Ἅπαντα γὰρ, ὅσα σαρκώδη τὴν ἰδέαν ἐστὶν, ἐξ αἵματος ἐγένετο· τὰ δ’ ὑμενώδη πάντα ἐκ σπέρματος ἐτάθη. καὶ διὰ τοῦτο τὰ μὲν ἐξ αἵματος, εἰ φθαρείη
552
ποτὲ, γεννᾶται πάλιν ῥᾳδίως, ὡς ἂν τὴν ὕλην ἔχοντα τῆς γενέσεως ἄφθονον· ὅσα δ’ ἐκ σπέρματος, ἢ οὐδ’ ὅλως, ἢ κατὰ σπάνιον αὖθις γεννᾶται, καίτοι τήν γε ποιητικὴν αἰτίαν αὐτοῦ ἔχοντα ὁμοίως τελείοις. οὐ γὰρ δὴ καταλέλοιπέ γε ἡ φύσις τὸ ζῶον οὐδ’ ἐπιλέλησται τῶν δυνάμεων ὧν ἔχει συμφύτων. ἃς γὰρ οὐκ ἐπεκτήσατο παρά τινος, ἀλλ’ ἐκ σπέρματος εἶχεν, ἀμήχανον ἀποβαλεῖν αὐτάς. τί δή ποτ’ οὖν, εἰ ἐκτέμνει τις τοῦ σώματος ἡμῶν πιμελὴν ἢ σάρκα, γεννᾶται πάλιν ἐν τῇ χώρᾳ τῆς ἀπολομένης ἑτέρα πιμελὴ καὶ σὰρξ, ἀρτηρία δὲ, ἢ φλὲψ, ἢ νεῦρον, ἢ ὑμὴν, ἢ σύνδεσμος, ἢ τένων, ἢ χόνδρος, ἢ ὀστοῦν, ἅπαξ ἀπολόμενα, δεύτερον οὐκ ἔτι γεννᾶται; καὶ τό γε θαυμασιώτερον, ὅταν γυμνωθῇ τι τούτων, καὶ δέον σκεπάσαι καὶ εἰς οὐλὴν ἀγαγεῖν αὐτὰ, σὰρξ μὲν περιφύεται τῶν εἰρημένων ἑκάστῳ, τὸ δ’ ὅμοιον αὐτῷ τῷ γυμνωθέντι κατ’ οὐδένα τρόπον ἔτι ἐπιφύεται, οὐδ’ ἂν αὐτὰ τὰ παιώνια φάρμακα προσφέρηται. ἀλλὰ διὰ τί συμβαίνει τὸ τοιοῦτο; ἢ ὅτι ἡ τῆς μὲν σαρκὸς
553
ὕλη καὶ νῦν ἐστιν, ἐκείνων δ’ οὐδενός; ἢ τί νομίζεις; ὁ χιτὼν τῆς ἀρτηρίας ἢ τὸ τοῦ νεύρου σῶμα τὴν διοικοῦσαν αὐτὸ δύναμιν οὐκ ἔχει τοιαύτης οὐσίας ποιητικὴν, οἵαν αὐτὸ κέκτηται; καὶ μὴν, εἴπερ τι ἄλλο, καὶ τοῦτο ταῖς φύσεσιν ὑπάρχει, τὸ ποιεῖν ἑαυταῖς ὅμοια. πῶς δ’ ἂν ἄλλως ἐτρέφετο σῶμα, μὴ τῆς τοιαύτης δυνάμεως ἀεὶ παραμενούσης αὐτῇ; πάντως γὰρ ἀποῤῥεῖ τι τῆς οὐσίας ἑκάστου, καὶ διὰ τοῦτο δεῖται τοῦ θρέψοντος· ὅμοιον δ’ εἶναι χρὴ τὸ προστιθέμενον ἐκ τῆς τροφῆς τῷ διαφορηθέντι. καί σε κᾀνταῦθα τῶν σῶν ἀναμνήσω λόγων, Ἀριστότελες φίλτατε. δυοῖν γὰρ θάτερον ἀναγκαῖον, ἢ ἐν τοῖς σιτίοις ἑκάστου τῶν τρεφομένων σωμάτων ἐμφέρεσθαι μόρια, κᾄπειτα, τῶν ὁμοίων ὡς τὰ ὅμοια φοιτώντων, γίνεσθαι τὴν θρέψιν, ἢ ἀλλοιουμένης τῆς τροφῆς. ἀλλὰ τὸ μὲν πρότερον δόγμα τὸ τῶν ὁμοιομερῶν ἐξήλεγξας αὐτὸς ὡς οὐκ ἀληθές· τὸ δ’ ἕτερον, ὃ τὴν ἀλλοίωσιν πρεσβεύει, ὡς ἀληθὲς συνεστήσω. οὐ μὴν οὐδὲ, ὅτι ἐξ ἅπαντος εἰς ἅπαν ὁμοίως αἱ μεταβολαὶ γίνονται,
554
δυνατὸν εἰπεῖν. εἰς γὰρ τὸ πλησιώτερον τῇ φύσει τοῦ μεταβαλλομένου ῥᾴων ἡ μεταβολή· καὶ διὰ τοῦτο τῷ αἵματι ῥᾷστον μὲν γενέσθαι σαρκὶ, χαλεπώτερον δ’ ὑμένι, καὶ νεύρῳ, καὶ φλεβὶ, καὶ ἀρτηρίᾳ, καὶ χιτῶνι. πρῶτον μὲν οὖν ἕλκει τὰ μέλλοντα θρέψασθαι τὸν οἰκεῖον ἕκαστον ἐκ τοῦ αἵματος χυμὸν, ὡς Ἱπποκράτης ἐγίνωσκεν, ἀποδέδεικται δ’ ἡμῖν ἐν ἑτέροις ἐπὶ πλέον αὐτά τε ταῦτα, καὶ ὡς τὸ μὲν παχυτέρου δεῖται τοῦ αἵματος, τὸ δὲ λεπτοτέρου, καὶ τὸ μὲν θερμοτέρου, τὸ δὲ ψυχροτέρου, καὶ τὸ μὲν φλεγματωδεστέρου, τὸ δὲ μελαγχολικωτέρου. ἀτὰρ οὖν καὶ ἀκριβεστέρου καὶ καθαρωτέρου δεῖταί τινα, καὶ αὖθις ἕτερα μὲν καθαρωτέρου, τὰ δ’ ὀῤῥωδεστέρου, καὶ δὴ καὶ τελεωτάτου κατειργασμένου, τοῖς δ’ οὐδὲν ἐμποδίζει, κᾂν μὴ τοιοῦτο ᾖ τὸ θρέψον. μετὰ δὲ τὴν εἰς ἕκαστον μόριον ὁλκὴν τοῦ οἰκείου χυμοῦ τὸ μὲν ἑλχθὲν εἰς πολλὰ μέρη διαλυθὲν ἀτμοειδῶς προστίθεται τοῖς ἕλξασι, μεταβαλλόμενον ἐν χρόνῳ πλείονι, (δέδεικται γὰρ καὶ τοῦτο,) προσφύει δὲ
555
αὐτὸ κατὰ τὴν πολυχρόνιον μονὴν ἑαυτῷ τὸ ἕλξαν τε καὶ ὁμοιῶσαν. μὴ τοίνυν δόκει, γεγονέναι μὲν ἐξ ἀρχῆς ἕκαστον τῶν πρώτων τοῦ ζώου μορίων ἐκ σπέρματος, ἄλλην δὲ αὐτῶν εἶναι τὴν ἐσχάτην καὶ οἰκειοτάτην τροφήν.
