνιος αὐτῷ μαρτυρεῖ, μοχθηρῶς δ’ ὁ Χρύσιππος. ὁ γὰρ μήτε πάσας τὰς αἰτίας τῶν παθῶν ἀποφήνασθαι τολμήσας, ἀλλ’ ἐν ταῖς κυριωτάταις ἀπορεῖν ὁμολογήσας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται γράμματι, μήτ’ ἐν αἷς ἐτόλμησεν εἰπεῖν τι καλῶς ἀποφηνάμενος, οὗτος οὐκ ἂν, οἶμαι, δύναιτο τὴν θεραπείαν αὐτῶν ποιήσασθαι κατὰ τρόπον. ἀλλ’, ὅπερ εἶπον ἤδη καὶ πρόσθεν, εἴ τις ἐξελέγχοι τὰ τέσσαρα τοῦ Χρυσίππου βιβλία, πολὺ πλεόνων αὐτῷ δεήσει συγγραμμάτων.

459

Ὅσα τοίνυν ἀναγκαιότατα πρὸς τὴν προκειμένην ἡμῖν πραγματείαν ἐστὶ, ταῦτα ἐπέλθωμεν μόνα, καὶ πρῶτόν γε αὐτῶν προχειρισώμεθα τὸ περὶ τῆς τῶν παίδων διοικήσεως. οὔτε γὰρ ὑπὸ λόγου τὰς ὁρμὰς αὐτῶν ἐπιτροπεύεσθαι δυνατὸν εἰπεῖν, (οὐ γὰρ ἔχουσιν ἤδη τὸν λόγον,) οὔθ’ ὡς οὐ θυμοῦταί τε καὶ λυπεῖται, καὶ ἥδεται, καὶ γελᾷ, καὶ κλαίει, καὶ τοιαῦθ’ ἕτερα πάθη πάσχει μυρία. πολὺ γὰρ δὴ καὶ πλείω καὶ σφοδρότερα τὰ πάθη τοῖς παιδίοις ἐστὶν ἢ τοῖς τελείοις. οὐ μὴν ἀκολουθεῖ γε ταῦτα τοῖς Χρυσίππου δόγμασιν, ὥσπερ οὔτε τὸ μηδεμίαν οἰκείωσιν εἶναι φύσει πρὸς ἡδονὴν ἢ ἀλλοτρίωσιν πρὸς πόνον. ᾄττει μὲν γὰρ ἀδιδάκτως ἅπαντα τὰ παιδία πρὸς τὰς ἡδονὰς, ἀποστρέφεται δὲ καὶ φεύγει τοὺς πόνους. ὁρῶμεν δ’ αὐτὰ καὶ θυμούμενα, καὶ λακτίζοντα, καὶ δάκνοντα, καὶ νικᾷν ἐθέλοντα καὶ κρατεῖν τῶν τοιούτων, ὥσπερ ἔνια τῶν ζώων, οὐδενὸς ἄθλου προβαλλομένου παρὰ τὸ νικᾷν αὐτό. φαίνεται δ’ ἐναργῶς τὸ τοιοῦτον ἐπ’ ὀρτύγων, καὶ ἀλεκτρυόνων, καὶ περδίκων, ἰχνεύμονός τε καὶ ἀσπίδος, καὶ

460
κροκοδείλου, καὶ μυρίων ἑτέρων. οὕτως οὖν οἰκειοῦσθαι καὶ τὰ παιδία φαίνεται καὶ πρὸς ἡδονὴν, καὶ πρὸς νίκην, ὥσπερ ὕστερόν ποτε δείκνυσιν, ἐπειδὰν προβαίνῃ κατὰ τὴν ἡλικίαν, ὅτι πρὸς τὸ καλὸν ἔχει τινὰ φυσικὴν οἰκείωσιν. αἰδεῖται γοῦν ἁμαρτάνοντα, προϊούσης αὐτοῖς τῆς ἡλικίας, καὶ χαίρει τοῖς καλοῖς ἔργοις, καὶ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀντιποιεῖται, καὶ πράττει πολλὰ κατὰ τὰς τῶν ἀρετῶν τούτων ἐννοίας, ἔμπροσθεν, ἡνίκα ἦν ἔτι σμικρὰ, κατὰ πάθος ζῶντα, καὶ τῶν ἐκ τοῦ λόγου προσταγμάτων οὐδεμίαν φροντίδα ποιούμενα. τριῶν οὖν τούτων ὑμῖν οἰκειώσεων ὑπαρχουσῶν φύσει καθ’ ἕκαστον τῶν μορίων τῆς ψυχῆς εἶδος, πρὸς μὲν τὴν ἡδονὴν διὰ τὸ ἐπιθυμητικὸν, πρὸς δὲ τὴν νίκην διὰ τὸ θυμοειδὲς, πρὸς δὲ τὸ καλὸν διὰ τὸ λογιστικὸν, Ἐπίκουρος μὲν τὴν τοῦ χειρίστου μορίου τῆς ψυχῆς οἰκείωσιν ἐθεάσατο μόνην, ὁ δὲ Χρύσιππος τὴν τοῦ βελτίστου, φάμενος ἡμᾶς οἰκειοῦσθαι πρὸς μόνον τὸ καλὸν, ὅπερ εἶναι δηλονότι καὶ ἀγαθόν. ἁπάσας δὲ τὰς τρεῖς οἰκειώσεις θεάσασθαι μόνοις τοῖς παλαιοῖς ὑπῆρξε
461
φιλοσόφοις. ἐάσας οὖν τὰς δύο ὁ Χρύσιππος εἰκότως ἀπορεῖν ἐρεῖ τῆς κατὰ τὴν κακίαν γενέσεως, οὔτ’ αἰτίαν ἔχων εἰπεῖν αὐτῆς, οὔτε τρόπους τῆς συστάσεως, οὔθ’ ὅπως ἁμαρτάνει τὰ παιδία δυνάμενος ἐξευρεῖν, ἅπερ εὐλόγως, οἶμαι, πάντα καὶ ὁ Ποσειδώνιος αὐτοῦ καταμέμφεται καὶ ἐλέγχει. εἰ γὰρ δὴ πρὸς τὸ καλὸν εὐθὺς ἐξ ἀρχῆς ᾠκείωται τὰ παιδία, τὴν κακίαν οὐκ ἔνδοθεν οὐδ’ ἐξ ἑαυτῶν, ἀλλ’ ἔξωθεν μόνον ἐχρῆν αὐτοῖς ἐγγίγνεσθαι. ἀλλὰ μὴν ὁρᾶταί γε, κᾂν χρηστοῖς ἔθεσιν ἐντρέφηται καὶ προσηκόντως παιδεύηται, πάντως ἐξαμαρτάνοντά τι, καὶ τοῦτ’ αὐτὸ καὶ ὁ Χρύσιππος ὁμολογεῖ. καίτοι γ’ ἐνῆν αὐτῷ ὑπεριδόντι τῶν ἐναργῶς φαινομένων αὐτὸ μόνον ὁμολογῆσαι τὸ ταῖς ἰδίαις ὑποθέσεσιν ἀκόλουθον, εἰ καλῶς ἀχθείη τὰ παιδία, πάντως αὐτὰ φάσκοντι σοφοὺς ἄνδρας γενήσεσθαι τοῦ χρόνου προϊόντος. ἀλλ’ οὐκ ἐτόλμησε τοῦτό γε καταψεύσασθαι τῶν φαινομένων, ἀλλὰ κᾂν ὑπὸ φιλοσόφῳ τρέφηται μόνῳ, καὶ μηδὲν μήτε θεάσηται μήτ’ ἀκούσῃ πώποτε παράδειγμα
462
κακίας, ὅμως οὐκ ἐξ ἀνάγκης αὐτὰ φιλοσοφήσειν· διττὴν γὰρ εἶναι τῆς διαστροφῆς τὴν αἰτίαν, ἑτέραν μὲν ἐκ κατηχήσεως τῶν πολλῶν ἀνθρώπων ἐγγιγνομένην, ἑτέραν δ’ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ἐγὼ δὲ ὑπὲρ ἑκατέρας αὐτῶν ἀπορῶ, καὶ πρώτης γε τῆς ἐκ τῶν πέλας γιγνομένης. καὶ γὰρ διὰ τί θεασάμενά τε καὶ ἀκούσαντα παράδειγμα κακίας οὐχὶ μισεῖ τοῦτο καὶ φεύγει τῷ μηδεμίαν οἰκείωσιν ἔχειν πρὸς αὐτὸ, θαυμάζειν ἐπέρχεταί μοι, καὶ πολὺ δὴ μᾶλλον, ἐπειδὰν μήτε θεασάμενα μήτ’ ἀκούσαντα πρὸς αὐτῶν τῶν πραγμάτων ἐξαπατηθῇ. τίς γὰρ ἀνάγκη, τοὺς παῖδας ὑπὸ μὲν τῆς ἡδονῆς ὡς ἀγαθοῦ δελεάζεσθαι, μηδεμίαν οἰκείωσιν ἔχοντας πρὸς αὐτὴν, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν τὸν πόνον, εἴπερ μὴ καὶ πρὸς τοῦτον ἠλλοτρίωται φύσει; τίς δ’ ἀνάγκη, πρὸς μὲν τοὺς ἐπαίνους καὶ τὰς τιμὰς ἥδεσθαί τε καὶ χαίρειν αὐτοῖς, ἄχθεσθαι δὲ καὶ φεύγειν τούς τε ψόγους καὶ τὰς ἀτιμίας, εἴπερ μὴ καὶ πρὸς ταῦτα φύσει τινὰ ἔχουσιν οἰκείωσίν τε καὶ ἀλλοτρίωσιν; εἰ γὰρ μὴ ταῖς φωναῖς, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων ὁμολογεῖν
463
ἔοικεν ὁ Χρύσιππος, ὡς ἔστιν οἰκείωσίς τέ τις ἡμῖν καὶ ἀλλοτρίωσις φύσει πρὸς ἕκαστον τῶν εἰρημένων. ἐπειδὰν γὰρ λέγῃ, τὰς περὶ ἀγαθῶν καὶ κακῶν ἐγγίνεσθαι τοῖς φαύλοις διαστροφὰς διά τε τὴν πιθανότητα τῶν φαντασιῶν καὶ τὴν κατήχησιν, ἐρωτητέον αὐτὸν τὴν αἰτίαν, δι’ ἣν ἡδονὴ μὲν ὡς ἀγαθὸν, ἀλγηδὼν δ’ ὡς κακὸν πιθανὴν προβάλλουσι φαντασίαν· οὕτως δὲ καὶ διὰ τί τὴν μὲν νίκην τὴν ἐν Ὀλυμπιάσιν καὶ τὴν τῶν ἀνδριάντων ἀνάθεσιν ἐπαινούμενά τε καὶ μακαριζόμενα πρὸς τῶν πολλῶν ἀκούοντες ὡς ἀγαθὰ, περὶ δὲ τῆς ἥττης τε καὶ τῆς ἀτιμίας ὡς κακὰ ἑτοίμως πειθόμεθα. καὶ γὰρ καὶ ταῦθ’ ὁ Ποσειδώνιος μέμφεται καὶ δεικνύναι πειρᾶται πασῶν τῶν ψευδῶν ὑπολήψεων τὰς αἰτίας ἐν μὲν τῷ θεωρητικῷ διὰ τῆς παθητικῆς ὁλκῆς, προηγεῖσθαι δ’ αὐτῆς τὰς ψευδεῖς |δόξας, ἀσθενήσαντος περὶ τὴν κρίσιν τοῦ λογιστικοῦ· γεννᾶσθαι γὰρ τῷ ζώῳ τὴν ὁρμὴν ἐνίοτε μὲν ἐπὶ τῇ τοῦ λογιστικοῦ κρίσει, πολλάκις δ’ ἐπὶ τῇ κινήσει τοῦ παθητικοῦ. συνάπτει δ’ εἰκότως τοῖς λόγοις ταύτοις ὁ Ποσειδώνιος τὰ κατὰ τὸν
464
φυσιογνώμονα φαινόμενα. καὶ γὰρ τῶν ζώων καὶ τῶν ἀνθρώπων, ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα, θυμικώτερα πάνθ’ ὑπάρχειν φύσει, ὅσα δὲ πλατυΐσχιά τε καὶ ψυχρότερα, δειλότερα. καὶ κατὰ τὰς χώρας οὐ σμικρῷ τινι διενηνοχέναι τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν, ἢ τὸ φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ διαθέσει τοῦ σώματος, ἣν ἐκ τῆς κατὰ τὸ περιέχον κράσεως οὐ κατ’ ὀλίγον ἀλλοιοῦσθαι. καὶ γὰρ δὴ καὶ τὸ αἷμα διαφέρειν ἐν τοῖς ζώοις φησὶ θερμότητι, καὶ ψυχρότητι, καὶ πάχει, καὶ λεπτότητι, καὶ ἄλλαις φησὶ διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν Ἀριστοτέλης ἐπὶ πλεῖστον διῆλθεν. ἡμεῖς δὲ κατὰ τινα οἰκεῖον καιρὸν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ αὐτὰς τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ τούτων παραγράφωμεν. ἐν δὲ τῷ παρόντι πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι, μήτ’ ἄλλο γιγνώσκοντας τῶν κατὰ τὰ πάθη, μήθ’ ὡς αἱ τοῦ σώματος κράσεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις·
465
οὕτως γὰρ ὁ Ποσειδώνιος ὀνομάζειν εἴωθεν. Ἀριστοτέλης δ’ ἄντικρυς ἤδη καλεῖ τῶν ζώων ἁπάσας τὰς τοιαύτας τῆς ψυχῆς καταστάσεις, ἐξηγεῖταί τε, καθ’ ὅντινα τρόπον ἐπὶ ταῖς διαφερούσαις κράσε σισυνίσταται. διόπερ, οἶμαι, καὶ ἡ τῶν παθῶν τῆς ψυχῆς ἴασις ἐπ’ ἐνίων μὲν εὔκολός τε καὶ ῥᾳδία, διὰ τὸ μήτε τὰς παθητικὰς κινήσεις αὐτοῖς ἰσχυρὰς ὑπάρχειν, μήτε τὸ λογιστικὸν ἀσθενὲς φύσει καὶ ἀσύνετον, ἀλλὰ δι’ ἀμαθίαν καὶ μοχθηροὺς ἐθισμοὺς ἐμπαθῶς ἀναγκάζεσθαι ζῇν τοὺς τοιούτους ἀνθρώπους, ἐνίοις δὲ χαλεπὴ καὶ δύσκολος, ὅταν κινήσεις αἱ κατὰ πάθος, αἱ διὰ τὴν τοῦ σώματος κατασκευὴν ἀναγκαίως γιγνόμεναι, μεγάλαι δή τινες οὖσαι τύχωσι καὶ σφοδραὶ, τό τε λογιστικὸν ἀσθενὲς καὶ ἀσύνετον φύσει. χρὴ γὰρ καὶ τοῦτο μὲν ἐπιστήμην λαβεῖν τῶν ἀληθῶν, καὶ τὰς κατὰ πάθος δὲ κινήσεις ἀμβλυνθῆναι χρηστοῖς ἐπιτηδεύμασιν ἐθισθεῖσαν, εἴ τις μέλλοι βελτίονα τὸ ἦθος ἀποδείξειν τὸν ἄνθρωπον. οὕτω δὲ καὶ πλάττειν ἐξ ἀρχῆς ἄνθρωπον χρὴ πρὸς τὸ βέλτιστον, ἁπάντων μὲν πρῶτον αὐτῶν τῶν σπερμάτων προνοουμένους, οἷς
466
ἐφεξῆς τῆς διαίτης, ἣν ἡ κύουσα διαιτήσεται, κατὰ τε τὰς τροφὰς καὶ τὰ πόματα, καὶ τὰ γυμνάσια καὶ τὰς ἡσυχίας, καὶ τοὺς ὕπνους καὶ τὰς ἐγρηγόρσεις, ἐπιθυμίας τε καὶ θυμοὺς, ὅσα τ’ ἄλλα τοιαῦτα, περὶ ὧν ἁπάντων ὁ μὲν Πλάτων ἀκριβέστατα διῆλθεν, ὁ δὲ Χρύσιππος οὐ μόνον αὐτὸς οὐδὲν ἱκνούμενον εἶπεν, ἀλλ’ οὐδὲ τῶν ἀπ’ αὐτοῦ τινι κατέλιπεν ἀφορμὴν εὑρέσεως, μοχθηρὰν ὑποβαλλόμενος τῷ λόγῳ τὴν κρηπῖδα. ταῦτά τοι καὶ ὁ Ποσειδώνιος αὐτῷ μέμφεται μετὰ τοῦ καὶ θαυμάζειν, ὅσα Πλάτων εἶπεν ὑπὲρ τῆς τῶν παίδων ἔτι τε κυουμένων ἐν τῇ μήτρᾳ διαπλάσεως, ἀποκυηθέντων τε τροφῆς καὶ παιδείας, καὶ γέγραφεν οἷον ἐπιτομήν τινα κατὰ τὸ πρῶτον αὐτοῦ περὶ παθῶν σύγγραμμα τῶν ὑπὸ Πλάτωνος εἰρημένων, ὡς χρὴ τρέφεσθαι καὶ παιδεύεσθαι τοὺς παῖδας ὑπὲρ τοῦ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς σύμμετρον ἀποφαίνεσθαι ταῖς κινήσεσι καὶ τοῖς τοῦ λόγου προστάγμασιν εὐπειθές. αὕτη γὰρ ἀρίστη παίδων παιδείας παρασκευὴ τοῦ παθητικοῦ τῆς ψυχῆς, ὡς ἂν ἐπιτηδειοτάτη ᾖ πρὸς τὴν ἀρχὴν τοῦ λογιστικοῦ. μικρὸν μὲν γὰρ τὰ πρῶτα καὶ
467
ἀσθενὲς ὑπάρχειν τοῦτο, μέγα δὲ καὶ ἰσχυρὸν ἀποτελεῖσθαι περὶ τὴν τεσσαρεσκαιδεκαετῆ ἡλικίαν, ἡνίκα ἤδη κρατεῖν τε καὶ ἄρχειν αὐτῷ προσήκει καθάπερ ἡνιόχῳ τινὶ τοῦ ζεύγους τῶν συμφύτων ἵππων, ἐπιθυμίας τε καὶ θυμοῦ, μήτ’ ἰσχυρῶν ὑπαρχόντων ἄγαν, μήτ’ ἀσθενῶν, μήτ’ ὀκνηρῶν, μήτ’ ἐκφόρων, μήτε δυσπειθῶν ὅλως, ἢ ἀκόσμων, ἢ ὑβριστῶν, ἀλλ’ εἰς ἅπαν ἑτοίμων ἕπεσθαί τε καὶ πείθεσθαι τῷ λογισμῷ, τούτου δ’ αὐτοῦ τὴν παιδείαν τε καὶ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τῆς τῶν ὄντων φύσεως, ὥσπερ τοῦ ἡνιόχου τῶν ἡνιοχικῶν θεωρημάτων. ἐν γὰρ ταῖς ἀλόγοις τῆς ψυχῆς δυνάμεσιν ἐπιστήμας οὐκ ἐγγίνεσθαι, καθάπερ οὐδὲ ἐν τοῖς ἵπποις, ἀλλὰ τούτοις μὲν τὴν οἰκείαν ἀρετὴν ἐξ ἐθισμοῦ τινος ἀλόγου παραγίνεσθαι, τοῖς δ’ ἡνιόχοις ἐκ διδασκαλίας λογικῆς. ἕπεται δ’ αὖθις τοῖσδε καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος αὐτὸς ἔχων τὸ σφάλμα διττὸν, εἴτ’ ἐπιστήμας τις ἁπάσας αὐτὰς, εἴτε δυνάμεις ὑπολάβοι. τῶν μὲν γὰρ ἀλόγων τῆς ψυχῆς μερῶν ἀλόγους ἀνάγκη καὶ τὰς ἀρετὰς
468
εἶναι, τοῦ λογιστικοῦ δὲ μόνου λογικήν. ὥστ’ εὐλόγως ἐκείνων μὲν αἱ ἀρεταὶ δυνάμεις εἰσὶν, ἐπιστήμη δὲ μόνου τοῦ λογιστικοῦ. Χρύσιππος δὲ μεγάλα σφάλλεται, οὐχ ὅτι μηδεμίαν ἀρετὴν ἐποίησε δύναμιν, (οὐ γὰρ μέγα τὸ τοιοῦτον σφάλμα ἐστὶν, οὐδὲ διαφερόμεθα πρὸς αὐτὸ,) ἀλλ’ ὅτι πολλὰς ἐπιστήμας τε καὶ ἀρετὰς εἶναι φήσας μίαν ἔφησεν εἶναι δύναμιν τῆς ψυχῆς. οὐ γὰρ ἐνδέχεται μιᾶς δυνάμεως ἀρετὰς εἶναι πολλὰς, εἴ γε μηδὲ τελειοτάτας πολλὰς ἑνὸς πράγματος. μία γὰρ ἑκάστου τῶν ὄντων ἡ τελειότης, ἡ δ’ ἀρετὴ τελειότης ἐστὶ τῆς ἑκάστου φύσεως, ὡς αὐτὸς ὁμολογεῖ. κάλλιον οὖν Ἀρίστων ὁ Χῖος, οὔτε πολλὰς εἶναι τὰς ἀρετὰς τῆς ψυχῆς ἀποφηνάμενος, ἀλλὰ μίαν, ἣν ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν εἶναί φησιν, οὔτε περὶ τῶν παθῶν ἐναντία ταῖς ἰδίαις ὑποθέσεσι γράψας, ὥσπερ ὁ Χρύσιππος.

