De semine

Galen

Galen, De semine, Claudii Galeni Opera Omnia, Kühn, Volume 4, 1822

Διατρίβω δ’ ἴσως ἐπὶ πλέον ἐλέγχων δόξαν ἐναργῶς μοχθηρὰν, ὡς μηδ’ ἂν ἰδιώτην μηδένα λαθεῖν. ὅθεν, εἰ οἷόν τε ἦν, εὐξαίμην ἂν ὡς μηδὲ εἰρῆσθαι μηδὲν τοιοῦτο ὑπὸ Ἀριστοτέλους, ἀλλὰ παντάπασιν, ὥσπερ καὶ τοῖς ἄλλοις πᾶσι, σεσιγῆσθαι τὸ περὶ τῶν εὐνουχιζομένων πρόβλημα, καὶ παραλελεῖφθαι ἄσκεπτον, δι’ ἣν ἐπὶ ταῖς τῶν ὄρχεων τομαῖς ὅλον ἐκθηλύνεται τὸ σῶμα. ζητῶμεν οὖν ἡμεῖς αὐτοὶ, ὑποθέσεσι χρώμενοι ταῖς ἀποδειχθείσαις τε καὶ φαινομέναις ἐναργῶς ἐπὶ ταῖς ἀνατομαῖς. ἥ τε γὰρ ἀρτηρία καὶ ἡ φλὲψ, αἱ εἰς τὴν κεφαλὴν τοῦ ὄρχεως ἐμβάλλουσαι, σπερματῶδες ὑγρὸν περιέχειν ἤδη φαίνονται, καὶ αὐτὸς ὅλος ὑγροῦ τοιούτου μεστός ἐστι. καὶ τὸ κατὰ τὴν ἐπιδιδυμίδα περιεχόμενον ἐκ τούτου μετείληπται πρὸς αὐτὴν, ὥσπερ ἐκ ταύτης εἰς τὸ σπερματικὸν ἀγγεῖον, οὗ παραστάτην κιρσοειδῆ τὸ πρὸς τῷ καυλῷ μέρος Ἡρόφιλος ὠνόμασεν, ἁμαρτάνων μὲν καὶ αὐτὸς, ὅτι τῷ σπερματικῷ πλέον ἢ τοῖς ὄρχεσιν ἀναφέρει τῆς τοῦ σπέρματος γενέσεως, οὐ μὴν ἴσα Ἀριστοτέλει σφαλλόμενος εἰκάζοντι

583
λείαις τοὺς ὄρχεις. μὴ τοίνυν ἔτι μηκύνωμεν, ἀλλ’ ἐπὶ τοῖς ἐναργῶς φαινομένοις συλλογιζώμεθα, προσλαβόντες τι τῶν ἀποδεδειγμένων ἡμῖν ἐν ἑτέροις, ὁμολογουμένων δὲ καὶ πρὸς Ἀριστοτέλους. ἕκαστον γὰρ δεῖ τῶν τοῦ ζώου μορίων ἀλλοιοῦν τὸν ἐπιῤῥέοντα χυμὸν ἐν λόγῳ τροφῆς εἰς τὴν ἑαυτοῦ φύσιν. ἔστι δὲ ἑκάστῳ μορίῳ τὸ εἶναι τοῦτο, ὅπερ ἐστὶν, οὐ κατὰ τὴν τῶν ἐνυπαρχόντων ὑγρῶν φύσιν, ἀλλὰ κατὰ τὴν τῶν στερεῶν σωμάτων οὐσίαν, ὑφ’ ὧν καὶ τοῖς περιεχομένοις ὑγροῖς ἡ ἀλλοίωσις. ἀλλ’ εἴπερ τοῦτο οὕτως ἔχει, περιέχεται δὲ ἐν ὄρχεσιν θορῶδες ὑγρὸν, ὑπὸ τοῦ τοιούτου δηλονότι τὸ σῶμα αὐτῶν τρέφεται. ἕκαστον δὲ αὐτῶν τὴν οἰκειοτάτην ἐργάζεται τροφήν. ὥστε οἱ ὄρχεις ἐργάζονται σπέρμα. ἐδείχθησαν δὲ καὶ αἱ ἀρτηρίαι καὶ αἱ φλέβες ἐργαζόμεναι· ἀλλ’ αὐταὶ μὲν ὀλίγον ἐν χρόνῳ πολλῷ, οἱ δ’ ὄρχεις οὐ πολὺ μόνον, ἢ διὰ ταχέων, ἀλλὰ καὶ κατειργασμένον ἀκριβῶς. εἰλικρινεστάτη μὲν γὰρ αὐτοῖς ἀκριβῶς ἡ τοῦ σπέρματός ἐστι ποιότης. διὸ καὶ τάχιστα