Τάχ’ ἂν οὖν φαίη τις, ἀπορώτερον ἡμῖν γεγονέναι τὸν λόγον. εἰ γὰρ οἷαί τε γεννᾷν εἰσιν αἱ ἀρτηρίαι τε καὶ αἱ φλέβες τὸ σπέρμα, διὰ τί τοῖς ἀποκοπεῖσιν
558
ἑαυτῶν μέρεσιν οὐκ ἀποφύουσιν ἕτερα ἀντ’ αὐτῶν; διττὴ δ’ ἂν εἴη καὶ ἡ πρὸς τοῦτο ἀπόκρισις· ἡ μὲν ἑτέρα, διότι φλέβας ἐθεάσαντό τινες ἤδη γεγενημένας ἐν ἕλκεσι μεγάλοις, ὥσπερ καὶ ἡμεῖς αὐτοὶ κατά τε ἄλλα τινὰ μόρια καὶ κατὰ τὴν κεφαλὴν ἱκανῶς ἀξιολόγους τε καὶ πολλάς· ἑτέρα δὲ, ἣν οὐκ ἀπόκρισιν ἴσως ἐάσει τις ὀνομάζεσθαι τῶν περὶ λέξιν ἐσπουδακότων, ἀλλὰ διέξοδον. ἐρῶ γὰρ τὴν αἰτίαν, δι’ ἣν οὔτε πολλοῖς ὤφθησαν ἐν ἕλκεσι γεννηθῆναι φλέβες, ἀλλ’ ὀλιγίστοις παντάπασιν, ἀρτηρίαν δὲ καὶ νεῦρον οὐδεὶς εἶδεν οὐδὲ κατὰ τὸ σπάνιόν τινι γεννηθέντα. ταυτὶ μὲν οὖν ὀλίγον ὕστερον ἐροῦμεν, ὡς μηδὲν λείπῃ τῷ λόγῳ. πρὸς Ἀριστοτέλη δὲ πρότερον οἷς ἔλεγον ἐπιθεῖναι βούλομαι τελευτὴν, ἀποφῃνάμενον ἀχρήστους εἰς τὴν τοῦ σπέρματος γένεσιν εἶναι τοὺς ὄρχεις. ἐξ ὧν γὰρ οὕτω γινώσκει, τῇ φλεβὶ καὶ τῇ ἀρτηρίᾳ τὴν γένεσιν αὐτοῦ παραχωρεῖ, ταῖς εἰς τοὺς ὄρχεις φερομέναις. οὐ δήπου δὲ ταύταις μὲν ὑπάρχει φύσις, ὡς γεννᾷν σπέρμα, ταῖς δ’ ἄλλαις οὐχ ὑπάρχει.
559
ἀλλ’ εἰ καὶ κατ’ ἄλλην τινὰ τοῦ ζώου χώραν ἀρτηρία καὶ φλὲψ ὁμοίως ἦσαν εἱλιγμέναι, καὶ κατ’ ἐκείνην ἂν ἐφαίνετο τοιοῦτος χυμός. εἴπερ οὖν γεννῶσι, καὶ τρέφονται πρὸς αὐτοῦ. ἀλλ’ ἡ γένεσις τοιαύτη οὐδέν ἐστιν ὅμοιον τῷ διαφορηθέντι, ἡ θρέψις δὲ μόρια γεννᾷ τῶν τρεφομένων ὅμοια τῷ διαφορηθέντι. ἀλλ’ οὐκ ἐξ ἄλλης μὲν ὕλης ἐγεννήθη μὲν τὸ ὅλον ἀγγεῖον, ἐξ ἄλλης δὲ νῦν αὐτοῦ γεννᾶται τὰ μέρη. δῆλον οὖν ὡς, εἴπερ ἐξ ὑγρότητος τρέφεται θορώδους, ἐκ τοιαύτης καὶ κατ’ ἀρχὴν ἐγίνετο. πρὸς Ἀριστοτέλη μὲν αὐτάρκης ὁ λόγος. ἀναλάβωμεν δὲ, ἅπερ ἐρεῖν ἀνεβαλλόμεθα· πρῶτον μὲν, ὡς ὀλιγάκις ὤφθη φλὲψ γεννηθεῖσα, δεύτερον δὲ, ὅτι τῶν ἄλλων οὐδὲν ὤφθη. τὸ γὰρ ἐπιτρεφόμενον ἀγγεῖον τῇ προϋπαρχούσῃ φλεβὶ, ταύτῃ γὰρ δηλονότι συνεχές ἐστιν, οὐκ ἐν ἁπάσῃ τῇ φύσει τοῦ σώματος ὕλην ἄφθονον εἰς γένεσιν ἔχει. ἂν τοίνυν οὐδὲ φθάσῃ σὰρξ ἐν κύκλῳ περιτραφῆναι τῷ στόματι τῆς ἀποκεκομμένης φλεβὸς, οὐδ’ αὖ ἐξ ὑγροῦ ποτε δαψιλοῦς ὕλης ἀπορήσῃ,
560
δυνήσεται γεννῆσαι. χρὴ τοίνυν ἅμα μὲν ἐῤῥωμενεστάτην εὑρεθῆναι τὴν ἐν ταῖς ἀποκεκομμέναις φλεψὶ δύναμιν, (αὕτη γάρ ἐστιν ἡ δημιουργοῦσα τὴν ἐπιφυομένην,) ἅμα δ’ ὕλην θορώδη τοσαύτην, ὡς μὴ φθασθῆναι πρὸς τῆς ἐπιφυομένης σαρκὸς κλεισθῆναι τὸ στόμα. σπανιώτατον δέ ἐστι συνελθεῖν εἰς ταὐτὸ ἄμφω ταῦτα. εἰ τοίνυν ἐπὶ φλεβὸς, ἁπλοῦν καὶ λεπτὸν ἐχούσης τὸν χιτῶνα, σπανίως ἡ γένεσις, οὐδὲν δήπου θαυμαστὸν ἐπ’ ἀρτηρίας, ἑξαπλάσιον ἢ κατὰ φλέβα τὸ πάχος ἐχούσης, οὐ σπάνιον, ἀλλ’ ἀδύνατον γενέσθαι, διότι καὶ ἡ τοσαύτης ὕλης παρασκευὴ ἀδύνατος. οὕτω δὲ δήπου καὶ τῶν ἄλλων ἕκαστον, οἷς ἐκ σπέρματος ἡ γένεσις, ἀπορίᾳ δαψιλοῦς ὕλης αὖθις οὐ φύεται. τοσοῦτο γὰρ οὐδαμόθι περιεχόμενον ἀθρόον σπέρμα δυνατόν ἐστιν εὑρεῖν, ὅσου δεῖται πρὸς τὴν γένεσιν ἕκαστον τῶν ἀπολομένων. ἀλλὰ καὶ χρόνῳ πλείονι συναθροίζεσθαι μέλλον φθανούσης τῆς σαρκώσεως ἴσχεται. κατὰ δὲ τὴν πρώτην ἐκ τοῦ σπέρματος γένεσιν ἀθρόον μὲν ἔτι τὸ
561
ὑγρὸν, ἐξ οὗ τῶν ἀγγείων ἡ διάπλασις, δημιουργὸς δ’ αὐτοῦ διττὸς, ἥ τ’ ἐν αὐτῷ τῷ σπέρματι δύναμις, ἥ τ’ ἐν τοῖς τῆς μήτρας ἀγγείοις, οἷς προσέπεσεν. ἐπὶ μὲν γὰρ τῶν ἑλκωμάτων ἀπορίᾳ δαψιλοῦς ὕλης, ἀργὸς ἦν ἡμῖν τοσοῦτος δημιουργός· ἐπὶ δὲ τῆς ἐν τῇ μήτρᾳ τοῦ ζώου γενέσεως ἥ τε ὕλη δαψιλὴς, καὶ σύνεστιν αὐτῷ δημιουργὸς ἕτερος, οὐ ψαύων μόνον τῆς ὕλης, ἀλλὰ καὶ δι’ ὅλης αὐτῆς διαπεφοιτηκώς. οὐδὲν οὖν θαυμαστὸν, ἐν τάχει διαπλάττεσθαι τοῖς κυουμένοις τὰ πρῶτα τῆς φύσεως ὄργανα τῇ τε τῆς ὕλης ἀφθονίᾳ τε ἅμα καὶ ἀρετῇ καὶ τῇ τῶν δημιουργούντων αὐτὰ ἐνεργείᾳ.