Ἀλλὰ περὶ μὲν τῶν ἀρετῶν ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐπειδὴ καὶ περὶ τούτων ὁ Χρύσιππος ἐπηρεάζει τὸν Πλάτωνα. νυνὶ γὰρ ἐξ ἀκολουθίας τινὸς αὐτῶν ἐμνημόνευσα, τῷ περὶ

469
τῶν παθῶν δόγματι καὶ τοῦ περὶ τῶν ἀρετῶν ἐξ ἀνάγκης ἑπομένου, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν, ᾧδέ πως γράφων αὐτοῖς ὀνόμασι κατὰ τὸ πρῶτον περὶ παθῶν οὐ μετὰ πολλὰ τῆς ἀρχῆς τοῦ βιβλίου· νομίζω γὰρ καὶ τὴν περὶ ἀγαθῶν καὶ κακῶν, καὶ τὴν περὶ τελῶν, καὶ τὴν περὶ ἀρετῶν ἐκ τῆς περὶ παθῶν ὀρθῶς διασκέψεως ἠρτῆσθαι. ὅτι μὲν οὖν τὴν περὶ τῶν ἀρετῶν ὀρθῶς δόξαν ἐζεῦχθαι συμβέβηκε τῇ περὶ τῶν παθῶν, αὐτάρκως ἐνδεδεῖχθαί μοι δοκῶ· ὅτι δὲ καὶ τὴν περὶ ἀγαθῶν τε καὶ τοῦ τέλους, ἀρκεῖ μοι τὰ Ποσειδωνίου παραγράψαι τόνδε τὸν τρόπον ἔχοντα. τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε ἀνομολογίας καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι τῷ ἐν αὑτῷ δαίμονι συγγενεῖ τε ὄντι καὶ τὴν ὁμοίαν φύσιν ἔχοντι τῷ τὸν ὅλον κόσμον διοικοῦντι, τῷ δὲ χείρονι καὶ ζωώδει ποτὲ συνεκκλίνοντας φέρεσθαι. οἱ δὲ τοῦτο παριδόντες οὔτε ἐν τούτοις βελτιοῦσι τὴν αἰτίαν τῶν παθῶν, οὔτ’ ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδοξοῦσιν. οὐ γὰρ βλέπουσιν, ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ
470
κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ ἀλόγου τε καὶ κακοδαίμονος καὶ ἀθέου τῆς ψυχῆς. ἐν τούτοις φανερῶς ὁ Ποσειδώνιος ἐδίδαξε, πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον, οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν λογισμοῖς, ἀλλὰ καὶ περὶ τοῦ τέλους. οὐ γὰρ, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ’ ὡς ὁ Πλάτων ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμολογουμένως ἐστίν. ὄντος γὰρ ἐν ἡμῖν τοῦ μὲν βελτίονος τῆς ψυχῆς μέρους, τοῦ δὲ χείρους, ὁ μὲν τῷ βελτίονι συνεπόμενος ὁμολογουμένως ἂν λέγοιτο τῇ φύσει ζῇν, ὁ δὲ τῷ χείρονι μᾶλλον ἑπόμενος ἀνομολογουμένως· ἔστι δ’ οὗτος μὲν ὁ κατὰ πάθος ζῶν, ἐκεῖνος δὲ ὁ κατὰ λόγον. οὐκ ἀρκεσθεὶς δὲ τούτοῖς ὁ Ποσειδώνιος ἐναργέστερόν τε καὶ σφοδρότερον καθάπτεται τῶν περὶ τὸν Χρύσιππον, ὡς οὐκ ὀρθῶς ἐξηγουμένων τὸ τέλος. ἔχει δὲ ἡ ῥῆσις ᾧδε· ἃ δὴ παρέντες ἔνιοι τὸ ὁμολογουμένως ζῇν συστέλλουσιν εἰς τὸ πᾶν τὸ ἐνδεχόμενον ποιεῖν ἕνεκα τῶν πρώτων κατὰ φύσιν, ὅμοιον αὐτὸ ποιοῦντες τῷ σκοπὸν ἐκτίθεσθαι τὴν ἡδονὴν, ἢ τὴν ἀοχλησίαν, ἢ ἄλλο τι τοιοῦτον. ἔστι δὲ μάχην ἐμφαῖνον
471
κατ’ αὐτὴν τὴν ἐκφορὰν, καλὸν δὲ καὶ εὐδαιμονικὸν οὐδέν. παρέπεται γὰρ κατὰ τὸ ἀναγκαῖον τῷ τέλει, τέλος δὲ οὐκ ἔστιν, ἀλλὰ καὶ τούτου διαληφθέντος ὀρθῶς, ἔξεστι μὲν αὐτῷ χρῆσθαι πρὸς τὸ διακόπτειν τὰς ἀπορίας, ἃς οἱ σοφισταὶ προτείνουσι, μὴ μέντοι γε τὸ κατ’ ἐμπειρίαν τῶν κατὰ τὴν ὅλην φύσιν συμβαινόντων ζῇν, ὅπερ ἰσοδυναμεῖ τῷ ὁμολογουμένως εἰπεῖν ζῇν, ἡνίκα μὴ τοῦτο μικροπρεπῶς συντείνειν εἴς τι τῶν διαφόρων τυγχάνει. ἤρκει μὲν οὖν ἴσως καὶ τοῦτο πρὸς ἔνδειξιν τῆς ἀτοπίας ὧν ὁ Χρύσιππος εἴρηκε περὶ τοῦ τέλους ἐξηγούμενος, ὅπως ἂν τις τυγχάνοι τοῦ ὁμολογουμένως τῇ φύσει ζῇν. ἄμεινον μὴν ἡγοῦμαι καὶ τὰ τούτοις ἑξῆς ὑπὸ τοῦ Ποσειδωνίου γεγραμμένα παραθέσθαι τόνδε τὸν τρόπον ἔχοντα. ταύτην τε δὴ τὴν ἀτοπίαν διέλυσεν ἡ αἰτία τῶν παθῶν ὁραθεῖσα, καὶ τὰς ἀρχὰς ἔδειξε τῆς ἐν τοῖς ὀρεκτοῖς καὶ φευκτοῖς διαστροφῆς, καὶ τοὺς τρόπους τῆς ἀσκήσεως διεῖλε. καὶ τὰ διαπορούμενα περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφῃνεν. οὐ σμικρά γε οὐδὲ τὰ τυχόντα φησὶν ἡμᾶς ἀπολαύσειν ἀγαθὰ, τῆς αἰτίας
472
τῶν παθῶν εὑρεθείσης. εἰς γὰρ τὸ μαθεῖν ἀκριβῶς, οἷόν τι τὸ ὁμολογουμένως τῇ φύσει ζῇν ἐστιν, ἐκ τῆς τῶν παθῶν αἰτίας εὑρεθείσης ὠφελήθημεν. ὁ μὲν γὰρ κατὰ πάθος οὐχ ὁμολογουμένως ζῇ τῇ φύσει, ὁ δὲ μὴ κατὰ πάθος ὁμολογουμένως ζῇ τῇ φύσει. ἕπεται γὰρ ὁ μὲν τῷ ἀλόγῳ καὶ ἐμπλήκτῳ τῆς ψυχῆς, ὁ δὲ τῷ λογικῷ τε καὶ τῷ θείῳ. καὶ τὰς ἀρχὰς δὲ τῆς ἐν τοῖς αἱρετοῖς τε καὶ φευκτοῖς διαστροφῆς ἐδίδαξεν ἡ αἰτία τῶν παθῶν εὑρεθεῖσα. τὰ γὰρ οἰκεῖα ταῖς ἀλόγοις δυνάμεσι τῆς ψυχῆς ἐξαπατώμενοί τινες ὡς ἁπλῶς οἰκεῖα δοξάζουσιν, οὐκ εἰδότες, ὡς τὸ μὲν ἥδεσθαί τε καὶ τὸ κρατεῖν τῶν πέλας τοῦ ζωώδους τῆς ψυχῆς ἐστιν ὀρεκτὰ, σοφία δὲ καὶ πᾶν ὅσον ἀγαθόν τε καὶ καλὸν ἅμα τοῦ λογικοῦ τε καὶ θείου. καὶ τοὺς τρόπους δὲ, φησὶ, τῆς ἀσκήσεως ἡ τῶν παθῶν αἰτία γνωρισθεῖσα διωρίσατο. τοὺς μὲν γὰρ ἐν τοιοῖσδε ῥυθμοῖς ἅμα καὶ ἁρμονίαις καὶ ἐπιτηδεύμασι, τοὺς δὲ ἐν τοιοῖσδε διαιτᾶσθαι κελεύσομεν, ὥσπερ ὁ Πλάτων ἡμᾶς ἐδίδαξε, τοὺς μὲν ἀμβλεῖς καὶ νωθροὺς καὶ ἀθύμους ἔν τε τοῖς ὀρθίοις
473
ῥυθμοῖς καὶ ταῖς κινούσαις ἰσχυρῶς τὴν ψυχὴν ἁρμονίαις καὶ τοῖς τοιούτοις ἐπιτηδεύμασι τρέφοντες, τοὺς δὲ θυμικωτέρους καὶ μανικώτερον ᾄττοντας ἐν ταῖς ἐναντίαις. ἐπεὶ διὰ τί πρὸς θεῶν (ἐρωτήσω γὰρ ἔτι τοῦτο τοὺς ἀπὸ τοῦ Χρυσίππου) Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος αὐλούσῃ τὸ Φρύγιον νεανίαις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον, οἱ δ’ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου φορᾶς; οὐ γὰρ δήπου τὰς δόξας τοῦ λογιστικοῦ μεταδιδάσκονται πρὸς τῶν αὐλημάτων, ἀλλὰ τὸ παθητικὸν τῆς ψυχῆς ἄλογον ὑπάρχον, ἐπεγείρονταί τε καὶ πραΰνονται διὰ κινήσεων ἀλόγων. τῷ μὲν γὰρ ἀλόγῳ διὰ τῶν ἀλόγων ἥ τε ὠφέλεια καὶ ἡ βλάβη, τῷ λογικῷ δὲ δι’ ἐπιστήμης τε καὶ εὐμαθίας. καὶ ταῦτ’ οὖν ἐν τῆς τῶν παθῶν αἰτίας γνωσθείσης ὠφελεῖσθαί φησιν ἡμᾶς ὁ Ποσειδώνιος, καὶ προσέτι τὰ διαπορούμενα περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν. εἶτ’ αὐτὸς, ἅττα ποτ’ αὐτά ἐστιν, ἐπιφέρων ἐξηγεῖται τόνδε τὸν τρόπον. οἶμαι γὰρ, ὅτι πάλαι βλέπετε, πῶς διὰ λόγου μὲν πεισθέντες κακὸν
474