584
αὐτοῖς μεταδίδωσιν ἅπασι τοῖς τοῦ ζώου μέρεσι. καὶ οὐδὲν θαυμαστὸν, εἴπερ γε καὶ ὀπὸν, εἴτ’ οὖν τὸν Μηδικὸν, εἴτε Κυρηναϊκὸν, ἐὰν ὀλίγον τις προσενέγκοιτο, διά τε τῶν οὔρων αὐτῶν καὶ διὰ τῶν ἱδρώτων ἐμφαίνεταί τι τῆς ποιότητος, ὥσπερ, οἶμαι, καὶ πήγανον, ἢ σκόροδον, ἤ τι τοιοῦτο. αἱ γὰρ ἰσχυραὶ δυνάμεις ἑαυταῖς συναλλοιοῦσι τὸ σύμπαν σῶμα. κατὰ τοῦτον οὖν τὸν λόγον ἐλάχιστον ὑγρὸν ἐμπεσὸν ζώου σώματι τῶν δηλητηρίων ὀνομαζομένων ὅλον ἐν τάχει μεταβάλλει τε καὶ συνδιατίθησιν ἑαυτῷ τὸ σῶμα. καὶ ἡ ἴασις δὲ διὰ τῶν ἀλεξιφαρμάκων ὁμοίως γίνεται, πᾶν ἀλλοιούντων καὶ τούτων τὸ σῶμα τὴν ἐναντίαν τοῖς δηλητηρίοις ἀλλοίωσιν, οὐ τῆς οὐσίας αὐτῶν εἰς ὅλον διασπειρομένης τὸ ζῶον, (οὐ γὰρ οἷόν τε βραχὺν οὕτω χυμὸν ἐλαχίστῳ χρόνῳ πληροῦν ὄγκον σώματος ἐνίοτε μέγιστον,) ἀλλὰ τῆς ποιότητος διαδιδομένης, οἵα περ ὁρᾶται διάδοσις, ἐκτὸς μὲν τῆς ἡλιακῆς αὐγῆς εἰς τὸ περιέχον,
585
ἐν ἡμῖν δὲ ἐκ καρδίας μὲν εἰς ἀρτηρίας, ἐξ ἐγκεφάλου δὲ εἰς νεῦρα. τί δὴ θαυμαστόν ἐστι, κᾀκ τῶν ὄρχεων εἰς ὅλον τὸ σῶμα διαδίδοσθαί τινα δύναμιν, οἵα τοῖς μὲν νεύροις αἰσθήσεώς τε καὶ κινήσεως ἐξ ἐγκεφάλου, ταῖς δ’ ἀρτηρίαις τοῦ σφύζειν ἐκ καρδίας; ἥτις δύναμις ἐν μὲν τοῖς ἄῤῥεσιν εὐρωστίας τε καὶ ἀῤῥενότητος, ἐν δὲ τοῖς θήλεσιν αὐτῆς τῆς θηλύτητός ἐστιν αἰτία. καὶ διὰ τοῦτο ὁμοιοῦται τὸ θῆλυ ζῶον ἐκτμηθὲν τοὺς ὄρχεις εὐνουχισθέντι τῷ ἄῤῥενι. τὰ μὲν γὰρ ἄλλα σύμπαντα μόρια τὰς αὐτὰς ἔχει δυνάμεις ἐν ἀμφοτέροις· ὅπερ δὲ ἐξαίρετον ἦν ἐν ἑκατέρῳ, δι’ ὃ τὸ μὲν ἄῤῥεν αὐτῶν ὑπῆρχε, τὸ δὲ θῆλυ, τοῦτο ἀποτελέσαντα τὸ κατάλοιπον ἑαυτῷ ἔσχε ταὐτὸν, ὡς εἰ κατ’ ἀρχὰς ἐγεγόνει μήτε θῆλυ, μήτε ἄῤῥεν, ἀλλά τι τρίτον, διαφέρον μὲν ἀμφοῖν, οὐδέτερον δὲ ἐκείνων. πάλιν οὖν ἀναμνήσωμεν ὧν πολλάκις ἐπεδείξαμεν, ὡς ἕκαστον τῶν μορίων ἐκ τῶν φλεβῶν ἕλκει τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἄχρι καὶ τῶν περιττωμάτων. οὕτως ἐδείκνυντο καὶ οἱ νεφροὶ τὸ οὖρον ἐπισπώμενοι, καὶ ἡ χοληδόχος κύστις