Τὸ δ’ ἕτερον μέρος τοῦ λόγου διέλθωμεν, ἐπειδὴ καὶ τῶν ἰατρῶν ἔδοξάν τισιν οὐδὲν εἰς σπέρματος γένεσιν οἱ ὄρχεις συντελεῖν, ἐξευρήκασι δ’ οἱ πλεῖστοι πιθανὰς ἀποδείξεις, καὶ τοῖς ἐρωτῶσι τὴν αἰτίαν διδοῦσι,
564
διὰ τί μᾶλλον τῶν ἄλλων θερμωθέντων καὶ ψυχθέντων αἴτιον γίνονται, εἰ μηδὲν εἰς σπέρματος γένεσιν συντελοῦσιν· ὧν ἀποκρίσεων ἐνίας Ἀριστοτέλης πρῶτον εἶπεν. οἷον καὶ ὅτι τοιαύτην χρείαν παρέχονται τοῖς σπερματικοῖς ἀγγείοις, οἵαν καὶ αἱ λεῖαι καλούμεναι κατὰ τοὺς ὀρθίους ἱστούς. κατασπῶντες γὰρ αὐτοὺς αὔξουσι τὴν ἐπαναδίπλωσιν, ἣν ἐκεῖνός φησι χρήσιμον ὑπάρχειν εἰς τὸ στασιμωτέραν γενέσθαι τὴν κίνησιν τοῦ σπερματικοῦ περιττώματος· ἀφαιρεθέντων δὲ, ὥς φησιν, ἀνασπᾶται. ἀλλὰ ψυγέντες γε σφοδρῶς ἀγόνους ποιοῦσι, καίτοι κατασπᾷν γε ἔτι δύνανται. τί ποτ’ οὖν καὶ φησιν, ὅτι καὶ σπερματικῶν ἀγγείων ἡ ψύξις, οὐχὶ τῶν ὄρχεων αὐτῶν, αἰτία τῆς ἀγονίας ἐστί; διὰ τί τοίνυν θλασθέντες; ὅτι συνθλᾶται, φησὶ, τὰ σπερματικά. διὰ τί δὲ σκιῤῥωθέντες; ὅτι κᾀκεῖνα συσκιῤῥοῦνται. καὶ ὅλως ὅ τι περ ἂν εἴπῃ τις πάθος τῶν ὄρχεων ἀγονίας ποιητικὸν, ἐκείνου καὶ τὰ σπερματικὰ μετεσχηκέναι φησίν. ἴσως οὖν
565
ἄμεινον ἄνωθεν ἄρξασθαι τῷ λόγῳ, περί τε τῆς κατασκευῆς πρότερον ἀκριβῶς διελθεῖν τῶν σπερματικῶν ὀργάνων, ὧν χωρὶς οὐδὲ συνιέναι τῶν λεχθησομένων ἐστίν. ἡ μὲν οὖν ἀρτηρία καὶ ἡ φλὲψ, ἀπὸ τῶν κατὰ ῥάχιν ἀγγείων ὁρμηθεῖσαι, διὰ τῶν λαγόνων φέρονται κάτω, μέχρι περ ἂν ἐξίκωνται πρὸς τὴν καλουμένην ἐπιδιδυμίδα. μόριον δέ ἐστιν αὕτη τοῦ ζώου, κατὰ τῆς κεφαλῆς ἐπικείμενον τοῦ ὄρχεως, ὡς καὶ τοὔνομα ἐνδείκνυται, καὶ σύριγγες πολλαὶ διήκουσιν ἐξ αὐτῆς εἰς τὸν ὄρχιν, ὑγροῦ ὀῤῥώδους μεσταί. ταύτῃ τῇ ἐπιδιδυμίδι καὶ ἀρτηρία καὶ φλὲψ παραπεφύκασι κατὰ τὴν εἰρημένην ὀλίγον ἔμπροσθεν ἕλικα, καὶ τινα βραχεῖαν ἑαυτῶν ἀπονέμησιν αὐτῇ παρέχουσι, πρὶν ἐμφῦναι τῷ ὄρχει. καὶ μὲν δὴ καὶ ὁ πόρος ὁ σπερματικὸς, ὃν ὀνομάζουσιν ἔνιοι κιρσοειδῆ παραστάτην, ἐντεῦθεν ἀρυόμενος τὴν γονὴν, ἐπὶ τὴν ἔκφυσιν ἀναφέρει τοῦ αἰδοίου. καὶ διὰ τοῦτο οἶμαι καὶ Ἡρόφιλον οἰηθῆναι, μηδέν τι μέγα συνεργάζεσθαι τῇ γενέσει τοῦ σπέρματος. μέχρι μὲν γὰρ ἐντὸς τῶν λαγόνων ἐστὶν ἡ ἀρτηρία καὶ ἡ φλὲψ, ἅμα τοῖς ἄλλοις ἅπασι
566
σπλάγχνοις τῷ κοινῷ πάντων καλύπτεται σκεπάσματι, τῷ περιτοναίῳ καλουμένῳ. τὸ δ’ ἀπὸ τοῦδε τέτρηται τὸ περιτόναιον ἑκατέρωθεν ἀξιολόγῳ τρήματι, καὶ πόρος ἀπ’ αὐτοῦ γίνεται μέγιστος, εἰς τοὺς ὄρχεις καθήκων. ἐν τούτῳ τῷ πόρῳ καὶ ἡ τῶν ἀγγείων ἕλιξ γεννᾶται, καὶ τὸ σπερματικὸν ἀγγεῖον ἐκ τῆς ἐπιδιδυμίδος ἐκφυόμενον ἐπὶ τοὺς λαγόνας ἀναβαίνει, ψαῦον μὲν κατὰ τὴν ἔκφυσιν τοῦ ὄρχεως, οὐ μὴν ἐξ αὐτοῦ γε τὴν γένεσιν ἔχον. ἤδη μοι πάλιν ἄνωθεν ἀρξάμενος καὶ προσέχων ἀκριβέστερον τὸν νοῦν τῷ λόγῳ καθ’ ἑκάτερον πόρον οἷον αὐλόν τινα τὴν μὲν ἀρτηρίαν ἅμα τῇ φλεβὶ καταφερομένην εὕροις ἂν, ἀναφερόμενον δὲ τὸ σπερματικὸν ἀγγεῖον, ἐντεῦθεν δὲ πάλιν οὐκ ἔτι ἔξωθεν τῶν τῆς ἥβης ὀστῶν, ἀλλὰ διὰ βάθους τε καὶ ἐπ’ αὐτοῖς εἰς τὸ κάταντες φερόμενον, ἄχρις ἂν ἐπὶ τὸν τῆς κύστεως ἐξικνῆται τράχηλον, ᾧ συνεχὲς ὑπάρχει τὸ αἰδοῖον. ἄντικρυς οὖν δῆλόν ἐστι τῷ κατασκεψαμένῳ τὰ εἰρημένα διὰ τῶν ἀνατομῶν, ὡς τὸ σπερματικὸν ἀγγεῖον διὰ τὸ μακρότατον γενέσθαι τοσαύτην ὁδὸν περιέρχεται· βραχὺ γὰρ