ἑαυτοῖς παρεῖναι ἢ ἐπιφέρεσθαι οὔτε φοβοῦνται οὔτε λυποῦνται, φαντασίας δ’ ἐκείνων αὐτῶν λαμβάνονται. πῶς γὰρ ἄν τις λόγῳ κινήσειε τὸ ἄλογον, ἐὰν μή τινα ἀναζωγράφησιν προσβάληται αἰσθητῇ παραπλησίαν; οὕτως οὖν ἐκ διηγήσεώς τινες εἰς ἐπιθυμίαν ἐκπίπτουσιν, καὶ ἐναργῶς ἐγκελευσαμένου του φεύγειν τὸν ἐπιφερόμενον λέοντα, οὐκ ἰδόντες φοβοῦνται. ταῦτά τε οὖν εἴρηται καλῶς τῷ Ποσειδωνίῳ καὶ τὰ τούτων ἐφεξῆς ἔτι, συμπάσας τὰς αἰτίας ἐξηγουμένῳ τῶν ἀπορηθέντων ὑπὸ τοῦ Χρυσίππου, περὶ ὧν κατὰ τὸ πρὸ τούτου γράμμα διῆλθον ἐπὶ τῆς τελευτῆς, ὅθεν μοι δοκῶ καὶ νῦν ἐνταῦθα καταπαῦσαι τὸν λόγον, μίαν ἔτι τὴν ἐφεξῆς αὐτοῦ παραγράψας ῥῆσιν ἔχουσαν ᾧδε. καὶ μὴν οἱ προκόπτοντες μεγάλα κακὰ δοκοῦντες ἑαυτοῖς οὐ λυποῦνται· φέρονται γὰρ οὐ κατὰ τὸ ἄλογον τῆς ψυχῆς οὕτως ἀλλὰ κατὰ τὸ λογικόν. εἶτ’ ἐφεξῆς οὗτος, διὰ τί τὰ χρονίζοντα τῶν παθῶν ἡσυχέστερά τε καὶ ἀσθενέστερα γίγνεται, τὴν αἰτίαν ἀποδίδωσιν, ὑπὲρ ἧς ὁ Χρύσιππος ἐν
475
τῷ δευτέρῳ περὶ παθῶν ἀπορεῖν ὡμολόγησεν. εἴρηται δὲ περὶ αὐτῆς ὑφ’ ἡμῶν ἐπὶ τῇ τελευτῇ τοῦ τετάρτου, καὶ νῦν εἰρήσεται διὰ βραχέων οἷον ἐπιτομή τις τῆς Ποσειδωνίου ῥήσεως μακρᾶς ὑπαρχούσης. τὸ τοίνυν παθητικὸν τῆς ψυχῆς ἐν τῷ χρόνῳ τοῦτο μὲν ἐμπίπλαται τῶν οἰκείων ἐπιθυμιῶν, τοῦτο δὲ κάμνει ταῖς πολυχρονίαις κινήσεσιν, ὥστε διὰ ἄμφω καθησυχάσαντος αὐτοῦ καὶ μέτρια κινουμένου κρατεῖν ὁ λογισμὸς ἤδη δύναται, ὥσπερ καὶ ἵππου τινὸς ἐκφόρου τὸν ἐπιβάτην ἐξενεγκόντος βιαίως, εἶτα κάμνοντός τε ἅμα τῷ δρόμῳ καὶ προσέτι καὶ ἐμπλησθέντος ὧν ἐπεθύμησεν, αὖθις ὁ ἡνίοχος ἐγκρατὴς κατασταίη. φαίνεται γὰρ τοῦτο πολλάκις γιγνόμενον, καὶ οἵ γε παιδεύοντες τὰ νέα τῶν ζώων, ἐπιτρέψαντες αὐτοῖς κάμνειν τε ἅμα καὶ ἐμπλησθῆναι κατὰ τὰς ἐκφόρους κινήσεις, ὕστερον ἐπιτίθενται. περί τε οὖν τῶν τοιούτων ἠπόρησεν ὁ Χρύσιππος, ὡς ἂν οὐ δυνάμενος εἰς τὸ παθητικὸν τῆς ψυχῆς ἀναφέρεσθαι αὐτῶν τὰς αἰτίας, καὶ προσέτι, καὶ γὰρ καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἑξῆς ὁ Ποσειδώνιος, οὐ τοῖς φαινομένοις μόνοις,
476
ἀλλὰ καὶ Ζήνωνι καὶ Κλεάνθει διαφέρεται. τὴν μὲν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθητικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι τῶν ἐπῶν. ΛΟΓ. Τί ποτ’ ἔσθ’ ὅ τι βούλει, θυμέ; τοῦτό μοι φράσον, Θ. Ἔχω, λογισμὲ, πᾶν ὃ βούλομαι ποιεῖν. ΛΟΓ. Βασιλικόν γε πλὴν ὅμως εἰπὸν πάλιν. Θ. Ὅσ’ ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται. ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος, ἐναργῶς ἐνδεικνύμενος τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε τὸν λογισμὸν τῷ θυμῷ διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ. ὁ δὲ Χρύσιππος οὔθ’ ἕτερον. εἶναι νομίζει τὸ παθητικὸν τῆς ψυχῆς τοῦ λογιστικοῦ, καὶ τῶν ἀλόγων ζώων ἀφαιρεῖται τὰ πάθη φανερῶς ἐπιθυμίᾳ τε καὶ θυμῷ διοικουμένων, ὡς καὶ Ποσειδώνιος ὑπὲρ αὐτῶν. ἐπιπλέον διεξέρχεται. ὅσα μὲν οὖν τῶν ζώων δυσκίνητ’ ἐστὶ καὶ προσπεφυκότα δίκην φυτῶν πέτραις ἤ τισιν ἑτέροις τοιούτοις, ἐπιθυμίᾳ μόνῃ διοικεῖσθαι λέγει αὐτὰ, τὰ δ’ ἄλλα τὰ ἄλογα σύμπαντα ταῖς δυνάμεσιν ἀμφοτέραις χρῆσθαι, τῇ τ’ ἐπιθυμητικῇ καὶ τῇ θυμοειδεῖ, τὸν ἄνθρωπον
477
δὲ μόνον ταῖς τρισὶ, προσειληφέναι γὰρ καὶ τὴν λογιστικὴν ἀρχήν. ταῦτά τε οὖν ὀρθῶς εἴρηται τῷ Ποσειδωνίῳ καὶ ἄλλα πάμπολλα καθ’ ὅλην τὴν περὶ τῶν παθῶν πραγματείαν. ὥσπερ οὖν ὁ Χρύσιππος ἐσφαλμένος ἐν αὐτοῖς, ὡς ἄν τις εἴποι, τοῖς στοιχείοις τῆς περὶ τῶν παθῶν θεωρίας ἐξ ἀνάγκης πάμπολλα κακῶς εἶπεν, οὕτως ἀνάγκη τὸν ἀληθέσι ταῖς ἀρχαῖς χρησάμενον, εἰ μὲν ἀκριβῶς φυλάξειε τὸ πρὸς αὐτὰς ἀκόλουθον, ἅπαν εἰπεῖν ὀρθῶς, εἰ δ’ οὐκ ἀκριβῶς, ἀλλὰ τά γε πλεῖστα κατορθῶσαι. δοκῶ μοι καταπαύσειν ἤδη τὸν ἐνεστῶτα λόγον ἐν τῷδε. τὸ γὰρ ἐπισκέπτεσθαι νῦν, ὁποίας τινὸς ἔχεται γνώμης ὁ Ζήνων, οὐ κατὰ τὸν ἐξ ἀρχῆς ἄν μοι προστεθέντα γίγνοιτο σκοπόν. ἕνεκα γὰρ τοῦ μὴ μακρολογεῖν ἀποχωρήσειν ἔφην τῶν ἄλλων Στωϊκῶν, ἐξετάζειν δὲ μόνα τὰ Χρυσίππου. καὶ γὰρ οὐδὲ τί ποτε ἕκαστος ἐγίγνωσκε τῶν φιλοσόφων ὑπὲρ ψυχῆς, ὑπεσχόμην ἐν τῇδε τῇ πραγματείᾳ διελθεῖν, ἀλλ’ ὅπως ἀληθείας ἔχει τὰ Πλάτωνός τε καὶ Ἱπποκράτους δόγματα διασκέψασθαι. ὥστε καὶ τὰ πρὸς τὸν Χρύσιππον ἀντειρημένα
478
μοι παρὰ τὸ προκείμενον ἐγένετο, καὶ Ζήνων, εἰ μὲν τὰ αὐτὰ βούλοιτο Χρυσίππῳ, τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπεύθυνος καταστήσεται, εἰ δὲ ταῖς τοῦ Πλάτωνος ἀρχαῖς ἕποιτο Κλεάνθει τε καὶ Ποσειδωνίῳ παραπλησίως, τῆς ἡμετέρας ἂν οὕτω μετέχοι φιλοσοφίας, εἰ δ’, ὅπερ ἐγὼ πείθομαι, κρίσεσιν ἐπιγίγνεσθαι τὰ πάθη νομίζει, μέσος ἂν εἴη τῆς τε χειρίστης ὑπὲρ αὐτῶν αἱρέσεως τῆς Χρυσίππου καὶ τῆς ἀρίστης, ἣν Ἱπποκράτης τε καὶ Πλάτων ἁπάντων πρῶτοι μετεχειρίσαντο. Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησὶν, αὐτοῦ μὲν τοῦ Πυθαγόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασωζομένου, τεκμαιρόμενος δ’ ἐξ ὧν ἔνιοι τῶν μαθητῶν αὐτοῦ γεγράφασιν. ἀλλ’, ὅπερ εἶπον ὀλίγον ἔμπροσθεν, οὐχ ἱστορίαν δογμάτων παλαιῶν ὁ λόγος διδάξειν ἐπηγγείλατο, μόνα δὲ τὰ πρὸς Ἱπποκράτους καὶ Πλάτωνος εἰρημένα διασκέψεσθαι. καί μοι τοῦτο, καθ’ ὅσον οἷόν τ’ ἦν, περαίνεται διὰ βραχυτάτων. οὐ γὰρ, ὅτι πολύβιβλος ἡ πραγματεία, χρὴ σκοπεῖν, ἀλλὰ τοῦτο μὲν εἰς τὸ πλῆθός τε καὶ τὸ μέγεθος ὧν ἂν ἐπισκεπτώμεθα δογμάτων ἀναφέρειν, ἐξετάζειν
479
τε καὶ σκοπεῖν, εἰ περὶ τῶν αὐτῶν ἐνεχώρει βραχύτερον εἰπεῖν ἄνευ τοῦ παραλιπεῖν τι τῶν ἀναγκαίων, ὡς τοῦτό γε καὶ ἐξ αὐτῶν ὧν ἔγραψε Χρύσιππος περὶ παθῶν ἔνεστι καταμαθεῖν. τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων, ὥσθ’ ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων, ὅμως ἡμεῖς οὐδ’ ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτῷ γνώμην ἐξητάκαμεν εὐθὺς καὶ τῶν τῷ Ποσειδωνίῳ γραφέντων εἰς τὴν αὐτὴν πραγματείαν ἐπιμνησθέντες. ἡ μὲν δὴ πρὸς Χρύσιππον ἀντιλογία τέλος ἐχέτω. νομίζω γὰρ, εἰ μέν τις προσέσχε τὸν νοῦν τοῖς εἰρημένοις, οὐκ ἂν χαλεπῶς αὐτὸν ἐξευρεῖν, ὅσα κατὰ μέρος ἐν ὅλῃ τῇ πραγματείᾳ διημάρτηται, εἰ δέ τις οὐ προσέσχε τούτοις, οὐδ’ ἂν ἔτι πλείω γράφηται προσέξει.