586
τὴν χολήν. ἕλκουσιν οὖν καὶ οἱ ὄρχεις τὸ ὑγρὸν τὸ θορῶδες, ὃ προπαρασκευάζουσιν αὐτοῖς αἱ τῶν ἀγγείων ἕλικες. εἶτ’ ἀπολαύσαντες αὐτοῦ τῆς ποιότητος, αὐτοί τε μεταδόντες ἐν τούτῳ τῷ χρόνῳ τῆς ἑαυτῶν, ὀλίγον ὕστερον ἐναποτίθενται τοῖς σπερματικοῖς πόροις τὸ περιττὸν, οἱ δ’ ἀποκρίνουσιν ἐκτὸς ἐν ταῖς συνουσίαις. εἰ δ’ ἀμετρότερόν τις λαγνεύοι, συνεχέστερον ἕλκοντες ἐκ τῆς τῶν ἀγγείων ἕλικος οἱ ὄρχεις τὸ σπέρμα, τελέως ἐκκενοῦσιν αὐτά. καὶ εἰ ἀνατέμοις τὸ τοιοῦτο ζῶον, οὐχ εὑρήσεις ἐν αὐτῷ θορῶδες ὑγρόν· ὥσπερ αὖ πάλιν ἀφροδισίων ἀπεσχημένον ἀνατεμὼν ζῶον εὑρήσεις πλεῖστόν τε καὶ πάχιστον σπέρμα. βουλοίμην δ’ ἂν οὖν καὶ σὲ τὸν ὁμιλοῦντα τοῖσδε τοῖς γράμμασι, κᾂν νῦν γοῦν ἀλήθειαν τιμήσαντα, βασανίσαι τὰ λεγόμενα, μὴ κατὰ τὸ πάρεργον, οὐδὲ γὰρ οὕτως εὑρέθη, ἀλλὰ πρῶτον μὲν ἐπὶ τὰς ἀνατομὰς ἐλθόντα, καὶ θεασάμενον ἀκριβῶς, ὅσα εἴρηται τῶν ἔμπροσθέν τε καὶ μάλιστα αὐτῶν ὧν δὴ νῦν πέπαυμαι λέγων, 
587
ὡς τοῖς μὲν ἀπεσχημένοις ὁμιλίας τῆς πρὸς τὸ θῆλυ ζῶον ἅπαντα σπέρματός εἰσι μεστὰ, πρῶτον μὲν ὁ κιρσοειδὴς παραστάτης, εἶθ’ ὅλον τὸ σπερματικὸν ἀγγεῖον, εἶτ’ ἐπιδιδυμὶς, εἶθ’ ὅλος ὁ ὄρχις, εἶθ’ ἡ τῶν ἀγγείων ἕλιξ· εἰ δέ τις συνεχέσι λαγνείαις ἐξεκένωσεν ἅπαν τὸ σπέρμα, τούτου τοῦ ζώου μήτ’ ἄλλο τι μόριον ἔχειν σπέρμα, μήτε τὴν ἕλικα. κατὰ τοῦτον οὖν τὸν καιρὸν οἱ ὄρχεις ἕλκουσιν ἐκ τῶν ὑπερκειμένων φλεβῶν ὅσον ἐν αὐταῖς περιέχεται θορῶδες ὑγρόν. ἔστι δ’ ὀλίγον τοῦτο καὶ δροσοειδῶς ἀναμεμιγμένον τῷ αἵματι· τοιούτου δ’ ἐδείχθησαν κᾀκεῖναι δεόμεναι. βιαίως οὖν ἀφαιρούμενον πρὸς τῶν ὄρχεων αὐτῶν, σφοδροτέραν ἐχόντων δύναμιν, αὗται τῶν ὑπερκειμένων ἀντισπῶσιν, αἱ δ’ αὖ πάλιν αὐτῶν ἐφεξῆς, εἶτ’ ἐκεῖναι τῶν ἐχομένων, καὶ τοῦτο οὐ παύεται γινόμενον, ἄχρι περ ἂν εἰς μοῖραν πᾶσαν τοῦ σώματος ἡ μετάληψις ἐξικνῆται, ὥστε τὰ καθ’ ὅλον τὸ ζῶον μόρια κενοῦσθαι τῆς οἰκείας τροφῆς. ἀντισπᾷ γὰρ ἀεὶ τὸ τελέως ἐκκενωθὲν ἐκ τοῦ πλέον