567
ἂν ὂν ἐσχάτως ἀπὸ τῆς ἐπιδιδυμίδος εὐθὺ τοῦ τραχήλου τῆς κύστεως ἀφίκοιτο. καὶ μὲν δὴ καὶ εἴπερ ἐντὸς τοῦ περιτοναίου τῶν ὄρχεων ἡ θέσις ἐγένετο, τοῦ σπερματικοῦ τὸ ἥμισυ μέρος ἀπώλετο καὶ ἡ τῆς ἀρτηρίας τε καὶ φλεβὸς ἕλιξ. ὅπως οὖν ἐκείνη τε γένοιτο καὶ τὸ σπερματικὸν ἀγγεῖον αὐξηθείη, τόν τε τοῦ περιτοναίου πόρον ἡ φύσις ἐτέμετο καὶ τοὺς ὄρχεις ἔταξε κάτω. συμβαίνει γὰρ οὕτως, ἐν μὲν τοῖς ἀγγείοις χρονίζον τὸ αἷμα πέττεσθαί τε καὶ θρομβοῦσθαι, μακρότατον δὲ γενέσθαι τὸ σπερματικὸν, ὅπως πλέον ἐξακοντίζοι κατὰ μίαν ἐνέργειαν τὸ σπέρμα. δι’ αὐτό γέ τοι τοῦτο κιρσωδέστερον ἐποίησεν αὐτὸ πλησίον τοῦ τραχήλου τῆς κύστεως, ὅθεν καὶ τοὔνομα αὐτῷ κιρσοειδὴς ἐτέθη παραστάτης. εἴ τις ταῦτα θεάσαιτο, θαυμάσει τῶν ἀνδρῶν ὅσοις ἔδοξεν ἕνεκα τοῦ κατασπᾶσθαι τὰ τοῦ σπέρματος ὄργανα τοὺς ὄρχεις ὑπὸ τῆς φύσεως γεγονέναι. πότερον γάρ, οἷς ἄμεινον ἦν ἐλίττεσθαι, ταῦτ’ εὐθύνεσθαι θέλουσιν, ἢ τὸν κιρσοειδῆ παραστάτην; διατρίβω δὲ ἴσως οὐκ ἀναγκαίως ἐν τῷδε, μέγιστον ἔχων μαρτύριον, ὅσα τῶν ζώων ἐντὸς τοῦ περιτοναίου κέκτηται τοὺς ὄρχεις,
568
ὥσπερ καὶ οἱ ὄρνιθες. οὐ γὰρ δὴ καὶ τούτοις γε φήσει τις ἐξῆφθαι τῶν σπερματικῶν ἀγγείων, ὥσπερ τὰς λείας, ἐφ’ ὑψηλοτέρου κειμένων αὐτοῖς τῶν σπερματικῶν. ἴσως οὖν γε ταράττει τὸ μικρὸν ἔμπροσθεν εἰρημένον, ὡς χρὴ μῆκος ἀξιόλογον ὑπάρχειν τῷ σπερματικῷ. δοκεῖ γὰρ ἡ ἐντὸς τοῦ περιτοναίου θέσις ἀφαιρεῖσθαι τὸ ἥμισυ μέρος αὐτοῦ, τὸ καταφερόμενον ἅμα τοῖς κιρσώδεσιν ἀγγείοις ἐπὶ τὸν δίδυμον. ἀλλ’ εἰ μάθοις, τούς τε ὄρχεις ἔχειν ταῦτα τὰ ζῶα τῶν φρενῶν ψαύοντας εὐρυτάτους τε τοὺς σπερματικοὺς πόρους, ἑτοίμη τῆς ἀπορίας ἡ λύσις· ἀπό τε γὰρ τῶν φρενῶν ἱκανὸν τὸ μεταξὺ διάστημα καὶ τὸ χωρίον θερμὸν, ὥστε, ὅσον ἐκ τῆς μακρᾶς ἕλικος τῶν ἀγγείων καὶ τοῦ μήκους τῶν σπερματικῶν εἰς πλῆθος ἐφ’ ἡμῶν ὠφελεῖται τὸ σπέρμα, τοσοῦτ’ ἐπ’ ἐκείνων ἔκ τε τῆς τῶν πόρων εὐρύτητος καὶ τῆς θέσεως τῶν ὄρχεων. οἱ μὲν γὰρ σπερματικοὶ πόροι τοσοῦτον ἐπλεονέκτησαν τῆς εὐρύτητος, ὅσον ἀπολείπονται τοῦ μήκους, ἡ δὲ θέσις τῶν ὄρχεων ἐφ’ ὑψηλοῦ
569
γενομένη διὰ μὲν τὴν ἀπόστασιν ἐχαρίσατο τοῖς σπερματικοῖς ἀγγείοις ἀξιόλογον μῆκος, διὰ δὲ τὴν τῶν θερμοτάτων σπλάγχνων γειτνίασιν εἰς τάχος γενέσεως οὐ σμικρὰ τῷ σπέρματι συνετέλεσεν. ἀλλὰ ταῦτα μὲν ἐκ περιουσίας. ὁ δ’ ἐκείνων λόγος αὐτάρκως ἐξελήλεγκται, μόνῃ τῇ θέσει τῶν ὄρχεων ἐξεληλεγμένος οὐδὲν ἧττον καὶ δι’ ὧν ἔμπροσθεν εἶπον, οὐχ ἥκιστα δ’ ἂν ἐλεγχθείη καὶ διὰ τῶνδε. χρὴ γὰρ ἤδη διελθεῖν ἡμᾶς ὅ παρορῶσιν ἅπαντες σχεδὸν ἰατροί τε καὶ φυσικοὶ φιλόσοφοι περὶ χρείας τε καὶ δυνάμεως ὄρχεων, οὐ γινώσκοντες, ὡς ἐπὶ τῶν ἐκτμηθέντων αὐτοὺς ἄνευ τοῦ ψαῦσαι τῆς ἐπιδιδυμίδος οὐδὲν πάσχει τὸ σπερματικὸν ἀγγεῖον. ἀπόλλυται δὲ τῶν ζώων οὐ τὸ σπερμαίνειν μόνον, (ἕρμαιον γὰρ ἦν τοῦτο τοῖς τῶν ἀφροδισίων ἀπέχεσθαι βουλομένοις,) ἀλλὰ καὶ ἡ ἀνδρία τε καὶ ὡς ἂν εἴποι τις ἀῤῥενότης. οὕτω δὲ καὶ εἰ θήλεος ζώου τοὺς ὄρχεις ἐκτέμνοις, οὔτ’ ὀργᾷ ποτε τὸ τοιοῦτο, οὔτε προσίεται τοῦ ἄῤῥενος ἀφροδισίου κοινωνίας ἕνεκεν ἀπόλλυσί τε, ὡς ἂν