    Μεταβήσομαι δ’ ἤδη πρὸς τὴν ὑπὸ Πλάτωνος εἰρημένην ἐπίδειξιν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὲρ τοῦ τρία τῆς ψυχῆς εἶναι μόρια τὰ καθ’ ὁρμὴν ἡμᾶς κινοῦντα. γινώσκειν δὲ χρὴ κᾀνταῦθα τὸ μὲν, ὅτι μόρια διαφέροντ’ ἀλλήλων ἐστὶν, οὐκ ἀναγκαστικῶς ἀποδεικνύμενον·

    480
    οὐδὲν γὰρ μᾶλλον τρεῖς εἶναι δυνάμεις ἢ τρία μόρια δείκνυσιν ὁ λόγος· ὅτι μέν γε τρία μόνα σύμπαντ’ ἐστὶν, εἴτε μόρια ψυχῆς, εἴτε δυνάμεις, ὑφ’ ὧν ὁ βίος ἡμῶν διοικεῖται, βιαστικῶς τε καὶ ἀναντιῤῥήτως ἀποδείκνυται. ὥστε καὶ ἐκ τῶν νῦν λεχθησομένων ἡ μὲν τοῦ Χρυσίππου διαβληθήσεται δόξα, κατασκευασθήσεται δὲ τὸ κοινὸν Ἀριστοτέλους καὶ Πλάτωνος καὶ Ποσειδωνίου δόγμα, τὸ καθ’ ἑτέραν μὲν ἡμᾶς δύναμιν λογίζεσθαι, καθ’ ἑτέραν δὲ θυμοῦσθαι, κατ’ ἄλλην δ’ ἐπιθυμεῖν. ὅτι μέντοι καὶ ταῖς οὐσίαις ἀλλήλων ταῦτα διαφέρει, καὶ πολὺ μᾶλλον ὅτι κατὰ διαφέροντας ἵδρυται τόπους, ἐκ μὲν τῶν νῦν λεχθησομένων ἐπιστημονικὴν ἀπόδειξιν οὐκ ἔνεστι λαβεῖν, ἐν δὲ τῷ μετὰ ταῦθ’ ὑπομνήματι γραφησομένῳ μοι, τῆς ὅλης πραγματείας ἕκτῳ γενήσεσθαι μέλλοντι, δι’ ἐναργῶν λημμάτων ἀποδειχθήσεται κατὰ τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος μεθόδους. ἰστέον δ’, ὅτι καὶ ὁ Πλάτων αὐτὸς ἐπίσταται τὴν δύναμιν τῶν λεχθησομένων ἀποδείξεων. ἄρχεσθαι γοῦν αὐτῶν μέλλων τάδε προὔγραψε. καὶ εὖ ἴσθι, ὦ Γλαύκων,
    481
    ὡς ἡ ἐμὴ δόξα, ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων, οἵαις δὴ νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμεν. ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδός ἐστι, δι’ ἧς ἀποδείκνυται, τρία τῆς ψυχῆς ἡμῶν εἶναι τὰ μέρη, οὐ μόνον τοῖς τόποις τοῦ σώματος, ἀλλὰ καὶ ταῖς οὐσίαις, καὶ ταῖς δυνάμεσι, καὶ ταῖς ἐνεργείαις διαφέροντα, ὡς κατὰ τὸν ἑξῆς λόγον ἐπιδείξω, καθ’ ὃν καὶ τὴν μέθοδον αὐτὴν, ἣν ἐνταῦθ’ αἰνίττεται, μέλλω διεξέρχεσθαι. διὰ τί δὲ, καίτοι μὴ θαῤῥῶν ᾗ μέλλει λέγειν ἀποδείξει, ὅμως χρῆται, πρόδηλον ὑπάρχειν οἶμαι τῷ γε προσεσχηκότι τὸν νοῦν. οἷς δὲ ἀρτίως ἐλέγομεν, ὡς ὅτι μὲν τρεῖς εἰσι δυνάμεις διοικοῦσαι τὸν βίον ἡμῶν, ἐναργῶς ἀποδείκνυται, μὴ μέντοι τὸ, ὅτι διαφέρουσι ταῖς οὐσίαις. πρὸς δὲ τὴν προκειμένην αὐτῶν πραγματείαν ἐν τῇ Πολιτείᾳ, τὴν περὶ δικαιοσύνης τε καὶ τῶν ἄλλων ἀρετῶν, (ὑπὲρ ἁπασῶν γὰρ ἐν τοῖς ἑξῆς ποιεῖται τὸν λόγον,) ἤρκει τὸ δειχθῆναι, τρεῖς εἶναι δυνάμεις ἑτερογενεῖς. οὕτω γοῦν καὶ ὁ Ποσειδώνιος ὑπολαβὼν ἀπεχώρησέ τε τοῦ Χρυσίππου καὶ μᾶλλον ἠκολούθησεν
    482
    Ἀριστοτέλει καὶ Πλάτωνι. προσέθηκα δὲ τῷ λόγῳ τὸ μᾶλλον, ἐπειδὴ κατὰ μέρος εὑρίσκονταί τινα διαφωνοῦντες οἱ τρεῖς ἄνδρες ὑπὲρ τῆς τῶν ἀρετῶν διαφορᾶς, κατὰ δὲ τὸ συμπέρασμα ὁμολογοῦσιν ἀλλήλοις. ἐπιδείξω δὲ καὶ αὐτὸ τοῦτο σαφῶς, ἡνίκ’ ἂν ἐν τοῖς ἔπειτα τὸν ὑπὲρ τῶν ἀρετῶν διεξέρχωμαι λόγον. ἐν δὲ τῷ παρόντι τῶν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὑπὸ τοῦ Πλάτωνος εἰρημένων ἀποδείξεων ἤδη μνημονεύσω, προγράψας τὴν ῥῆσιν, ἀφ’ ἧς ἄρχεται τοῦ λόγου· ἔχει δὲ ᾧδε. Ταὐτὸν δῆλον ὅτι τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα. εἶθ’ ἑξῆς πιστωσάμενός τε τοῦτο καὶ περὶ τῶν δοκούντων μάχεσθαι διελθὼν ἐπιφέρει· Ἆρ’ οὖν, ἦν δ’ ἐγὼ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν, καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι, καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης, εἴτε ποιημάτων, εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει. ἀλλ’, ἦ δ’ ὃς, τῶν ἐναντίων. τί οὖν, ἦν δ’ ἐγὼ, διψῇν καὶ πεινῇν, καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν, καὶ τὸ βούλεσθαι, οὐ ταῦτα πάντα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ
    483
    εἴδη τὰ νῦν λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου, οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο, ὃ ἂν βούληταί οἱ γενέσθαι; ἢ αὖ οὐ, καθ’ ὅσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὐτὴν, ὥσπερ τινὸς ἐρῶντος ἐπορεγομένου αὐτοῦ τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν, καὶ μὴ ἐθέλειν, μηδ’ ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; πῶς γὰρ οὔ; ἐν ταύτῃ τῇ ῥήσει καὶ ταῖς ἑξῆς ἁπάσαις δείκνυσιν ἕτερον εἶναι μέρος τῆς ψυχῆς τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου, πῶς καὶ τίνα τρόπον ἐν μὲν τῷ πεινῇν ἐφιέμεθα πληρωθῆναι σιτίων, ἐν δὲ τῷ διψῇν πόματος. ἀλλὰ παῖδες μὲν ὄντες ὁμοίως τοῖς ἀλόγοις ζώοις ἑτοίμως ἐπὶ τὸ πληρωθῆναι ἐχόμεθα, μήτ’ εἰ συνοίσει τοῦτο, μήτ’ εἰ βλάψει σκοπούμενοι, κατὰ δὲ τὴν ἡλικίαν καὶ τὸν λογισμὸν γενόμενοι, πολλάκις μὲν οὐδ’ ὅλως πίνομεν, ἐπειδὰν πεισθῶμεν ἀπὸ τοῦ πόματος βλάβην ἔσεσθαι, πολλάκις δὲ ὀλιγώτερον, ἢ ὅσον ἐπιθυμοῦμεν, εἰ κᾀνταῦθα μέλλοι βλάψειν τὸ πλέον,
    484
    ἐνίοτε δ’ ὕδωρ πίνομεν, οἶνον ἐπιθυμοῦντες πιεῖν, ἢ σφοδρῶς ὀρεγόμενοι ψυχροῦ θερμὸν προσφερόμεθα. οἱ δέ γε ἀλόγιστοι τῶν ἀνθρώπων ὡσαύτως τοῖς βρέφεσι καὶ θηρίοις οὔτε τὸν καιρὸν ἀναμένουσιν, οὔτε ποσότητα καὶ ποιότητα τοῦ σώματος ἐπισκέπτονται. τὸ μὲν δὴ μὴ χρῆσθαι λογισμῷ μήτε τὰ θηρία μήτε τὰ βρέφη, καὶ πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὡμολόγηται· τὸ δὲ ὑπὸ δυνάμεώς τινος ἑτέρας παρὰ τὸν λογισμὸν ἐπὶ τὴν ἀπόλαυσιν ὧν ἐπιθυμοῦσιν ἔρχεσθαι ποτὲ μὲν ὁμολογοῦσιν, ἔστιν ὅτε δ’ ἀρνοῦνται, περιπλέκοντες ἄνω καὶ κάτω τοὺς λόγους, ἐνὸν ὡς ἄνδρας ἐραστὰς ἀληθείας ἐκ προχείρου συλλογίζεσθαι, δύναμίν τινα ὑπάρχειν ἄλογον, ἐπὶ τὴν τοῦ σώματος ἀπόλαυσιν ἄγουσαν οὐ τὰ βοσκήματα μόνα καὶ τοὺς παῖδας, ἀλλὰ καὶ τοὺς βοσκήμασιν ὁμοίους ἀνθρώπους. εἰς μὲν οὖν τὴν τοιαύτην ἀπόδειξιν ὁ λόγος ἡμᾶς ἤγαγεν προτέραν ὁ ἐξ ἀκολουθίας τινὸς, οὐ σμικρὰ συντελοῦσαν οὐδ’ αὐτὴν ταῖς ὑπὸ τοῦ Πλάτωνος λεγομέναις. ἐπὶ δὲ τοὺς ἤδη τελείους ἄνδρας οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλὰ καὶ κατὰ
    485
    τὸν λογισμὸν ἀφικόμενοι τῷ λόγῳ θεασώμεθα ἤδη τὴν ἐν αὐτοῖς μάχην τῆς λογιστικῆς δυνάμεως πρὸς τὴν ἐπιθυμητικὴν ἔν τε νόσοις καὶ ἄλλαις πολλαῖς περιστάσεσιν, ἐν αἷς οὔπω δοκεῖ καιρὸς εἶναι προσφέρεσθαι πόμα τὸν διψῶντα, καὶ σιτία τὸν πεινῶντα, καὶ θάλπεσθαι τὸν ῥιγοῦντα, καὶ ψύχεσθαι τὸν θαλπόμενον, ἀφροδισίοις τε χρῆσθαι τὸν ἐπὶ ταῦτ’ ὀργῶντα. ἡ μὲν γὰρ ἄλογος ἐν ἡμῖν δύναμις ἐφ’ ἕκαστον τῶν ἐπιθυμουμένων ἕλκει τὸν δεόμενον, ὁ δὲ λογισμὸς ἀντισπᾷ καὶ κατέχει τὴν οὐκ ἐν καιρῷ φοράν. καὶ μάχη γε πολλάκις ἑκατέρων ἰσχυρὰ γίγνεται πρὸς ἄλληλα, φανερῶς ἐνδεικνυμένη, διττὴν εἶναι φύσιν ἐν ἡμῖν τῶν στασιαζουσῶν ἀλλήλαις δυνάμεων. εἴπερ γὰρ ἦν μία μόνη, καθάπερ ἐν τοῖς παισὶν, οὐδὲν ἂν ἐκώλυεν ἀκαίρως ἡμᾶς ἀπολαύειν τῶν ἐπιθυμουμένων, ὥσπερ γε καὶ εἰ μόνος ὁ λογισμὸς ἦν, πρὸς οὐδὲν ἀνθέλκειν τε καὶ στασιάζειν εἰθισμένος, οὐδὲν ἂν ἦν πρᾶγμα διψῶντα μὴ πίνειν, ἢ πεινῶντα μὴ ἐσθίειν, οὐδ’ ἐγκρατὴς οὐδὲ σώφρων ἂν ὁ μὴ πίνων ὠνομάζετο, καθάπερ οὐδ’ ὁ μὴ βαδίζων, εἰ μὴ βούλοιτο. νυνὶ δ’, ἐπεὶ διτταί τινές εἰσιν αἱ τὸν ἄνθρωπον
    486