588
ἔχοντος οἷον ἐξαρπάζον βιαίως. ἀεὶ τοίνυν τούτου γινομένου, καὶ πάντων ὥσπερ ἐν χορῷ μεταδιδόντων ἀλλήλοις, μέχρι τοσούτου κενοῦσθαι τὰ καθ’ ὅλον τὸ ζῶον ἀγγεῖά τε καὶ μόρια πάντα ἀναγκαῖόν ἐστιν, ἄχρι περ ἂν ἐμπλησθῇ τὸ ἰσχυρότατον. οὐ μόνον δὲ τῆς θορώδους ὑγρότητος ἀφαιρεῖσθαι πᾶσι τοῦ ζώου τοῖς μέρεσι συμβήσεται κατὰ τοὺς τοιούτους καιροὺς, ἀλλὰ καὶ τοῦ πνεύματος τοῦ ζωτικοῦ· καὶ γὰρ καὶ τοῦτο ἐκ τῶν ἀρτηριῶν ἐκκενοῦται μετὰ τῆς σπερματώδους ὑγρότητος. ὥστε οὐδὲν θαυμαστὸν, ἀσθενεστέρους ἀποτελεῖσθαι τοὺς λαγνεύοντας ἀμετρότερον, ἀφαιρουμένου τοῦ σώματος ἅπαντος ἑκατέρου τῶν ὑγρῶν τὸ εἰλικρινέστατον, προσερχομένης δὲ καὶ τῆς ἡδονῆς, ἥτις αὐτὴ καθ’ ἑαυτήν ἐστιν ἱκανὴ διαλύειν τὸν ζωτικὸν τόνον· ὥστ’ ἤδη τινὲς ὑπερηδυσθέντες ἀπέθανον. ἀλλὰ ταῦτα μὲν εἰρήσθω κατὰ τὸ πάρεργον, οὐκ ὄντα πάρεργα. ζητεῖται γοῦν οὐδὲν ἧττον τῶν ἄλλων αὐτοῖς καὶ τοῦτο τὸ πρόβλημα, διὰ τί μάλιστα ἐκλύει συνουσία. καὶ λέγουσιν εἰς αὐτὸ πολλὰ καὶ ψευδῆ, διότι
589
τὰς πρώτας ἀρχὰς ἠγνόησαν, αἷς ἐξ ἀνάγκης ἕπεται τοῦτο πάλιν. ἀλλ’ ὁ λόγος ἑαυτὸν ἐπὶ τὰ προκείμενα καλεῖ, καί φησιν, ἐκ σπέρματος μὲν εἶναι τὴν γένεσιν ἅπασι τοῖς στερεοῖς τοῦ ζώου μορίοις, ἐκ σπέρματος δὲ καὶ τὴν θρέψιν, ὥσπερ οὖν τοῖς σαρκοειδέσιν ἅπασιν ἐξ αἵματος ὑπάρχειν καὶ γένεσιν καὶ θρέψιν. ἕκαστον γὰρ, ἐξ ἧς τὸ πρῶτον οὐσίας ἐγένετο, καὶ τρέφεται διὰ παντὸς, ὅτι καὶ ἡ θρέψις ἀναπλήρωσίς ἐστι τῆς ἀποῤῥεούσης οὐσίας. ἔστι τοίνυν καὶ γεννᾶσθαι μὲν ἔτι καὶ νῦν, ὅσα τὴν ἀρχὴν ἐξ αἵματος ἐγένετο, μὴ γεννᾶσθαι δὲ, πλὴν εἴπου τινὰ φλέβα σπανίως, οἷς ἐκ σπέρματος ἡ γένεσις.