570
εἴποι τις, τὴν θηλύτητα. τὰς γοῦν θηλείας ὗς ἐκτέμνουσιν οἱ παρ’ ἡμῖν, οὐ μόνον ἐπὶ τῆς Ἀσίας, ἀλλὰ κᾀν τοῖς ὑπερκειμένοις ἔθνεσιν ἄχρι Καππαδοκίας, καὶ γίνονται πᾶσαι παραπλήσιαι τοῖς εὐνουχισθεῖσιν, ἱκανῶς εὐτραφεῖς τε καὶ πίονες, ἥδιόν τε τὸ κρέας ἔχουσι τῶν ἄλλων θηλειῶν, ὥσπερ καὶ οἱ ἄῤῥενες τῶν ἀῤῥένων. οὐ μὴν ὁμοίως ἀκίνδυνος ἡ ἐξαίρεσις τῶν τῆς θηλείας ὄρχεών ἐστι διὰ τὸ χωρίον, ἐν ᾧ κεῖνται. τοῖς γὰρ τῶν μητρῶν πλαγίοις μέρεσι παράκεινται καθ’ ἑκάτερον, εἰς ἀρτηρίαν μὲν καὶ φλέβα, καθάπερ καὶ οἱ τῶν ἀῤῥένων, λαμβάνοντες ἑλικοειδῶς ἐμφυόμενον ἑαυτοῖς ἀγγεῖον σπερματικὸν εἰς ἑκατέραν τῶν κεραιῶν περαῖνον. ἀναγκαῖον οὖν ἐστι περισχίζειν τοὺς λαγόνας ἑκατέρους, εἴ τις ἐκτέμνειν βούλοιτο, κᾀν τούτῳ μείζων ὁ κίνδυνος ἤπερ ἐπὶ τῶν ἀῤῥένων. ταύτην οὖν τηλικαύτην ὑπάρχουσαν τοῖς ὄρχεσι τὴν δύναμιν οὐκ οἶδ’ ὅπως ἅπαντες παρεωράκασι, καὶ περὶ τοῦ συντελεῖν αὐτοὺς ἢ μὴ συντελεῖν τῷ σπέρματι ζητοῦσιν. εἶθ’ οἱ μὲν ἐσχάτως ἐσφάλησαν, ὡς καὶ τοῦτο αὐτῶν ἀφαιρεῖσθαι, τινὲς δὲ γεννᾶσθαι
571
μὲν ὑπ’ αὐτῶν ἔφασαν τὸ σπέρμα, τί δὲ συμβαίνει τῷ παντὶ ζώῳ, δι’ ὃ ψυχρότερόν τε καὶ ἀσθενέστερον εὐνουχισθὲν. ἀποτελεῖται, ζητῆσαι παρέλιπον. ἀλλ’ εἵπερ τὸ σπερμαίνειν μόνον, ἄλλο δ’ οὐδὲν ἀπόλλυται τῶν ὄρχεων ἀρθέντων, ὅτι συνδιασπᾶται, καθάπερ ἐκεῖνοί φασι, τὸ σπερματικὸν ἀγγεῖον, ἓν ἂν ἦν μόνον ἐπὶ ταῖς τομαῖς αὐτῶν τὸ βλάβος, μὴ δύνασθαι φῦσαι παῖδας. ὥστε οὖν τῶν παίδων οὐδεμία φροντὶς, ἀλλ’ εἴτε στεφανίτας ἀγῶνας ἀναιρεῖσθαι μᾶλλον ἔσπευσεν, ἤ τινα τοιαύτην ἄλλην ὑπόθεσιν ἐπανῄρηται, δεῖν οὐκ ἀγαθὸν ἁγνεύειν ἔγνωμεν, οὐδ’ ἂν εἴη τοῦτο ἐκτομῆς ὄρχεων. ὥρα τοίνυν ἡμῖν ἐστι τῶν ἀσκούντων Ὀλύμπια τοὺς ὄρχεις ἐκτέμνειν, ὡς οὐ μόνον ἐκείνοις γε παίδων γενέσεως οὐδεμία φροντὶς, ἀλλὰ καὶ πᾶν ὁτιοῦν ἄλλο μέρος ἑτοίμως ἐπιδώσουσι τῆς νίκης ἕνεκεν. ἀλλ’ οὐκ ἀσφαλὴς ἡ τομὴ, συνεκτέμνουσα τοῖς ὄρχεσι τὴν ἰσχὺν τοῦ σώματος ἅπαντος, ἢ εἰ μὴ τοῖς ὄρχεσι τὴν ἰσχὺν, ἀλλ’, ὡς ἂν ἐκείνων τις ἴσως εἴποι, τοῖς πόροις τοῖς σπερματικοῖς,
572
ἐχρῆν καὶ τοῦτο διασκέψασθαι καθ’ ὅν τινα τρόπον γίνεται. καίτοι γοῦν οὐδ’ ἐκτέμνεται τούτων οὐδέτερος, ἀλλ’ ἀποσπῶνται μόνον ἀπὸ τῶν ὄρχεων. ὥστε εὔλογον οὐ διὰ τὸ μένον ἔτι καὶ σωζόμενον, ἀλλὰ διὰ τὸ τελέως ἀπολόμενον ἐκ τοῦ ζώου μόριον ἀπόλλυσθαι τὴν ἀῤῥενότητα καὶ τὴν ἰσχύν. ἆρά σοι δοκοῦσι, καθάπερ αἱ λεῖαι τοῖς ἱστοῖς, οὕτως οἱ ὄρχεις τοῖς σπερματικοῖς ἀγγείοις προσκεῖσθαι, ἀλλ’ οὐχὶ μόνον ἐγγὺς ἥκειν τῇ χρείᾳ τῆς καρδίας αὐτῆς; ἀποψύχονται γοῦν οἱ ἀπολέσαντες αὐτοὺς, ἑτέραν ἀρχὴν ἐμφύτου θερμότητος ἀφῃρημένοι, καὶ καταπίπτει πᾶς ὁ τόνος αὐτοῖς, ὡς εἰ καὶ γεγηρακότες ἔτυχον, οὔτ’ εὐρεῖα φλὲψ, οὔτ’ ἀνθηρὸν αἷμα, καὶ ἀρτηρίαι μικρὸν καὶ ἀῤῥώστως σφύζουσιν, ὥσπερ τοῖς γέρουσιν. ὥστε καὶ ῥώμης ἀρχὴ τοῖς ζώοις εἰσὶ, καὶ θερμότητα πολλὴν ἐπάρδουσι τῷ σύμπαντι σώματι, δι’ ἣν οἱ στερηθέντες αὐτῶν ἄτριχοι μὲν, οὐ τὰ γένεια μόνον, ἀλλὰ καὶ τὸ σύμπαν γίνονται σῶμα, μικρὰς δ’, ὡς εἴρηται, τὰς φλέβας ἴσχουσιν ὁμοίως ταῖς γυναιξὶν, οὐκ ἐπιθυμοῦσιν ἀφροδισίων, ὡς ἄλλο τι μᾶλλον ἢ ζῶον