    ἐπισπώμεναι δυνάμεις, ἔστι δὲ ἄλογος ἡ τοῦ πόματος ἐπιθυμοῦσα, ἡ δὲ κατέχουσα ταύτην λογικὴ, ἀφροσύνης ἐν τῷ τοιούτῳ καὶ ἐγκρατείας γένεσις. ἀλλὰ τοῦτο μὲν ἡμῖν οὐ σμικρὸν ἐν παρέργῳ δειχθὲν εἰς τὸν περὶ τῶν ἀρετῶν λόγον μνημονευέσθω, μήτ’ ἐγκράτειαν εἶναί τι, μήτε σωφροσύνην, ἀναιρεθείσης τῷ λόγῳ τῆς ἐπιθυμητικῆς δυνάμεως. ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἐπάνειμι, ὡς ἡ τοῦ διψῶντος μὲν, μὴ βουλομένου δὲ πίνειν ψυχὴ κατὰ μέν τινα τῶν ἑαυτῆς δυνάμεων ἢ μερῶν ἐφίεται ποτοῦ, καθ’ ἕτερον δέ τι φεύγει καὶ ἀποτρέπεται. ἑνὶ γὰρ καὶ ταὐτῷ προσίεσθαί τι καὶ φεύγειν οὐκ ἐνδέχεται. εἴτε δὲ προσίεσθαι καὶ φεύγειν λέγεις. εἴτε διώκειν, εἴτ’ ἐφίεσθαι, διαφέρει οὐδὲν, ὥσπερ οὐδὲ εἰ βούλεσθαι, ἢ ὀρέγεσθαι, ἢ ἀντιποιεῖσθαι, ἢ ἀσπάζεσθαι, ἢ ἐπιθυμεῖν, ἡ γὰρ τῶν τοιούτων ὀνομάτων διαίρεσις οὐδὲν εἰς τὴν παροῦσαν σκέψιν ὀνίνησιν, ἀλλ’ αὐτὸ τοὐναντίον ἄκαιρός τ’ ἐστὶ καὶ τὴν περὶ τῶν πραγμάτων ζήτησιν εἰς τὴν περὶ τῶν ὀνομάτων ἀμφισβήτησιν ἀπάγει. διὸ καὶ τεχνάζονταί τινες ἐξεπίτηδες ὑπὲρ
    487
    τοῦ μηδὲν περανθῆναι πρὸς ἕκαστον τῶν ὀνομάτων ἐνίστασθαι, εἰ μὲν ὀρέγεσθαι πόματος εἴποις τὸν διψῶντα, μὴ συγχωροῦντες ὀρέγεσθαι λέγειν, αἴτιον γάρ τι τὴν ὄρεξιν εἶναι καὶ μόνου τοῦ σοφοῦ, ὑπάρχειν γοῦν αὐτὴν ὁρμὴν λογιστικὴν ἐπί τι ὅσον χρὴ ἥδοντος, ἂν δὲ ἐπιθυμεῖν, οὐδὲ οὕτως ὀνομάζειν συγχωροῦντες· τὸ μὲν γὰρ διψῇν οὐκ ἐν τοῖς φαύλοις μόνον, ἀλλὰ καὶ τοῖς ἀστείοις γίγνεσθαι, τὴν δ’ ἐπιθυμίαν αὐτήν τε φαύλην εἶναι καὶ μόνοις τοῖς φαύλοις ἐγγίνεσθαι, εἶναι γὰρ ὄρεξιν ἀθρόως ῥεπτικὴν πρὸς τὸ τυγχάνειν. εἰ δὲ μὴ μακρὸν οὕτως αὐτῆς ὁρισμὸν ποιήσειεν, ἀλλ’ ὄρεξίν τε ἄλογον ὑπάρχειν εἰπὼν, ἐπιτιμήσει μάλα σεμνῶς ἀνδρὶ, πολλάκις οὐκ ἐν τῇ τῶν πραγμάτων ἐπιστήμῃ μόνον, ἀλλὰ κᾀν τῇ τῶν ὀνομάτων χρήσει μυρίων διαφέροντι. τοιοῦτοι δ’ ἀμέλει καὶ τῶν παλαιῶν ἦσαν οὐκ ὀλίγοι, καθάπερ καὶ αὐτὸς ὁ Πλάτων φησὶν, ὀνόμασι χρώμενοι καινῶς μετωνομασμένοις. δι’ οὕς μοι δοκεῖ καὶ νῦν οὐχ ἓν ἁπλῶς γράψαι κατὰ τὸν προκείμενον
    488
    λόγον ὄνομα, χρήσασθαι δὲ ἐξεπίτηδες ἅπασιν, οἷς ἐγχωρεῖ ταὐτὸν δηλῶσαι πρᾶγμα. τῷ τε γὰρ ὀρέγεσθαι, καὶ τῷ ἐπιθυμεῖν, καὶ τῷ ἐφίεσθαι, καὶ τῷ νεύειν, ἐπορέγεσθαί τε καὶ θέλειν, καὶ βούλεσθαι, καὶ προσάγεσθαι, καὶ μέντοι καὶ τοῖς ἐναντίοις αὐτῶν ἐπὶ τοῦ ἑνὸς πράγματος φαίνεται χρώμενος, τῷ ἀβουλεῖν καὶ μὴ ἐθέλειν. ἐνδείξασθαι γὰρ αὐτῷ πρόκειται καὶ δηλῶσαι σαφῶς, ὃ βούλεται, περὶ τὴν ἀπόδειξιν ἐσπουδακότι, καὶ δουλεύοντι διὰ τῆς λέξεως τῇ μηνύσει τοῦ πράγματος, οὐ τερθρευομένῳ περὶ τὰς συλλαβάς. ἐκ μὲν δὴ τῶν προειρημένων ἕτερον ἐπέδειξε τὸ ἐπιθυμοῦν τοῦ λογιζομένου. παραγράφειν γὰρ ἁπάσας αὐτοῦ τὰς ῥήσεις μακρὸν ἔδοξέ μοι, δυναμένῳ γε παντὶ τῷ βουλομένῳ τὸ ἐφεξῆς ἅπαν ἀναγνῶναι τοῦ βιβλίου χωρίον. εἰ δὲ καὶ τὴν ἐπὶ τῆς τελευτῆς ὁμοῦ τοῦ λόγου δέοι παραγράψαι ῥῆσιν, ὡς ἔμοιγε δοκεῖ χάριν τοῦ σαφεστέραν γενέσθαι τὴν ἐπὶ τὸ δεύτερον κεφάλαιον μετάβασιν, οὐδὲ ταύτην παρήσω· ἔχει δὲ ᾧδε. Ἆρα τοῦ διψῶντος ἡ ψυχὴ, καθόσον διψῇ, οὐκ ἄλλό τι βούλεται ἢ πιεῖν, καὶ τούτου ὀρέγεται, καὶ ἐπὶ τοῦτο ὁρμᾷ; δῆλον δή. οὐκοῦν,
    489
    εἴ ποτέ τι αὐτὴν ἀνθέλκει διψῶσαν, ἕτερον ἄν τι ἐν αὐτῇ εἴη αὐτοῦ τοῦ διψῶντος καὶ ἄγοντος ὥσπερ θηρίον ἐπὶ τὸ πιεῖν· οὐ γὰρ δὴ, φαμὲν, τῷ γε αὐτῷ, τὸ αὐτὸ, τῷ ἑαυτοῦ, περὶ τὸ αὐτὸ, ἅμα τἀναντία πράττοι. οὐ γὰρ οὖν. ὥσπερ γε, οἶμαι, τοῦ τοξότου οὐ καλῶς ἔχει λέγειν, ὅτι αὐτοῦ ἅμα αἱ χεῖρες τὸ τόξον ἀπωθοῦνταί τε καὶ προσέλκονται, ἀλλ’ ὅτι μὲν ἄλλη μὲν ἡ ἀπωθοῦσα χεὶρ, ἑτέρα δ’ ἡ προσαγομένη. παντάπασι μὲν οὖν, ἔφη. πότερον δὴ φῶμέν τινας ἔστιν ὅτε διψῶντας οὐκ ἐθέλειν πιεῖν; καὶ μάλα γ’, ἔφη, πολλοὺς καὶ πολλάκις. τί οὖν, ἔφην ἐγὼ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, ἐνεῖναι δὲ τὸ κωλῦον πιεῖν, ἄλλο ὂν καὶ κρατοῦν τοῦ κελεύοντος; ἔμοιγ’, ἔφη, δοκεῖ. ἆρ’ οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ τοῦ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται; φαίνεται. οὐ δὴ ἀλόγως, ἦν δ’ ἐγὼ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ
    490
    μὲν, ᾧ λογίζεται, λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δ’, ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται, ἀλόγιστόν τε καὶ ἐπιθυμητικὸν, πληρώσεών τινων καὶ ἡδονῶν ἑταῖρον. διὰ τούτων ἔδειξεν, ἕτερον εἶδος εἶναι ψυχῆς τὸ λογιστικὸν τοῦ ἐπιθυμητικοῦ. ἀλλ’, ὡς εἶπον καὶ πρόσθεν, οὔπω μοι πρόκειται δεικνύειν, ὡς ἕτερα τῷ εἴδει ταυτὶ τὰ δύο μέρη τῆς ψυχῆς ἐστιν, ἀλλ’ εἴς γε τὸ προκείμενον ἀπόχρη τὸ περαινόμενον ἀναμφισβητήτως, ὅτι μὴ τῆς αὐτῆς ἐστι δυνάμεως τό τε λογίζεσθαι καὶ τὸ σιτίων ἢ ποτῶν ἢ ἀφροδισίων ἐπιθυμεῖν, ὅπερ οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος ἅμα πολλοῖς Στωϊκοῖς ἠγνόησεν. ἀλλὰ τὸ μὲν ἀγνοῆσαί τι συγγνωστὸν, ὡς καὶ πρόσθεν ἔλεγον, οὐ συγγνωστὸν δὲ τὸ πλημμελῶς οὕτως μεταχειρίσασθαι τὸν λόγον, ὥστε τῶν μὲν τοῖς κωμικοῖς ἢ τραγικοῖς ποιηταῖς εἰρημένων μνημονεύειν εἰς τηλικούτου δόγματος ἀπόδειξιν, ἀνθρώπων οὐδ’ ἐπιχειρούντων ἀποδεικνύειν οὐδὲν, ἀλλὰ μόνον, οἷα ἂν αὐτοῖς δόξῃ πρέπειν τῷ λέγοντι προσώπῳ κατὰ τὸ δρᾶμα, κοσμούντων διὰ τῆς ἑρμηνείας,
    491
    τῶν δ’ ὑπὸ Πλάτωνος εἰρημένων εἰς τὴν ἀπόδειξιν αὐτοῦ μήτε μνημονεῦσαι μήτ’ ἀντειπεῖν ἐπιχειρῆσαι, ἀλλ’ ἐξ ἑτοίμου τε καὶ προχείρου λαμβάνειν, ὡς, ἔνθ’ ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον. Χρύσιππος μὲν οὖν ἀεὶ τοιοῦτος. ὁ δὲ Πλάτων, ἐπειδὴ διώρισται ἐν τῇ προγεγραμμένῃ ῥήσει τὸ ἐπιθυμητικὸν τοῦ λογιστικοῦ, μετὰ ταῦτα πειρᾶται καὶ τὸ θυμοειδὲς αὐτῶν διορίζειν. ἔχει δ’ ἡ ἀρχὴ τῆς ῥήσεως ᾧδε. ταῦτα μὲν τοίνυν, ἦν δ’ ἐγὼ, δύο μοι ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα. αὐτοῦ δὲ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον, ἢ τούτων ποτέρῳ εἴη ἂν ὁμοφυές; ἴσως, ἔφη, τῷ ἑτέρῳ τῷ ἐπιθυμητικῷ. ἀλλ’, ἦν δ’ ἐγὼ, ποτὲ ἀκούσας τι, πιστεύω τοῦτο, ὡς |ἄρα Λεόντιος ὁ Ἀγλαΐωνος, ἀνιὼν ἐκ Πειραιέως ὑπὸ τὸ βόρειον τεῖχος, ἐκτὸς αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους, ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτὸν, καὶ τέως μάν μάχοιτό τε καὶ παρακαλύπτοιτο, κρατούμενος δ’ οὖν ὑπὸ τῆς ἐπιθυμίας, διελκύσας τοὺς ὀφθαλμοὺς, προσδραμὼν πρὸς τοὺς
    492
    νεκροὺς, ἰδοὺ ὑμῖν, ἔφη, ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ κακοῦ θεάματος. ἤκουσα, ἔφη, καὶ αὐτός. οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν χαλεπαίνειν καὶ πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις, ὡς ἄλλο ὂν ἄλλῳ. σημαίνει γὰρ, ἔφη. πάλιν κᾀν τούτοις ὁ Πλάτων ἐπιδείκνυσιν, ὡς ἕτερόν ἐστι τὸ ἐπιθυμητικὸν τοῦ ὀργιζομένου, προσχρώμενος δηλονότι τῷ κατ’ ἀρχὰς ὑποκειμένῳ ἀξιώματι, ὡς οὐκ ἐνδέχεται τὸ ἀκριβῶς ἓν καὶ ἁπλοῦν καὶ ἀσύνθετον ὀρέγεσθαί τινος καὶ ἀποτρέπεσθαι, καὶ χαίρειν τῷ αὐτῷ καὶ δυσχεραίνειν, ἀλλ’ ἀναγκαῖον, ἕτερον μὲν τὸ ἐπιθυμοῦν θεάσασθαι τοὺς νεκροὺς, ἕτερον δὲ τὸ κωλῦον θεάσασθαι, καὶ ὡς τῷ μὲν ἐπιθυμοῦντι πάντως πού τις ἡδονὴ κατὰ τὴν θέαν ἤμελλεν ἔσεσθαι, τῷ δὲ κωλύοντι δυσχέρειά τε καὶ ἀνία. τὸ γὰρ ὀργίζεσθαι τῷ ἐπιθυμοῦντι καὶ δυσχεραίνειν αὐτοῦ ταῖς ὁρμαῖς, καὶ κωλύειν, ἐθέλειν τε ταῖς ἐπιθυμίαις ἐπιτιμᾷν τε καὶ μέμφεσθαι, καὶ πάνθ’ ὅσα τοιαῦτα, μέρους ἑτέρου τῆς ψυχῆς ἔργον ἐστὶν, οὐκ αὐτοῦ τοῦ ἐπιθυμοῦντος· εἰ δὲ καὶ μὴ μέρους, ἀλλὰ δυνάμεώς γε πάντως ἑτέρας. εἴρηται γὰρ ἤδη γε τοῦτο πολλάκις,
    493
    ὡς οὐδέποτε κατὰ τόδε τὸ βιβλίον ἀγωνιζόμεθα πρὸς Ἀριστοτέλην καὶ Ποσειδώνιον, ὁμολογοῦντας μὲν ἑτέροις ἀλλήλων λογίζεσθαί τε καὶ θυμοῦσθαι καὶ ἐπιθυμεῖν ἡμᾶς, οὐ μὴν εἴδεσί γε ἢ μορίοις ψυχῆς, ἀλλὰ δυνάμεσιν. ἐν γὰρ τοῖς ἐφεξῆς λόγοις ἐπιδείξομεν, ὅτι μὴ δυνάμεσι μόνον, ἀλλὰ καὶ μέρεσι τῆς ψυχῆς ἑτέροις ἀλλήλων κατ’ εἶδος. ἐν δὲ τῷδε τῷ νῦν ἐνεστῶτι τοῦτ’ ἀρκεῖ μόνον ἀποδεῖξαι πρὸς ἔνδειξιν τῆς Χρυσίππου περὶ τὰ τοιαῦτα ῥᾳθυμίας, ὡς αὐτὸς, ἰσχυρῶν λόγων ὑπὸ Πλάτωνος ἠρωτημένων εἰς ἀπόδειξιν τοῦ νῦν ἡμῖν ζητουμένου δόγματος, οὔτ’ ἐμνήσθη τινὸς αὐτῶν, οὔτ’ ἀντειπεῖν ἐπεχείρησεν, καίτοι πληρώσας λόγων μακρῶν καὶ ποιητικῶν ἐπῶν ὅλον τὸ πρῶτον βιβλίον περὶ ψυχῆς, ἐν ᾧ περὶ ἡγεμονικοῦ διεξῆλθεν. οὐ μόνον δὲ κατὰ τοῦτο τελέως ἐσιώπησε τοὺς τοῦ Πλάτωνος λόγους, ἀλλὰ καὶ κατὰ τὰ περὶ παθῶν συγγράμματα, τά τε τρία τὰ λογικὰ καὶ τὰ χωρὶς αἰτιῶν ἰδίᾳ γεγραμμένα ὑπ’ αὐτοῦ, τὸ θεραπευτικόν τε καὶ ἠθικὸν ἐπιγραφόμενον. ἐπὶ τὰς ὑπολοίπους οὖν τοῦ Πλάτωνος ῥήσεις ἴωμεν ἐχούσας ᾧδε.
    494
    οὐκοῦν καὶ ἄλλοθι, ἔφην, πολλάκις αἰσθανόμεθα, ὅταν βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά τε αὐτὸν καὶ θυμούμενον τῷ βιαζομένῳ ἐν ἑαυτῷ, καὶ ὥσπερ δυοῖν στασιαζόντοιν ξύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν θυμὸν τοῦ τοιούτου, ταῖς δ’ ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα αἱροῦντος λόγου μηδὲν ἀντιπράττειν. οἶμαι δέ σε οὐκ ἂν φάναι γενομένου ποτ’ ἐν σεαυτῷ τοιούτου αἰσθέσθαι, οἶμαι δ’ οὐδ’ ἐν ἄλλῳ. οὐ μὰ τὸν Δία, ἔφη. κατὰ μὲν οὖν τὴν προτέραν ῥῆσιν ὁ Πλάτων, ἐν ᾗ τοῦ ποθοῦντος θεάσασθαι τοὺς νεκροὺς ἐμνημόνευσεν, ἐναργῶς μὲν ἀπέδειξεν, ἕτερον ὑπάρχειν τὸ θυμούμενον τοῦ ἐπιθυμοῦντος, οὐ μὴν, ὅτι τὸ λογιζόμενον ἕτερον ἀμφοῖν ἐστιν, ἐναργῶς εἶπεν, ἀλλ’ ἐνεδείξατο καὶ κατ’ ἐκεῖνον μέν πως τὸν λόγον, ἐνταῦθα δ’ ἱκανῶς ἐπεξέρχεται. ὅταν γάρ τινα βιάζηταί τις ἐπιθυμία παρὰ τὸν λογισμὸν, ὥσπερ τὸν ἔμπροσθεν εἰρημένον Λεόντιον, ὁ θυμὸς ἐνταῦθα κινεῖται συμμαχῶν τῷ λογισμῷ, καὶ πολλάκις μὲν ἐκράτησεν ἅμα τῷ λογισμῷ τῆς ἀμέτρου κινήσεως τοῦ ἀκολάστου τῆς ψυχῆς εἴδους, καὶ
    495
    κατέσχε τε καὶ διεκώλυσεν αὐτὸ, καὶ τῆς ὁρμῆς ἐπέσχεν, ὥσπερ οὖν καὶ ὁ Λεόντιος ἐδυνήθη λοιδορηθεὶς ἑαυτῷ τῆς περὶ τὸ θεάσασθαι τοὺς νεκροὺς ἀκρασίας προελθεῖν μὴ θεασάμενος αὐτοὺς, ἐνίοτε δ’, ἀμφοτέρων τῶν μερῶν τῆς ψυχῆς ἀγχόντων τε καὶ λοιδορουμένων, ἀντιπραττόντων τε καὶ ἀνθελκόντων, ἐκράτησε τὸ ἐπιθυμητικὸν, ὥσπερ ἐπ’ αὐτοῦ τοῦδε τοῦ θεασαμένου τοὺς νεκροὺς ὁ Πλάτων διηγεῖται γενέσθαι, συνενδεικνύμενος ἐν τῷ λόγῳ πολλά. καὶ γὰρ, ὅτι τὸ θυμαινόμενον ἕτερόν ἐστι τοῦ ἐπιθυμοῦντος, καὶ ὅτι τὸ λογιζόμενον ἀμφοῖν ἄλλο, καὶ ὡς τὸ θυμαινόμενον οὐδέποτε συμμαχεῖ τῷ ἐπιθυμητικῷ, δι’ ἑνὸς ἐνεδείξατο τοῦδε τοῦ προειρημένου παραδείγματος. οὐδεὶς γὰρ ἐπετίμησεν ἑαυτῷ ποτε καὶ ὠργίσθη, διότι τῶν ἀκαίρως ἐπιθυμιῶν ἀφίστασθαι προαιρεῖται. εἴπερ τις γὰρ ἐν νόσῳ τῶν ἀμέτρως συγκαιομένων ὀρεγόμενος πόμα τὸ ψυχρὸν ὁρμὴν πλεονάζουσαν, ἐντεῦθεν περὶ πόματος ψυχροῦ λογισάμενος, ὄλεθρον οἴσειν αὐτῷ τὸ πόμα, ἐσχάτην εἶτ’ ἐπισχὼν τὴν ὁρμὴν, καὶ κατὰ τὰς ψυχὰς ἃς ἐπετίμησεν αὐτῷ καὶ ὠργίσθη, διότι καλῶς ἐλογίσατο; οὐδεὶς, ὡς οἶμαι, τῶν πάντων. ἀλλ’
    496
    ἔνθα μὲν ἂν ἑκὼν ὁ λογισμὸς ἕπηται τῷ ἐπιθυμητικῷ, συνέπεται καὶ τὸ θυμοειδὲς τῷ λογισμῷ· τούτῳ γὰρ ὑπηρετεῖν καὶ συμπράττειν ὥσπερ τις κύων κυνηγέτῃ κατὰ τοῦ τρίτου τῆς ψυχῆς εἴδους ὑπὸ τῆς φύσεως ἐδόθη· ἔνθα δὲ ἐναντιοῦται καὶ στασιάζει καὶ μάχεται, μετὰ τοῦ λογισμοῦ γίγνεται, καὶ τούτῳ συμμαχεῖ. ὅτι δὲ τῷ λογιστικῷ τὸ θυμοειδὲς ἀεὶ κατὰ τοῦ ἐπιθυμητικοῦ συμμαχεῖ, καὶ διὰ τῆς ἐπιφερομένης ῥήσεως δῆλον ποιεῖται γράφων ᾧδε. τί δέ; ἦν δ’ ἐγὼ, ὅταν τις οἴηται ἀδικεῖν, οὐχ, ὅσῳ ἂν γενναιότερος ᾖ, τοσούτῳ ἧττον δύναται ὀργίζεσθαι, καὶ πεινῶν καὶ ῥιγῶν, καὶ ἄλλο ὁτιοῦν τῶν τοιούτων πάσχων ὑπ’ ἐκείνου, ὃν ἂν οἴηται δικαίως ταῦτα δρᾷν; καὶ ὃ λέγω, οὐκ ἐθέλει πρὸς τοῦτον αὐτοῦ ἐγείρεσθαι ὁ θυμός; ἀληθῆ, ἔφη. τί δέ; ὅταν ἀδικεῖσθαί τις ἡγῆται, οὐκ ἐν τούτῳ ζεῖ τε καὶ χαλεπαίνει καὶ συμμαχεῖ τῷ δοκοῦντι δικαίῳ; καὶ διὰ τὸ πεινῇν, καὶ διὰ τὸ ῥιγοῦν, καὶ πάντα τὰ τοιαῦτα πάσχειν, καὶ ὑπομένων νικᾷ καὶ οὐ λήγει τῶν γενναίων, πρὶν ἂν ἢ διαπράξηται, ἢ τελευτήσῃ, ἢ ὥσπερ κύων ὑπὸ
    497
    νομέως, ὑπὸ τοῦ λόγου τοῦ παῤ αὐτῷ ἀνακλιθεὶς πραϋνθῇ; ἐν ταύτῃ τῇ ῥήσει πάλιν ὁ Πλάτων ἐμνημόνευσεν δυοῖν ἀνθρώπων, ἀμφοῖν μὲν ταὐτὰ πασχόντων ὑπό τινος ἄρχοντός τε καὶ κρατοῦντος, ὡς καὶ πεινῇν, καὶ διψῇν, καὶ ῥιγοῦν, ἀλλὰ τοῦ μὲν ἑτέρου δικαίως πεπεισμένου πάσχειν αὐτὰ, τοῦ δὲ ἑτέρου ἀδίκως. εἶτά φησιν, ὡς ὁ μὲν ἕτερος, ὅστις οἴεται δικαίως πάσχειν ταῦτα διὰ τὸ πρότερον αὐτὸς ἀδικεῖν τι, φέρει πρᾴως αὐτὰ καὶ οὐκ ὀργίζεται τῷ δικαίως κολάζοντι, καὶ τοσούτῳ γε μᾶλλον, φησὶ, ὅσω περ ἂν ᾖ γενναιότερος. εἴρηκε δὲ τοῦτο περὶ αὐτοῦ τοῦ κολαζομένου. οὗτος γὰρ, ὅσῳ περ ἂν εὐγενέστερος ὑπάρχῃ φύσει, τοσούτῳ μᾶλλον ὑπομένει γενναίως τὰς κολάσεις. ὁ δ’ ἕτερος, ὅστις ἂν ἀδικεῖσθαι νομίζῃ, θυμοῦται καὶ χαλεπαίνει, καὶ συμμαχεῖ τῷ δοκοῦντι δίκαια. ταῦθ’ ὁσημέραι γενόμενα κᾀπὶ τῶν οἰκετῶν ἔστι θεάσασθαι. ὅσοι μὲν γὰρ ἂν αὐτῶν ἢ κλέπτοντες ἤ τι τοιοῦτον ἕτερον δρῶντες ἁλῶσι, καὶ μαστιγούμενοι, καὶ λιμαγχονούμενοι, καὶ ἀτιμαζόμενοι πρὸς τῶν δεσποτῶν οὐκ ὀργίζονται· ὅσοι δ’ ἂν
    498
    οἰηθῶσιν ἀδίκως τι τούτων ἢ πάσχειν, ἢ πεπονθέναι, ἀεὶ τούτων ἔνδον ὁ θυμὸς ἀγριούμενός ἐστι καὶ ποθῶν ἀντιτιμωρήσασθαι τὸν ἀδικοῦντα. δηλοῦται δ’ ἐξ ἀμφοτέρων τῶν παραδειγμάτων, ὡς τὸ θυμοειδὲς ὑπὸ τῆς φύσεως ἡμῖν ἐδόθη σύμμαχον τῷ λογιστικῷ. τούτῳ γοῦν δὴ φαίνεται συμμαχοῦν, ὅταν ὑπό τινος ἢ ἔνδοθεν ἢ ἔξωθεν ἀδικεῖσθαί τε καὶ βιάζεσθαι δοξάζῃ. τὸ μὲν οὖν δοξάζειν ἀδικεῖσθαι τοῦ λογιστικοῦ, τὸ δ’ ἐπαμύνειν αὐτῷ κατὰ τοῦ βιαζομένου τοῦ θυμοειδοῦς ἴδιον. ἐπειδὰν μὲν οὖν ἀμέτρως ἐπί τι φερόμενον τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἄκοντα τὸν λογισμὸν ἕλκῃ βιαίως, κατ’ ἐκείνου σύμμαχον τῷ λογιστικῷ τὸ θυμοειδὲς γίγνεται· ὅταν δὲ ἔξωθεν ᾖ τις ἀδικῶν ἐκεῖνον, ἀντιτιμωρεῖσθαι σπεύδει. ἐπειδὰν δ’ ὑπὸ μηδενὸς ἀδικεῖσθαι δοξάζῃ τὸ λογιστικὸν, οὐδ’ ὁ θυμὸς ἀναζεῖ τηνικαῦτα, κᾂν ὅτι μάλιστα κολάζηται τὸ σῶμα δικαίως ὑπό τινος, ἢ ῥιγοῦν, ἢ πεινῇν, ἢ διψῇν ἀναγκαζόμενον. ᾧ δῆλον, ὡς ταῖς δόξαις ἕπεται τοῦ λογιστικοῦ κατὰ φύσιν ἔχον τὸ θυμοειδές. ἐνδέχεται γάρ ποτε
    499
    καὶ τοῦτο μοχθηρῶς διακείμενον ἀπειθῶς κινεῖσθαι τῷ λογισμῷ. μετ’ ὀλίγα γοῦν καὶ αὐτὸς ὁ Πλάτων ἐνδεικνύμενος τοῦτό φησιν. εἰ, καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικὸν, ἐπικουρητικὸν, βουλευτικὸν, οὕτω καὶ ἐν ψυχῇ τοῦτο τρίτον ἐστὶ τὸ θυμοειδὲς, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθαρῇ. τίνες μὲν οὖν εἰσιν αἱ διαφοραὶ τοῦ θυμοειδοῦς, οὐκ ἐν καιρῷ νῦν λέγειν. ἐν γὰρ τῷ μετὰ τοῦτον λόγῳ περί τε τῶν παθῶν τῆς ψυχῆς, ὡς ἐδόκει Πλάτωνι, καὶ περὶ νοσημάτων καὶ ἁμαρτημάτων κατ’ αὐτὴν ἁπασῶν, τῆς κακίας ὅπως γίγνεταί τε καὶ θεραπεύεται μετὰ τὸ γενέσθαι, διελθεῖν ἔγνωκα, καὶ δὴ καὶ περὶ κάλλους τε καὶ ὑγιείας αὐτῆς ἁπασῶν τε τῶν ἀρετῶν· οὐ σμικρὰ γὰρ οὐδ’ ἐν τούτοις ὁ Χρύσιππος σφάλλεται. νυνὶ δὲ ἔτι μίαν ῥῆσιν ὑπογράψαι βούλομαι τοῦ Πλάτωνος, ἐν ᾗ δείκνυσιν, ἕτερον ὑπάρχειν τὸ θυμοειδὲς τοῦ λογιστικοῦ. γέγραπται δ’ ἐφεξῆς τῶν προειρημένων ἐν τῷ τετάρτῳ τῆς
    500
    Πολιτείας τόνδε τὸν τρόπον. καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γ’ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν, εὐθὺς γενόμενα, μεστά ἐστι· λογισμοῦ δ’ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. ναὶ μὰ Δί’, ἦν δ’ ἐγὼ, καλῶς γε εἶπες. ἔτι δ’ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι, ὃ λέγεις, ὅτι οὕτως ἔχει. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τό,