Εἴ μοι δοκεῖ προσθῆσαν τῷ λόγῳ, τάχα μὲν οὐκ ἀναγκαῖον. ἐπεὶ δὲ ἐξηγησάμην ἅπασαν τῶν ὄρχεων τὴν φύσιν, οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ τῶν σπερματικῶν ἀγγείων αὖθις εἰπεῖν. εἰ γὰρ δὴ φαίνεται σπέρματος μεστὰ, καθ’ ὃν οὐκ ἀφροδισιάζει χρόνον τὰ ζῶα, τάχ’ ἂν ἐρωτήσειέ τις, ὅπως γίνεται τοῦτο, πότερον ἑλκόντων αὐτῶν

590
τὴν γονὴν, ἢ τῶν ὄρχεων ἐκπεμπόντων εἰς αὐτὰ διὰ μεγίστης ἐπιδιδυμίδος. ἀποκριτέον οὖν ἐστι καὶ τοῖς ταῦτα ἐρωτῶσιν, ἑκατέρως γίνεσθαι τὴν πλήρωσιν. εἴρηται δὲ καὶ οὗτος ὁ λόγος τῶν φυσικῶν δυνάμεων, ἐπὶ πλεῖστον ἀποδεδειγμένος ἐν ἐκείνῃ τῇ πραγματείᾳ, νυνὶ δὲ ἐξ αὐτοῦ τὸ χρήσιμον εἰς τὰ παρόντα ληπτέον. ἐδείχθη γὰρ ἕκαστον μόριον ἕλκειν μὲν εἰς ἑαυτὸ τὴν οἰκείαν τροφὴν, ἀπολαῦσαν δὲ αὐτῆς, ἐκκρίνειν τὸ κατάλοιπον, ἑαυτῷ μὲν ὑπάρχον περίττωμα, τροφὴν δὲ ἑτέρῳ τὸ μετ’ αὐτὸ γεννησόμενον. αὕτη μὲν ἡ πρὸς ταῦτα ἀπόκρισις. εἰ δέ τις ἔροιτο, τίνος οὖν ἕνεκεν ἡ ἐπιδιδυμὶς ὑπὸ τῆς μηδὲν εἰκῆ ποιούσης ἐγένετο φύσεως, ἀποκριναίμεθα ἂν αὐτῷ, τῶν εἰρημένων ὀργάνων αὐτῶν, ὄρχεώς τε καὶ σπερματικοῦ πόρου, καὶ τῆς ἀρτηρίας καὶ φλεβὸς, ἐν οἷς προαθροίζεται τὸ σπέρμα. μὴ γὰρ οἷόν τε εἶναι τὸν ὄρχιν ἀκινδύνως αὐτοῖς ἑνωθῆναι, σφοδροτάτης συντονίας ἐν τῇ προέσει τοῦ σπέρματος γινομένης. νευρώδης
591
μὲν γὰρ ὁ τῆς ἀρτηρίας τε καὶ φλεβὸς χιτὼν, ὡς καὶ τῶν σπερματικῶν ἀγγείων, ἀδενώδεις δ’ εἰσὶν οἱ ὄρχεις καὶ μαλακοί. ῥᾳδίως οὖν ἔμελλεν ἰσχυρᾷ τάσει τὸ σκληρὸν ἀποῤῥήγνυσθαι τοῦ μαλακοῦ, λαβαῖς ἠρτημένον ἀσθενέσιν. ἐξηύρηται τοίνυν τῇ φύσει τὸ τῆς ἐπιδιδυμίδος σῶμα, μέσον οὐ τῇ θέσει μόνον, ἀλλὰ καὶ τῷ τῆς ὅλης οὐσίας εἴδει. τοσούτῳ γάρ ἐστι μαλακωτέρα τοῦ σπερματικοῦ καὶ τῶν ἑλικοειδῶν, ὅσω τοῦ ὄρχεως σκληροτέρα, τοσούτῳ δὲ πάλιν τούτου νευρωδεστέρα τὴν φύσιν, ὅσῳ ἐκείνων σαρκωδεστέρα τῷ μὲν οὖν νευρώδει καὶ σκληρῷ πρὸς τὸ μαλακὸν καὶ σαρκῶδες ἀνάρμοστος ἡ κοινωνία, τῷ μέσῳ δ’ ἀμφοῖν οἰκεία πρὸς ἄμφω. τοσοῦτον μὲν γὰρ αὐτῇ μέτεστι σκληρότητος, ὡς μὴ ῥήγνυσθαι τεινομένην πρὸς τῶν σπερματικῶν, τοσοῦτον δ’ αὖ μαλακότητος, ὡς εὐαρμόστως ἔχειν ὄρχεων οὐσίας. συνάπτονται τοίνυν διὰ μέσης αὐτῆς οἱ ὄρχεις τοῖς σπερματικοῖς ἀγγείοις· μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς
592
εἰπεῖν, ἀρχὴ καὶ ῥίζα τούτων ἐστὶν ἡ ἐπιδιδυμὶς, ἐξ ὅλου τοῦ ὄρχεως εἰς αὑτὴν ἀρυομένη τὸ σπέρμα.