573
ὑπάρχοντες. ὥστε ταύτῃ γε καὶ τῆς καρδίας αὐτῆς πλέον ἔχουσιν οἱ ὄρχεις, ὡς πρὸς τῷ τὴν θερμότητά τε καὶ ῥώμην τοῖς ζώοις παρέχειν ἔτι καὶ τῆς τοῦ γένους διαμονῆς ἐξηγοῦνται. ταῦτ’ οὖν καὶ τηλικαῦτα παριδόντες οἱ πρὸ ἐμοῦ φιλόσοφοί τε καὶ ἰατροὶ περὶ μικρῶν καὶ φαύλων ἐρίζουσι, ζητοῦντες, εἰ συντελοῦσί τι πρὸς τὴν τοῦ σπέρματος γένεσιν οἱ ὄρχεις. ἡμεῖς οὖν αὖθις ὑπὲρ αὐτῶν ἀναλαβόντες εἴπωμεν, ὡς πρὸς τοῖς εἰρημένοις ἔτι κᾀκεῖνα τῶν ὄρχεών ἐστιν οὐ σμικρὰ τεκμήρια τῆς ὅλου τοῦ σώματος ὑπ’ αὐτοῖς ἀλλοιώσεως. οὐ μόνον γὰρ ἥδιόν ἐστι τὸ κρέας τῶν εὐνουχισθέντων ἱερείων, ἀηδέστερον δὲ τὸ τῶν ἀτμήτων, ἀλλὰ καὶ ἡ ποιότης αὐτὴ τῶν σαρκῶν ὅμοιόν τι τῇ τῶν ὄρχεων ἔχει ποιότητι, βαρὺ καὶ βρομῶδες, ὡς ἂν οὕτω τις εἴποι, μέχρι καὶ τῆς κατὰ τὴν ὀσμὴν ὁμοιότητος. ἄλλους μὲν οὖν τινας ἀγνοῆσαι τὰ τοιαῦτα θαυμαστὸν οὐδὲν, Ἀριστοτέλην δ’ οὐκ ἐχρῆν, ἡμῖν αὐτὸν εἰρηκότα πολλάκις, ὡς μικρὰ μόρια μεγίστων ἀλλοιώσεων αἴτια τῷ παντὶ γίνεται σώματι.
574
τοῦτο γὰρ ἐκεῖνον ἐχρῆν προσθεῖναι μόνον, ὥσπερ ἐξαιρεθέντος τινὸς μορίου τὸ ζῶον ἀλλοιοῦται σύμπαν, αἰτία τῆς ἀλλοιώσεώς ἐστι τὸ μόριον, οὐ γὰρ δὴ τῆς αὐτῆς γε καὶ ἀφαιρούμενον τοῦ ζώου καὶ παρόν. ἀλλ’ εἰ μὲν αἰρόμενον καταψύχει, παρὸν ἐθέρμαινεν· εἰ δὲ ἀσθενὲς ἐργάζεται, ῥώμης ἦν ἀρχή. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ τὰς πρὸς τὴν συνουσίαν ὁρμὰς ἀφαιρεῖται τμηθὲν, ἐξ ἐκείνου τοῖς ζώοις ἡ τοῦ γένους ἦν διαδοχή. τουτὶ μέν γε τὸ τρίτον οὐδ’ ἡ καρδία δύναται παρασχεῖν, ὥστ’ ἐκείνη μὲν ἂν εἴη τοῦ ζῇν μόνον, οἱ δ’ ὄρχεις τοῦ καλῶς ζῇν ἀρχή. ὅσον δέ ἐστι κρεῖττον τὸ εὖ ζῇν ψιλοῦ καὶ μόνον τοῦ ζῇν, τοσοῦτον ἐπὶ τοῖς ζώοις οἱ ὄρχεις αἱρετώτεροι τῆς καρδίας. ἦν ἄρα δίκαιον αὐτοὺς εἰκάσαι λίθοις ἐξημμένοις νημάτων, οἷς ἐκ τοῦ βάρους μόνον ἡ χρεία; τίς οὖν ἐστιν ἡ αἰτία, δι’ ἣν ἐκτμηθέντες συντέμνουσιν ἑαυτοῖς ἅπασαν τοῦ ζώου τὴν εὐτονίαν; ἐχρῆν μὲν δήπου μέγιστόν τι πεποιῆσθαι πρόβλημα τὸν Ἀριστοτέλη κατὰ τὸ πρῶτον σύγγραμμα περὶ τῆς
575
τῶν ζώων γενέσεως, ἔνθα τὴν χρείαν ἐξηγούμενος ὑπὲρ τοῦ σώζεσθαί φησι τὴν ἐπαναδίπλωσιν τῶν σπερματικῶν ὀργάνων τοὺς ὄρχεις ὑπὸ τῆς φύσεως γεγονέναι. μικρὸν μὲν γὰρ τοῦτο· τῆς δὲ ἰσχύος ἁπάσης τῶν ζώων ἐν αὐτοῖς ἡ ἀρχὴ φαίνεται, καὶ τοῦτο ἦν ἀναγκαῖον ἐν τοῖς μάλιστα ζητηθεῖσι τὴν χρείαν τῶν ὄρχεων ἐπισκεπτομένῳ. παραλιπὼν οὖν αὐτὸ καὶ μηδὲν ἐν τῷ πρώτῳ διαλεχθεὶς, ἐν τῷ πέμπτῳ κατὰ τὸ πάρεργον, ἡνίκα περὶ φωνῆς ὀξείας τε καὶ βαρείας ὁ λόγος ἦν αὐτῷ, πειρᾶται δεικνύναι, ὅπως τῶν ὄρχεων ἐκτεμνομένων ἀτονωτέρα περὶ τὰς ἐνεργείας ἡ καρδία γίνεται. ἔχει δὲ ἡ ῥῆσις ᾧδε· Ἐκτεμνόμενα δὲ πάντα εἰς τὸ θῆλυ μεταβάλλει, καὶ διὰ τὸ ἀνίεσθαι τὴν ἰσχὺν τὴν νευρώδη ἐν τῇ ἀρχῇ, οἵαν ἀφίησι φωνὴν τοῖς θήλεσιν. ἡ δ’ ἄνεσις παραπλησία γίνεται, ὥσπερ ἂν εἴ τις χορδὴν κατατείνας σύντονον ποιήσειε τῷ ἐξάψαι τι βάρος, οἷον αἱ τοὺς ἱστοὺς ὑφαίνουσαι. καὶ γὰρ αὗται τὸν στήμονα κατατείνουσαι προσάπτουσι τὰς καλουμένας λείας. οὕτω γὰρ καὶ ἡ