  1. Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
  2. ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν Ὅμηρος, τὸ ἀναλογισάμενον περὶ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ. ἐν τούτοις ἐναργῶς ὁ Πλάτων ἐπιδείκνυσιν ἕτερον ὑπάρχον τὸ θυμούμενον τοῦ λογιζομένου. οἱ γοῦν παῖδες, ὥσπερ καὶ τὰ θηρία, θυμοῦ μὲν πλήρεις εἰσὶ, λογισμοῦ δὲ ἥκιστα μετέχουσιν. ἐπὶ μὲν οὖν τῶν θηρίων ἐτόλμησαν ἔνιοι λέγειν, οὔτε θυμὸν, οὔτ’ ἐπιθυμίαν ἐνυπάρχειν αὐτῶν ταῖς ψυχαῖς, ἐπὶ δὲ τῶν παίδων οὐκ οἶδ’ ὅ τι φήσουσιν. οὐ γὰρ δή γε καὶ τὰ

    501
    τούτων πάθη διὰ συλλογισμοῦ χρὴ μαθεῖν, ἀλλ’ ἀναμνησθῆναι μόνον αὔταρκες, ὡς οὐκ ἄλλως μὲν νῦν, ἄλλως δὲ παῖδες ὄντες θυμούμεθα. καὶ γὰρ δύναμις ἡ αὐτὴ, καὶ ὁ τρόπος τῆς τοῦ πάθους γενέσεως ὅμοιος. ἓν δὲ μόνον ἐξαίρετον ὑπάρχει τοῖς τελείοις ἀνδράσιν, ὅταν γε μὴ κατὰ πάθος ὦσιν, ἀλλὰ λογισμὸς αὐτῶν ἐξηγῆται τοῦ βίου, κατέχουσιν ἐν πολλαῖς πράξεσι τὸν θυμὸν, ὥσπερ τις νομεὺς κύνα γενναῖον ἀγριώτερον ἐκφερόμενον ἐπὶ τοὺς πέλας. ἐν δὲ τοῖς παισὶν οὐδὲν γίγνεται τοιοῦτον, ὥσπερ οὐδὲ ἐν τοῖς θηρίοις, ὅτι τοῖς μὲν οὐδέπω, τοῖς δὲ οὐδέποτε λογισμὸς ἄρχει τῶν ὁρμῶν. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Πλάτωνι, καὶ προσέτι τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως γεγραμμένον, ἔνθα τὸν Ὅμηρον ἐπάγεται μάρτυρα ταυτὶ λέγοντα·

  3. Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
  4. ἐνταῦθα γάρ φησιν, ὡς ἕτερον ἑτέρῳ πεποίηκεν ἐπιπλῆττον, τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος

    502
    τῷ ἀλογίστῳ θυμουμένῳ. ἠβουλόμην δ’ ἂν καὶ τὸν Χρύσιππον ἀνεγνωκέναι τε τὴν ῥῆσιν αὐτοῦ, προσεσχηκέναι τε τὸν νοῦν αὐτῇ. πάντως γὰρ ἄν τι καὶ αὐτὸς ὤνητο μαθὼν, ὁπηνίκα τε προσήκει καλεῖν Ὅμηρον μάρτυρα καὶ περὶ τίνων πραγμάτων. οὔτε γὰρ ἐν ἀρχῇ τῶν λόγων, ἀλλ’ ἐπειδὰν ἱκανῶς ἀποδείξῃ τις τὸ προκείμενον, ἀνεπίφθονον ἤδη καὶ τοὺς πρεσβυτέρους ἐπικαλεῖσθαι μαρτυρήσοντας, οὔτε περὶ πραγμάτων ἀδήλων παντάπασιν, ἀλλ’ ἤτοι περὶ φαινομένων ἐναργῶς, ἢ παρακειμένην αἰσθήσει τὴν ἔνδειξιν ἐχόντων, οἷά πέρ ἐστι τὰ πάθη τῆς ψυχῆς, οὐ μακρῶν λόγων οὐδ’ ἀποδείξεων ἀκριβεστέρων δεόμενα, μόνης δὲ ἀναμνήσεως ὧν ἑκάστοτε πάσχομεν, ὡς καὶ Ποσειδώνιος εἶπεν. ὅτι μὲν γὰρ ἐν ἐγκεφάλῳ τὸ λογιζόμενόν ἐστιν, ἢ ἐν καρδίᾳ τὸ θυμούμενον, οὐ μεγάλην μοῖραν πρὸς πίστιν ἐκ τῶν μαρτύρων, ἀλλ’ ἀποδείξει χρὴ τὸ πᾶν ἐπιτρέπειν ἐνταῦθα. τὸ δὲ πρότερον εἶναι τοῦ θυμουμένου τὸ λογιζόμενον, οὔτ’ ἀποδείξεως δεῖται μακρᾶς, οὔτε
    503
    σοφῶν τῶν μαρτυρησόντων, ἀλλ’ ἀρκεῖ μὲν καὶ Ὅμηρος ἐπὶ τοῖς ἀρτίως ῥηθεῖσι μαρτυρῶν, ἀρκεῖ δὲ καὶ Θουκυδίδης λέγων· καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι θυμῷ πλεῖστα εἰς ἔργον καθίστανται, ἀρκεῖ δὲ καὶ Δημοσθένης εἰπών· ἀλλὰ μὴν, ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ, πράξεις ὑβριστικὰς ποιήσει. δι’ ὀργὴν δ’ ὁ Πλάτων ἔφησε πεποιηκέναι, πρὸς τούτοις οἱ λοιποὶ πάντες, καὶ ῥήτορες, καὶ ποιηταὶ, καὶ μυθολόγοι· διὰ γὰρ τὴν ἐνάργειαν τοῦ πράγματος οὐδείς ἐστιν, ὃς οὐχ οὕτω γιγνώσκει. προσεκτέον οὖν ἐστι τῇ προγεγραμμένῃ τοῦ Πλάτωνος ῥήσει, τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως ἀσφαλῶς οὐ περὶ μὲν τοῦ κατὰ τὸν ἐγκέφαλον εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμούμενον, ἐπεκαλέσατο μαρτυρήσοντα τὸν Ὅμηρον, ἀλλὰ περὶ μόνου τοῦ διαφέρειν τὸ θυμούμενον τῆς ψυχῆς τοῦ λογιζομένου. τοῦτο μὲν γὰρ ἅπαντες ἄνθρωποι γιγνώσκουσι δι’ ἐνάργειαν, ἐκεῖνο δ’ οὐκ ἔθ’ ὁμοίως ἅπαντες, ἀλλ’ ἀποδείξεως αὐτὸ δεῖ. διό μοι δοκῶ κᾀγὼ καταπαύειν μὲν ἤδη τὸν
    504
    ἐνεστῶτα λόγον, ἐν δὲ τῷ μετ’ αὐτὸν ἐπὶ τὴν ἀπόδειξιν τρέπεσθαι τοῦ καὶ τοῖς τόποις διωρίσθαι τὰ τρία μόρια τῆς ψυχῆς.

505

Προὔκειτο μὲν ἐξ ἀρχῆς ἐπισκέψασθαι περὶ τῶν διοικουσῶν ἡμᾶς· δυνάμεων, εἴτ’ ἐκ τῆς καρδίας μόνης ὁρμῶνται σύμπασαι, καθάπερ Ἀριστοτέλης τε καὶ Θεόφραστος ὑπελάμβανον, εἴτε τρεῖς ἀρχὰς αὐτῶν τίθεσθαι βέλτιον, ὡς Ἱπποκράτης τε καὶ Πλάτων ἐδόξαζον. ἐπεὶ δὲ Χρύσιππος οὐ περὶ τῶν ἀρχῶν μόνον ἠμφισβήτησε πρὸς τοὺς παλαιοὺς, ἀλλὰ καὶ περὶ τῶν δυνάμεων

506
αὐτῶν, οὔτε τὴν θυμοειδῆ συγχωρήσας ὑπάρχειν, οὔτε τὴν ἐπιθυμητικὴν, ἔδοξε χρῆναι τὴν τούτου προτέραν δόξαν ἐπισκεψαμένους οὕτως ἐπανέρχεσθαι πάλιν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ ἀρχαὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεών εἰσιν. ἀφῖκται οὖν ὁ λόγος ἤδη πρὸς τοῦτο, καὶ ἀρχὴν ἕξει τὴν τῶν ὀνομάτων ἐξήγησιν, οἷς ἔμπροσθέν τε ἤδη κεχρήμεθα, κᾀν τῷ μεταξὺ τούτῳ λόγῳ πολλάκις χρησόμεθα. πρὸς γὰρ τὸ μηδενὸς τῶν εἰρημένων παρακούειν, ἀλλ’ ἐν ἅπασι τὸ διωρισμένον τε ἅμα καὶ σαφὲς ἕτοιμον ὑπάρχειν, ἀναγκαιότατόν ἐστιν ἕκαστον τῶν ὀνομάτων ἐφ’ ὅτου λέγεται πράγματος ἀκριβῶς ἀφωρίσθαι. καὶ γάρ τοι καὶ λύεσθαί τινα τῶν ἔμπροσθεν ἀναβληθέντων ζητημάτων ἐκ τούτου τοῦ τρόπου συμβέβηκεν, ὥσπερ, οἶμαι, καὶ τόδε, πότερον ἐνεργείας ἢ πάθη προσαγορευτέον ἐστὶ τὴν ἐπιθυμίαν, καὶ τὸν θυμὸν, ὅσα τ’ ἄλλα τοιαῦτα. ἡ μὲν οὖν ἐνέργεια κίνησίς ἐστιν δραστικὴ, (δραστικὴν δ’ ὀνομάζω τὴν ἐξ ἑαυτοῦ,) τὸ δὲ πάθος ἐν ἑτέρῳ κίνησίς ἐστιν ἐξ ἑτέρου. ὥστε
507
ἀναγκαῖον μὲν πολλάκις εἰς ἓν ὑποκείμενον τῷ πάθει τὴν ἐνέργειαν συνέρχεσθαι, καὶ κατὰ τοῦτο διαφέρειν μηδὲν, τῷ λόγῳ μέντοι διαφέρειν. ἡ γὰρ ὑπὸ τοῦ τέμνοντος ἐν τῷ τεμνομένῳ διαίρεσις, ἓν καὶ ταὐτὸν ὑπάρχουσα πρᾶγμα, τοῦ μὲν τέμνοντος ἐνέργεια, τοῦ δὲ τεμνομένου πάθος ἐστίν. οὕτως οὖν καὶ ὁ θυμὸς ἐνέργεια μέν ἐστι τοῦ θυμοειδοῦς, πάθημα δὲ τῶν λοιπῶν τῆς ψυχῆς δύο μερῶν, καὶ προσέτι τοῦ σώματος ἡμῶν παντὸς, ὅταν ὑπὸ τοῦ θυμοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις. ἓν μὲν δὴ τοῦτο τὸ σημαινόμενον ἑκατέρων τῶν ὀνομάτων, ἕτερον δὲ, τὴν μὲν ἐνέργειαν κατὰ φύσιν τινὰ κίνησιν ἡμῶν νοούντων, τὸ δὲ πάθος παρὰ φύσιν. πολλαχοῦ δὲ τοῦ κατὰ φύσιν λεγομένου, τοῦτ’ ἀκούειν χρὴ νῦν, ὃ κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως γίγνεται. κατὰ πρῶτον δὲ λόγον ἐκεῖνα γίγνεσθαί φαμεν ὑπὸ τῆς φύσεως, ὧν ὥσπερ σκοπῶν ἀντιποιεῖται, καὶ μὴ δι’ ἀκολουθίαν τινὰ ἑτέροις ἐξ ἀνάγκης ἕπεται. ἡ τοιαύτη κίνησις κατὰ φύσιν, εἴτ’ ἐξ αὑτοῦ κινοῖτο τὸ κινούμενον, εἴθ’ ὑφ’ ἑτέρου. ἤδη μὲν οὖν οἶμαι σαφὲς εἶναι τὸ λεγόμενον,
508
ἀλλ’ οὐδὲν χεῖρον ἐπὶ παραδειγμάτων αὐτὸ σαφέστερον ἀπεργάσασθαι. ἡ τῆς καρδίας κίνησις, ἡ μὲν κατὰ τοὺς σφυγμοὺς ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλμοὺς πάθος. ἐξ αὐτῆς μὲν γάρ ἐστι καὶ ἡ κατὰ τοὺς παλμοὺς, ἀλλ’ οὐ κατὰ φύσιν· ἐξ αὐτῆς δὲ καὶ ἡ τῶν σφυγμῶν, ἀλλὰ κατὰ φύσιν. δεῖ δὲ τοῦ σφυγμὸς ὀνόματος ἀκούειν οὕτως νῦν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος ἅπαντές τε σχεδὸν οἱ μετ’ αὐτοὺς ἐχρήσαντο μέχρι καὶ ἡμῶν, ὡς ἥ γε παλαιοτέρα χρῆσις, ἣ κᾀν τοῖς Ἐρασιστράτου τε καὶ Ἱπποκράτους εὑρίσκεται γράμμασιν, ἑτέρα τίς ἐστι, καὶ λεχθήσεται περὶ αὐτῆς ἐν τοῖς μετὰ ταῦτα. τὴν μέντοι τῆς καρδίας ἰδίαν κίνησιν ὀνομαζόντων ἡμῶν σφυγμὸν, ὁ παλμὸς μὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος φωνῆς σημαινόμενον, ὁ σφυγμὸς δ’ οὐ πᾶς ἐνέργεια. τὸν γὰρ μείζονα τοῦ κατὰ φύσιν, ἢ μικρότερον, ἢ ὠκύτερον, ἢ βραδύτερον, ἢ πυκνότερον, ἢ ἀραιότερον, ἤ πως ἄλλως ἐξιστάμενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ δεύτερον τῆς ἐνεργείας σημαινόμενον. ἐξ ἑαυτῆς μὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγμοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν δ’ οὐ
509
κινεῖται· ὥστ’, εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυμαστὸν ἓν πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν μικρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, οὐ μὴν κατά γε ταὐτὸν σημαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ πρότερον ῥηθὲν ἐνέργειαν, (ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγμὸν κίνησις δραστικὴ) κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν, ἀλλὰ πάθος, ὅτι μὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις. οὕτως οὖν ἔχει κᾀπὶ τοῦ θυμοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς ἐνεργείας σημαινόμενον, καθ’ ὅσον δ’ ἔκφοροί τε καὶ ἄμετροι κινήσεις εἰσὶ, καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ’ ἂν ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σημαινόμενον. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ μέγας σφυγμός ἐστι, τοιοῦτος κατὰ τὴν τοῦ θυμοειδοῦς ὁ θυμὸς, οἷον δ’ αὖ πάλιν ὁ μικρὸς σφυγμὸς, τοιοῦτον ἡ ἀθυμία. αὕτη μὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυμοειδοῦς, ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυμούς. ταύτῃ γοῦν ἐνέργειαί τε ἅμα καὶ
510
πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σημαινόμενον ἥ τε ὀργὴ καὶ ἡ λύπη, καὶ ὁ φόβος, καὶ ἡ ἐπιθυμία, καὶ ὁ θυμὸς, ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι καθ’ ὅσον ὅλον τὸ σῶμα μετὰ τῆς ψυχῆς ἀπάγεται πρὸς αὐτῶν, ἡ κίνησις τοῦ ζώου πάθος ἔσται κατ’ ἄμφω τὰ σημαινόμενα. πολλάκις μὲν γὰρ ἕπεται τῷ θυμοειδεῖ τὰ λοιπὰ δύο, πολλάκις δὲ τῷ ἐπιθυμητικῷ, καθάπερ ἑλκόμενά τε καὶ συρόμενα παραπλήσιον τρόπον, ὡσεὶ καὶ ξυνωρίδες ἵππων, ὁ μὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει τὸν ἕτερον ἅμ’ ἑαυτῷ μετὰ τοῦ σύμπαντος ἅρματός τε καὶ ἡνιόχου, ὁ δ’ ἕτερος ὑπ’ ἀσθενείας ἕπεται κατεπτηχὼς, αὐτὸς δ’ ὁ ἡνίοχος ἀποφέρεται βίᾳ. τηνικαῦτα γὰρ ἡ μὲν κατὰ τὸν ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται, κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἐνέργεια, (κίνησις γάρ ἐστιν ἐξ ἑαυτοῦ,) κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργεια, παρὰ φύσιν γ’ οὖσα κίνησις αὐτῷ, ἀλλ’ ἤδη πάθος. ἡ μέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ’ ἕτερον τῶν σημαινομένων ἐνέργειά ἐστιν, ἀλλὰ κατὰ ἄμφω πάθος, εἴ γε μήτ’ ἐξ ἑαυτοῦ, μήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ.
511
πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ μὴ δραστικαί τινές εἰσι, μήτ’ ἐξ ἑαυτῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι λέγονται, καθάπερ καὶ ἡ τοῦ σκέλους, ἢ ὅλης τῆς χειρός. ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως, οὐκ ἐξ ἑαυτῶν, ὥσπερ ἡ καρδία, ἀλλ’ ὅμως καὶ ἡ βάδισις ἐνέργεια σκελῶν ἐστι, καὶ λέγεται κατὰ τὸ δεύτερον σημαινόμενον, εἰ καί τινες ὑπ’ ἀγυμνασίας τῆς περὶ τὰ σημαινόμενα τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν εἶναί φασιν, ἀληθὲς μέν τι λέγοντες, (ἐπὶ γὰρ τὸ πρότερόν τε καὶ κυριώτερον ἔρχονται σημαινόμενον,) ὅτι μέντοι μόνον οὕτως λέγειν ἀξιοῦσιν, καὶ μὴ συγχωροῦσι καὶ κατὰ θάτερον ἑρμηνεύειν, οὐκ ὀρθῶς ποιοῦσιν. οὕτως οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ πάθος καὶ ἐνέργεια λεχθήσονται. τῶν γὰρ τῆς ψυχῆς συμφύτων δυνάμεων κινήσεις τινὲς ἄμετροί τε καὶ οὐ κατὰ φύσιν οὖσαι, διότι μὲν ἐξ ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ τοῦτ’ ἐνέργειαι τῶν δυνάμεών εἰσιν, διότι δ’ ἀμέτρως, διὰ τοῦτο πάθη. καὶ τῆς ὅλης μὲν ψυχῆς, καὶ αὐτῶν δὲ τῶν κινουμένων δυνάμεων
512
ἀμφοτέρων αἱ κινήσεις αὐτῶν παρὰ φύσιν εἰσίν· ταῖς μὲν ἀλόγοις δυνάμεσιν διὰ τὴν ἀμετρίαν, τῇ δ’ ὅλῃ ψυχῇ, διότι παρὰ φύσιν, ἐπεὶ οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων, ἀλλ’ ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί τε καὶ διοικεῖσθαί φαμεν τὸν βίον ἡμῶν. ὅταν οὖν ἔμπαλιν διοικώμεθα, παρὰ φύσιν τε δηλονότι καὶ διὰ τοῦτο καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται. διὰ ταύτας μὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις, ἄν τε πάθος εἴπῃ τὸν θυμὸν, ἢ τὴν ἐπιθυμίαν, ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ μέμφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ σημαινόμενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόμασεν. εὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε μὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῇν καὶ τὸ πεινῇν καὶ ὅλως τὰς ἐπιθυμίας καὶ τοὺς θυμούς. καὶ μὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνομάζειν, ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ᾧδε γράφει. ἆρ’ οὖν, ἦν δ’ ἐγὼ, τὸ ἐπινεύειν, τὸ ἀνανεύειν, καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν, τὸ ἀπαρνεῖσθαι, καὶ τὸ προσάγεσθαι, τὸ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν
513
ἐναντίων ἀλλήλοις θείης, εἴτε ποιημάτων, εἴτε παθημάτων; διὰ παραδειγμάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι προελόμενος, ἐπιφέρων φησί· τί οὖν; ἦν δ’ ἐγὼ, διψῇν, καὶ πεινῇν, καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν, καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου, οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο, ὃ ἂν βούληταί οἱ γενέσθαι; ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν, ὥσπερ τινὸς ἐρῶντος ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν, καὶ μὴ ἐθέλειν, μηδ’ ἐπιθυμεῖν, οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς, καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; αὗται μὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ μόνον ὅπερ ἐλέγομεν ἐπιδεικνύουσαι σαφῶς, ὡς τὸ πεινῇν, καὶ τὸ διψῇν, καὶ ὅλως τὸ ἐπιθυμεῖν τινος, ἢ ἐφίεσθαί τε καὶ φεύγειν, εἴτε ποιήματά τις, εἴτε παθήματα, τοὐτέστιν εἴτε ἐνεργείας, εἴτε πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν μερῶν τῆς ψυχῆς διδάσκουσαι.