593

Ἑξῆς δ’ ἂν εἴη λεκτέον ὑπὲρ τοῦ τῆς θηλείας σπέρματος, ὅσα κατὰ τὴν ἔμπροσθεν διέξοδον εἰπεῖν ἀνεβαλλόμεθα. ἀρχὴ δὲ καὶ τούτων τὰ διὰ τῶν ἀνατομῶν ἐναργῶς φαινόμενα. παράκεινται μὲν οἱ ὄρχεις ταῖς μήτραις, εἷς ἑκατέρωθεν, ὁμοίαν ἀγγείων ἕλικα δεχόμενοι τοῖς ἐπὶ τῶν ἀῤῥένων. οὐ μὴν εἴς γε τὸν αὐτὸν ἀφικνεῖται τόπον, ὅτι μηδ’ ἐκτὸς ἐχρῆν, ὥσπερ τὸ ἄῤῥεν, ἀλλ’ εἰς αὐτὰς τὰς μήτρας σπερμαίνειν τὸ θῆλυ. καὶ τοίνυν αὗται

594
καθάπερ ἀπαντῶσαι τῷ σπερματικῷ πόρῳ προμήκεις ἑαυτῶν ἀποφύσεις ἐκτείνουσιν εἰς τὰ πλάγια, δι’ ὧν ὑποδέχονται τὸ σπέρμα. μεστὸν δέ ἐστι μάλιστα τὸ σπερματικὸν ἀγγεῖον ἐν τοῖς ὀργῶσι ζώοις, ὥσπερ αὖ κενὸν ἐπὶ ταῖς προσφάτοις ὀχείαις. ἔχει δ’ ἀμέλει πλῆθος οὐκ ὀλίγον ἐνίοτε καὶ τοῖς ἐκ πολλοῦ κύουσιν, ἐν οἷς δὴ καὶ προφανῶς θεάσῃ κατὰ τῶν προμήκων ἀποφύσεων, ἃς δὴ κεραίας ὀνομάζουσιν, ὑγρὸν θορῶδες παχύ. πρὸς τοῦτο τὸ χωρίον ἐῤῥέθη πρόσθεν ὁ ἀλλαντοειδὴς ἀνήκειν ὑμὴν ἥ τε παχεῖα γονή. θαυμάσαι δ’ ἐστὶ κᾀνταῦθα τῶν λεγόντων, ἐκτὸς τῆς μήτρας ἀνεστομῶσθαι τὸ σπερματικὸν ἀγγεῖον. κινδυνεύσω μὲν οὖν, εἰ τὸ παραπίπτον ἑκάστοτε τῷ λόγῳ διερχοίμην ἅπαν, εἰς τοῦτο τὸ γράμμα μεταθεῖναι τὴν τῶν γεννητικῶν μορίων ἀνατομήν· οἶδα δ’ αὖ πάλιν, ὡς, εἰ καὶ τὸ ἀληθὲς αὐτὸ διδάσκοιμι μόνον, ἀφαιρήσεσθαι τῆς τοῦ λόγου πίστεως. ὅπως οὖν μήτε περιττῶς μηκύνοιμι, μήτ’ ἔρημον ἁπάσης πίστεως ἀπολείποιμι τὸ λεγόμενον,
595
ἐξουσίαν δοὺς ἅπαντι τῷ βουλομένῳ τῶν ἐξ ἀνατομῆς φαινομένων ὅ τι ἂν ἐθελήσῃ κελεῦσαι δειχθῆναι πρὸς ἡμῶν, αὐτὰ μόνα διηγήσομαι τὰ κατ’ ἀλήθειαν ὄντα. μυρίοις οὖν ἤδη σαφῶς ἐπέδειξα τὰ καλούμενα διπύρηνα διεμβαλλόμενα διὰ τῶν σπερματικῶν ἀγγείων ἔξωθεν εἴσω διὰ τῶν κεραιῶν ἐπὶ μήτραις αἰγὸς, εἰ δὲ βοῦς, ἢ ὄνος, ἢ ἵππος ᾖ τὸ ζῶον, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τριπλάσια καὶ τετραπλάσια τούτων τὸ πάχος, ἢ ξύλα πύξινα στρογγύλα τε καὶ προμήκη καθιέμενα καὶ διεμβαλλόμενα διὰ τῶν κεραιῶν, ἢ τὰς καλουμένας σπαθομήλας. δείξουσι δὲ τοῦτο κᾂν ἡμεῖς ἀποθάνωμεν οἱ ἑταῖροι πάντες. οὐδὲ γὰρ οὐδὲ χαλεπὴν ἔχει τὴν χειρουργίαν, ἀλλ’, εἴπερ τι ἄλλο τῶν ἐξ ἀνατομῆς φαινομένων, ἑτοίμην τε καὶ ῥᾴστην. ὥσπερ οὖν ἄξιον μέμψασθαι πολλοῖς τῶν ἰατρῶν, οὕτως ἐπαινέσαι δίκαιον Ἱπποκράτην τὸν πρῶτον ἁπάντων ταῦτα εὑρόντα. φησὶ γοῦν ἀρχόμενος τοῦ περὶ φύσεως παιδίου· Ἢν ἡ γονὴ μένῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρῶτον μὲν
596
μίσγεται ὁμοῦ, ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμούσης, καὶ ἁθροίζεται καὶ παχύνεται θερμαινομένη. καὶ τὰ ἄλλα ἐφεξῆς διδάσκει κατὰ λόγον, ὅπως ἐκ συναμφοτέρας τῆς γονῆς μιχθείσης ἡ γένεσις ἀποτελεῖται τῶν ἐμβρύων. Ἡρόφιλος δὲ οὐκ οἶδ’ ὅπως ἐκτὸς ἐκχεῖσθαί φησι τὸ τῶν θηλειῶν σπέρμα, καίτοι γε περὶ τῶν ὄρχεων ἀκριβῶς ἔγραψε κατὰ αὐτοὺς ἐν τῷ τρίτῳ τῆς ἀνατομῆς, ἐν ἀρχῇ μὲν ὧδέ πως εἰπών· Ἐπιπεφύκασι δὲ τῇ μήτρᾳ καὶ δίδυμοι ἐκ τῶν πλαγίων, ἐξ ἑκατέρου μέρους, ἐπ’ ὀλίγον διαφέροντες τῶν τοῦ ἄῤῥενος. ἔπειτα ἐν τοῖς ἐφεξῆς οὐ μετὰ πάνυ πολλὰ κατὰ τήνδε τὴν ῥῆσιν· Δίδυμοι δὲ ταῖς θηλείαις ἐπιπεφύκασι πρὸς ἑκατέρῳ τῷ ὤμῳ τῆς μήτρας, ὁ μὲν ἐκ τοῦ δεξιοῦ, ὁ δὲ ἐκ τοῦ εὐωνύμου, οὐκ ἐν ἑνὶ ὀσχέῳ ἀμφότεροι, ἀλλ’ ἑκάτεροι χωρὶς, λεπτῷ τινι καὶ ὑμενοειδεῖ ὑμένι περιεχόμενοι, μικροὶ καὶ ὑποπλατεῖς, ἀδέσιν ὅμοιοι, κατὰ μὲν τὸν ἐν κύκλῳ χιτῶνα νευρώδεις, τῇ δὲ σαρκὶ ἄθρυπτοι, ὥσπερ καὶ οἱ τῶν ἀῤῥένων. ταῖς δὲ ἵπποις καὶ πάνυ εἰσὶν εὐμεγέθεις. προσπεφύκασι δὲ ὑμέσιν οὐκ ὀλίγοις πρὸς
597