576
τῶν ὄρχεων φύσις προσήρτηται πρὸς τοὺς σπερματικοὺς πόρους· οὗτοι δὲ ἐκ τῆς φλεβὸς, ἧς ἀρχὴ ἐν τῇ καρδίᾳ. ἡ μὲν ῥῆσις αὕτη. πρόσχωμεν δὲ αὐτῆς τῷ κατ’ αὐτὸ τὸ τέλος εἰρημένῳ κεφαλαίῳ, σύμπαντος τοῦ προειρημένου λόγου τὴν ἐπιτομὴν ἔχοντι. διὰ τοῦτο γὰρ ἐν τοῖς εὐνουχισμοῖς φησι μεταβάλλειν ἐπὶ τὸ ἀσθενέστερον τὰ ζῶα, διότι τῆς καρδίας, ἐξ ἧς ἐστιν ἡ συντονία τῷ σώματι, συμβαίνει γίνεσθαι τὴν ἔκλυσίν τε καὶ ἄνεσιν, ἀφαιρουμένων τῶν κατατεινόντων βαρῶν, ὡς δὴ τῆς καρδίας οὐκ ἐκ τῆς οἰκείας κράσεώς τε καὶ φύσεως ἐχούσης τὴν ῥώμην, ἀλλ’ ἐκ τοῦ κατασπᾶσθαι κάτω καθάπερ ὑπὸ λίθων τινῶν ἐξημμένων τῶν ὄρχεων. ἀλλ’ εἰ καὶ μὴ διὰ τὴν οἰκείαν φύσιν ἡ καρδία τὴν ῥώμην ἔχει ταύτην, καὶ τοῖς ἄλλοις ἐπιπέμπει μορίοις, ὡς ἂν ἀρχὴ, καὶ δεῖται ἔξωθέν τινος εἰς τοῦτο ἐπικουρίας ἑτέρας, ἔχει πρὸ τῶν ὄρχεων βοηθείας μυρίας, ἀπολείπεσθαι μὴ δυναμένας, ἔστ’ ἂν περιῇ τὸ ζῶον, ὧν μίαν ἐναργεστάτην τε καὶ ἰσχυροτάτην εἴποιμι ἂν αὐτῷ,
577
κατατείνειν γε βουλομένῳ τὴν καρδίαν. ἐπιβαινούσης γὰρ τῆς ἀορτῆς τῇ ῥάχει, τί χαλεπὸν ἦν τῇ φύσει προσδῆσαι δεσμοῖς ἰσχυροῖς τὸ ἀγγεῖον ἐνταῦθα, δι’ ὧν ἀντεχομένη τε καὶ τεινομένη βιαίως συνεπισπᾷ ἑαυτῇ τὴν ὅλην καρδίαν; οὐκ ἀδύνατον δὲ οὐδὲ τὸ ἕτερον μέρος τῆς ἀρτηρίας τὸ πρὸς τὴν κλεῖν ἀναφερόμενον ἐνταῦθα προσθεῖναι. διαφέρει γὰρ οὐθὲν εἰς τὸ τετάσθαι τὰς χορδὰς, ὧν αὐτὸς ἐκεῖνος ἐμνημόνευσε, καθ’ ὁπότερον ἂν μέρος αὐτῶν, εἴτε τὸ ἄνωθεν, εἴτε τὸ κάτωθεν, ἡ τάσις αὐτῶν γίνηται. κατὰ μὲν τὸ ἀληθὲς ἐξ ἀμφοῖν χρὴ καὶ τοῦτο, οὐ κατὰ τὸ ἄνω καὶ κάτω μόνον ἀντικειμένων ἀλλήλοις, ἀλλὰ καὶ τῶν πλαγίων ἑκατέρωθεν, ἢ πρόσθεν, ἢ ὄπισθεν, ἢ κατὰ λοξὴν ἀντίθεσιν ἡντιναοῦν. εἴπερ οὖν οὐκ ἤρκει τῇ καρδίᾳ πρὸς ῥώμην ἡ οἰκεία φύσις, ἀλλ’ ἐχρῆν ὥσπερ χορδὴν ἢ στήμονα τάσιν ἐπίκτητον αὐτὴν προσλαβεῖν, ἕτοιμον ἦν, οἶμαι, τῇ φύσει διά τε τῶν εἰρημένων ἀρτηριῶν ἐργάσασθαι τοῦτο, καὶ διὰ φλεβῶν δὴ καὶ νεύρων καὶ ὑμένων οὐδὲν ἧττον, ὧν οὐδὲν ἂν
578
ἑτοίμως αὐτῆς ἀφαιρεθείη, καθάπερ οἱ ὄρχεις. πόσον γάρ τοι βάρος εἰσὶν οὗτοι; πῶς δ’ ἥκοι ἄν ποτε πρὸς τὴν καρδίαν ἡ ἐξ αὐτῶν τάσις; εἰ γὰρ καὶ μὴ μεταξὺ συνέβαινε καμπὰς πλείονας εἶναι τοῖς ἐκ τῆς καρδίας εἰς τοὺς ὄρχεις ἀφικνουμένοις ἀγγείοις, ἐχρῆν ἔξωθεν θεῖναι πρότερον, ἵν’ ἐπ’ αὐτὴν ἡ τάσις ἐξικνῆται. τάς τε τῶν κιρσωδῶν ἀγγείων ἕλικας ἄξιον ἦν ἐπεσκέφθαι τὸν Ἀριστοτέλην καὶ πεπειράσθαι τοῦ πράγματος ἐπὶ τῶν ἐκτὸς φαινομένων πρότερον, εἴπερ μὴ λόγῳ περιλαβεῖν αὐτὸ δυνατὸς ἦν. ὧν γὰρ ἂν μεταξύ τις ἕλιξ ᾖ, οὐκ ἐνδέχεται τὴν ἐκ θατέρου τάσιν εἰς θάτερον ἀφικέσθαι, πρὶν εὐθυνθῆναι τὴν ἕλικα. τοσαύτη δ’ ἐστὶ πρὸ τῶν ὄρχεων ἡ ἕλιξ ἀγγείων, ὥστε, εἴπερ εὐθύνοιτο, μέχρι μέσων τῶν μερῶν ἀφικέσθαι δύναται, καὶ οὕτως ἂν οὐδενὶ μὲν τῶν ἄλλων ἀνθρώπων ἐχρῆν ῥώμην ἐνυπάρχειν, ἐκείνοις δὲ μόνοις, οἷς ἱκανῶς εἰσιν οἱ ὄρχεις χαλαροὶ πάντως ἢ ἀσθενεῖς. διὰ τοῦτο καὶ τοῖς παρηβῶσι καὶ ἀσθενέσι συμβαίνει τὸ πάθημα· νέοις δὲ καὶ ἰσχυροῖς οὐδὲ πώποτε χαλαροὶ εἰς τοσοῦτον οἱ ὄρχεις ἐγένοντο.