514

Διὸ καὶ καλῶς ἂν ἔχοι μὴ παραδραμεῖν αὐτὰς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον, ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν, ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡμῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κᾀνταῦθα τῷ λεγομένῳ τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαμένους αὖθις τῶν ὀνομάτων, καὶ μὴ νομίζειν, ἐπιλανθάνεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγομένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡμῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία μέρη διαιρεῖσθαι φάσκῃ. καὶ γὰρ εἴδη καὶ μέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνομάζοι τὸ λογιστικὸν, καὶ τὸ θυμοειδὲς, καὶ τὸ ἐπιθυμητικὸν, ὥσπερ εἰ καὶ σώματος εἴδη τις εἰπὼν εἴη φλέβα, καὶ ἀρτηρίαν, καὶ νεῦρον, ὀστοῦν τε καὶ χόνδρον, καὶ σάρκα, καὶ τἄλλ’ ὅσα τοιαῦτα, μετὰ ταῦθ’ ὡς περὶ μερῶν αὐτῶν διαλέγοιτο. καὶ γὰρ καὶ μέρη τοῦ σώματος ἡμῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, (συμπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν,) καὶ μέντοι καὶ εἴδη τοῦ σώματος οὐδὲν ἧττον, ἐν μόνοις γὰρ τοῖς ὁμοιομερέσι τὸ διαφέρειν εἶδος οὐκ ἔστιν, ἢ τὸ τῆς σαρκὸς μέρος, ἢ τὸ τῆς φλεβὸς, ἢ τὸ τῆς πιμελῆς. οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων,

515
ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον. ἐν δὲ τοῖς ἀνομοιομερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθμὸν ὁρίζει τοῖς μορίοις. τοιοῦτον δέ τι χρῆμα καὶ ἡμῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί φησιν, ἐκ τριῶν μερῶν συγκειμένην. εἰκάζει δ’ οὕτω τὸ μὲν ἐπιθυμητικὸν θηρίῳ ποικίλῳ τε καὶ πολυκεφάλῳ τὸ δὲ θυμοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱππομόρφω μέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐννάτῳ τῆς προτέρας εἰκόνος ἐμνημόνευσεν, ὡς σαφέστερον ἐνδεικνυμένης, ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς ψυχῆς. ὁ μὲν οὖν Πλάτων, καὶ τοῖς τόποις τοῦ σώματος κεχωρίσθαι νομίζων αὐτὰ, καὶ ταῖς οὐσίαις πάμπολυ διαλλάττειν, εὐλόγως εἴδη τε καὶ μέρη προσαγορεύει. ὁ δ’ Ἀριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη μὲν ἢ μέρη ψυχῆς οὐκ ὀνομάζουσιν, δυνάμεις δ’ εἶναί φασι μιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρμωμένης. ὁ δὲ Χρύσιππος, ὥσπερ εἰς μίαν οὐσίαν, οὕτω καὶ εἰς δύναμιν μίαν ἄγει καὶ τὸν
516
θυμὸν, καὶ τὴν ἐπιθυμίαν. ἀλλ’ ὅτι μὲν οὐκ ὀλίγον ἁμαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡμῖν ἐπιδέδεικται. ὅτι δὲ οἱ περὶ τὸν Ἀριστοτέλην σφάλλονται, μιᾶς οὐσίας τὰς τρεῖς δυνάμεις εἶναι νομίζοντες, ἔν τε τοῖς ἔμπροσθεν ἱκανῶς ἐπιδέδεικται, καὶ οὐδὲν ἧττον ὁ μετὰ τοῦτον λόγος ἀποδείξει. πρότερον δ’, ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ μέρη ψυχῆς ὀνομάζει τό τε λογιστικὸν, καὶ τὸ θυμικὸν, καὶ τὸ ἐπιθυμητικὸν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόμεθα. ἐν μὲν οὖν τῷ Τιμαίῳ περὶ τῆς ἐπιθυμητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ μετέχει φύσει, διαλεγόμενος ᾧδέ πως γράφει. μετέχει γε μὴν τοῦτο, ὃ νῦν λέγομεν, τοῦ τρίτου τῆς ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἵδρυται. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόμενος ᾧδέ πώς φησι. τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡμῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίμονα ὁ θεὸς ἑκάστῳ δέδωκε, ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. συμαμφότερα δ’ αὖ
517
πάλιν ἐν ταὐτῷ βιβλίῳ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόμασεν. ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόμουν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήματα ἔχον. ὁμοῦ δ’ αἶ πάλιν τὰ τρία μέρη τῆς ψυχῆς ἡμῶν εἴδη προσαγορεύει τῆς ψυχῆς ἐν ταὐτῷ βιβλίῳ, τῷ Τιμαίῳ, κατὰ τήνδε τὴν διήγησιν. ἔστι γὰρ, καθάπερ εἴπομεν πολλάκις, ὅτι τρία τῆς ψυχῆς ἐν ἡμῖν εἴδη κατῴκισται. ὡσαύτως δ’ κᾀν τῇ Πολιτείᾳ κατὰ μὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυμοειδοῦς προειρηκὼς, ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυμητικοῦ, κᾄπειθ’ ἐφεξῆς ζητῶν, εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· ἆρ’ οὖν ἕτερον ὂν καὶ τούτου, ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυμητικόν; οὕτω δὲ καὶ κατὰ τὸ ἔννατον ἔγραψεν ἔν γε τῇδε τῇ ῥήσει. ἀλλ’ ἡσυχάσας μὲν τὼ δύω εἴδη, τὸ τρίτον δέ τις κινήσας, ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται. καὶ προσέτι τῇδε. ὅτι δὴ οὖν εἶπον, ἀμφισβητοῦνται ἑκάστου εἴδους αἱ ἡδοναὶ, καὶ αὐτὸς ὁ βίος, μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῇν, μηδὲ τὸ χεῖρον
518
καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυπότερον. πῶς ἂν ἤδη μέν τις αὐτῶν ἀληθέστατα λέγοι; τί ἂν ἔτι δέοιμεν ἑτέρας παραγράφειν ῥήσεις; ἱκαναὶ γὰρ καὶ αἵδε δηλῶσαι τὴν γνώμην τἀνδρὸς, ὡς εἴδη ψυχῶν εἶναι βούλεται τὰ τρία ταυτὶ, λογιστικὸν, ἐπιθυμητικὸν καὶ θυμοειδές. ἀμέλει μόνας αὐτὰς εἶναί φησι χωρὶς ἀλλήλων, ἐν μὲν τοῖς φυτοῖς τὴν ἐπιθυμητικὴν, ἐν δὲ τοῖς θεοῖς τὴν λογιστικήν. τὴν μέντοι θυμοειδῆ διὰ τί μόνην οὐχ οἷόν τε κατ’ οὐδὲν τῶν σωμάτων εἶναι, προϊὼν ὁ λόγος ἀποδείξει, παραθεμένων ἡμῶν τὴν ἐκ τοῦ Τιμαίου ῥῆσιν, ἔνθα τὴν χρείαν τῆς γενέσεως αὐτῆς διδάσκων ἕνεκα τῆς ἐπιθυμητικῆς γεγονέναι φησὶ βοηθὸν τῇ λογικῇ ψυχῇ, καθάπερ τινὰ κύνα κατὰ τοῦ πολυκεφάλου τε καὶ ἀγρίου θρέμματος, τῆς ἐπιθυμίας. εἰκότως οὖν εἴδη ψυχῆς αὐτὰ προσαγορεύει κατά τε τὰς προγεγραμμένας ῥήσεις καὶ προσέτι πολλὰς ἑτέρας, ὧν οὐκ ἀνάγκη μνημονεύειν, ἐναργῶς ἤδη διὰ τούτων τῆς γνώμης τἀνδρὸς ἐγνωσμένης. εἰ δὲ καὶ μέρη ψυχῆς ἕκαστον αὐτῶν ὀνομάζει, θαυμαστὸν οὐδέν.
519
πρῶτον μὲν γὰρ αὐτὸς ἡμᾶς ἐδίδαξεν, ὡς, ὅ τι περ ἂν εἶδος ᾖ, τοῦτο καὶ μέρος ὀνομάζειν ἐγχωρεῖ, μὴ μέντοι τό γε μέρος ἅπαν εὐθὺς καὶ εἶδος εἶναι· δεύτερον δὲ, ὅτι μηδ’ ἐγχωρεῖ λέγειν μηδὲν σύνθετον ὁμοιομερὲς, ἑαυτῷ γε συνεχὲς ὅλον ὑπάρχον. ἐξ ὡρισμένων γὰρ τὸν ἀριθμὸν σύγκειται μορίων· οὐδενὸς γὰρ ὁμοιομεροῦς ἀριθμῷ περιλαβεῖν ἐγχωρεῖ τὸ πλῆθος τῶν μορίων. ὅτι μὲν οὖν εὐλόγως ὁ Πλάτων εἴδη τε καὶ μέρη τῆς ψυχῆς ὀνομάζει ταῦτα, μακροτέρων οὐ δέομαι λόγων.