579
τί δ’ ἂν ἐπὶ τῶν ζώων εἴποιμεν, ὧν οἱ ὄρχεις προσεσταλμένοι τέ εἰσι καὶ οὐκ ἐκκρεμεῖς, ὥσπερ αἱ λεῖαι, καθάπερ ἐν μὲν τοῖς τετράποσι τῶν ὑῶν· ἐν δὲ τοῖς ὄρνισιν οὐχ ἑνὶ τούτων γε ἢ δυοῖν, ἀλλὰ σύμπασιν ἐντὸς τοῦ περιτοναίου, πλησίον τῶν φρενῶν, ἐπὶ τῆς ῥάχεώς εἰσιν ἐστηριγμένοι, καίτοι καὶ τούτων τῶν ζώων ὁ εὐνουχισμὸς ἄτονον ἐργάζεται τὸ σύμπαν σῶμα. εἰ δὲ καὶ πρὸς τῶν ἐστηριγμένων μορίων κατασπασθῆναι τὴν καρδίαν φήσομεν, ὥρα καὶ τοὺς νεφροὺς ἡμῖν ἐπισπᾶσθαι πολὺ μᾶλλον τῶν ὄρχεων, καὶ τὸν σπλῆνα, καὶ τὴν γαστέρα, καὶ τοῖόνδε ὁτιοῦν. καθήκουσι γὰρ εἰς ἅπαντα φλέβες καὶ ἀρτηρίαι σὺν τῷ πλησιέστερον εἶναι τῆς καρδίας αὐτὰ, καὶ χωρὶς μέσης ἕλικος, ἧς καὶ αὐτῆς οὐχ ὅπως τὴν χρείαν οὐ σύνοιδεν, ἐξῆφθαι νομίζων αὐτῆς τοὺς ὄρχεις, ὥσπερ τὰς λείας τῶν στημόνων· ἐναντιώτατον γάρ ἐστι τῷ ἑλίττεσθαι τὸ κατατείνεσθαι. πῶς οὖν εἰς ταὐτὸ χωρίον ἀμφότερα συνήγαγεν ἡ φύσις, ἐκίρσωσέ τε καὶ κατ’ ἀλλήλων καὶ ἑαυτῶν
580
ἐδίπλωσε πολλάκις ἑκάτερον τῶν ἀγγείων. ἡ γὰρ εὔχρηστος ἀγγείων ἕλιξ οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερώτερον αὐτῆς τῶν ὄρχεών ἐστι βάρος. εἰ δὲ τοῦτο εὔχρηστον ἦν, ἡ καρδία κατασπᾶται κακῶς. ἀλλὰ καὶ ταῦτα συγχωρήσαντες αὐτῷ καὶ ἄλλα μυρία τοιαῦτα, τοῦ κατασπᾷν ὄντως δυναμένου τὴν καρδίαν ἀναμνήσωμεν σπλάγχνου, τοῦ ἥπατος. εἴπερ γὰρ ὅλως οὐκ ἐκ τῆς οἰκείας φύσεως ἔχει τὴν εὐτονίαν, ἀλλ’ ἐξ ἐπικτήτου τε καὶ παρὰ φύσιν τάσεως ἔχρῃζε λαβεῖν αὐτὴν, οὐδὲν ἔδει δήπου μικρὸν οὕτω σῶμα, τὸν ὄρχιν, ἐκ μακροῦ διαστήματος ἐξάπτειν αὐτῆς δι’ ἀγγείων μακρῶν, καὶ τούτων εἱλιγμένων, ἐχούσης τὸ ἧπαρ ὄγκῳ τε παραπλήσιον, ἐγγυτάτω τε κείμενον, καὶ ἐξημμένον διὰ τῆς μεγίστης ἁπασῶν τῶν ἐν τῷ σώματι φλεβῶν εὐθὺ τῆς καρδίας, ἄνευ πάσης ἕλικός τε καὶ καμπῆς τεταμένης. ἀποχωρήσαντες οὖν ἤδη τῶν ἐξ ἀνατομῆς φαινομένων, ὡς φυσικὸν ἄνδρα τὸν Ἀριστοτέλην τῶν οἰκείων ἀναμνήσωμεν δοξῶν, ἀεὶ μὲν ἤτοι τὴν ἔμφυτον θερμασίαν, ἢ τὸ πνεῦμα
581
τὸ σύμφυτον, ἢ τὴν εὐκρασίαν αἰτιώμενον τῆς εὐρωστίας τῶν μορίων· ἐν δὲ τῇ προγεγραμμένῃ ῥήσει μόνην τὴν ἐκ τῶν ἐξημμένων τάσιν, ἥτις ὡς ἔστι βίαιός τε καὶ παρὰ φύσιν, ὅταν ἔξωθεν γίνηταί τινι, κᾀπὶ τῶν χορδῶν, ὡς αὐτὸς παρέθετο, θεάσασθαι πάρεστι. ῥήγνυνται γοῦν, εἰ βραχὺ πλείονι χρόνῳ τεταμέναι φυλάττοιντο· καὶ διὰ τοῦτο ἀνίασιν αὐτὰς ἀποτιθέμενοι τὰς λύρας τε καὶ κιθάρας, ὅταν μηκέτι ἐνεργῶσι δι’ αὐτῶν οἱ κιθαρισταί. μὴ τοίνυν ὅτι τοῖς ψάλλουσιν ἡ τάσις αὐτοῖς ἐστι χρήσιμος, ἡγοῦμαι κατὰ φύσιν εἶναι τοῦτο ταῖς χορδαῖς. οὐ γὰρ ταῖς ἡμετέραις χρείαις μετρεῖται τὸ κατὰ φύσιν ἑκάστου τῶν ὄντων. οὕτω γὰρ καὶ τοῖς σφαζομένοις ἱερείοις κατὰ φύσιν ὁ θάνατος ἔσται, μέλλουσί γε χρησίμοις ἡμῖν γενέσθαι. οὐ μὴν οὐδ’ εἰ ταῖς χορδαῖς ἡ κατὰ φύσιν τάσις ἀναγκαία ἦν, διὰ τοῦτο καὶ τῇ καρδίᾳ. ὅπου γὰρ οὐδ’ ἐξ ἐπαγωγῆς ἀπόδειξιν ἐπιστημονικὴν συνιστάμεθα, σχολῇ γ’ ἄν ποτε ἐκ παραδείγματος συστησαίμεθα.