τὴν μήτραν, καὶ φλεβὶ καὶ ἀρτηρίᾳ, τῇ ἀπὸ τῆς μήτρας εἰς αὐτοὺς ἐμπεφυκυίᾳ. ἀπὸ γὰρ τῆς φλεβὸς καὶ τῆς ἀρτηρίας τῆς εἰς ἑκάτερον τῶν διδύμων προσπέφυκε, φλὲψ μὲν ἀπὸ τῆς φλεβὸς, ἀρτηρία δὲ ἀπὸ τῆς ἀρτηρίας. ὁ δὲ σπερματικὸς πόρος ἐφ’ ἑκατέρου οὐ λίαν μὲν φαίνεται, προσφυὴς δέ ἐστι τῇ μήτρᾳ ἐκ τοῦ ἐκτὸς μέρους, ὁ μὲν ἐκ τοῦ δεξιοῦ, ὁ δὲ ἐκ τοῦ εὐωνύμου. εἵλικταί τε παραπλησίως τῷ τοῦ ἄῤῥενος καὶ τὸ πρόσθεν αὐτοῦ μέρος, καὶ τὸ λοιπὸν κιρσοειδὲς σχεδὸν ἅπαν ἄχρι τοῦ πέρατος. καὶ ἐμπέφυκεν ἀφ’ ἑκατέρου τοῦ διδύμου ὁμοίως, ὥσπερ τῷ ἄῤῥενι. εἰς τὸ σαρκῶδες τοῦ αὐχένος τῆς κύστεως, λεπτός τε ὢν καὶ σκολιὸς ἐν τῷ ἐμπροσθίῳ μέρει, καθ’ ὃ τὰ τῶν ἰσχίων ὀστᾶ ψαύει, ἐν ᾧπερ καὶ ἀπολήγει, ὡς τὸ αἰδοῖον ἐξ ἑκατέρου τοῦ μέρους εἰς τὸ ἐντὸς διαπεφυκός. παραστάτης δὲ ὁ κιρσοειδὴς οὐχ ἑώραται ἐν τῷ θήλει. αὕτη μὲν ἡ τοῦ Ἡροφίλου ῥῆσις. ὃ δέ μοι θαυμάζειν παρίσταται μάλιστα, καὶ δὴ φράσω. καὶ θέσιν, καὶ μέγεθος, καὶ φύσιν ἀκριβῶς γράψας τῶν ἐν τοῖς θήλεσι ζώοις ὄρχεων, οὐ παραλιπὼν δὲ οὐδὲ περὶ τῆς ἐμβαλλούσης ἑκατέρωθεν 
598
φλεβὸς καὶ ἀρτηρίας οὐδὲν, ἀλλ’ ἀκριβώσας τὴν διήγησιν, εἶτα ἑξῆς ὑπὲρ τοῦ σπερματικοῦ πόρου τὸ μὲν, ὅτι προσφυής ἐστι ταῖς μήτραις ἔξωθεν ἑκατέρωθεν, ἀληθῶς εἰπὼν, τὸ δ’, ὅτι μὴ λίαν φαίνεται, ψευσάμενος, (ἀξιόλογον γάρ ἐστι τὸ μέγεθος,) ἑξῆς τούτου πολὺ μᾶλλον ἐψεύσατο, φάμενος εἰς τὸν αὐχένα τῆς κύστεως ἐμφύεσθαι τῷ τοῦ ἄῤῥενος ὁμοίως. οὐ μόνον γὰρ εἰς τὸν τῆς κύστεως αὐχένα τῶν σπερματικῶν πόρων οὐδέτερος ἐμφύεται κατ’ οὐδὲν θῆλυ ζῶον, ἀλλ’ οὐδὲ τὸν τῶν μητρῶν αὐτῶν, καίτοι γε ἐγγυτέρω πολὺ τοῦ τῆς κύστεως κύτους ἐστὶν, ἀλλ’ ὅμως οὐδὲ πρὸς τοῦτον ἐξικνοῦνται, παραπεφυκότες δὲ τοῖς πλαγίοις μέρεσι τῶν μητρῶν, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν, ἐπ’ ἄκραν ἔρχονται τὴν καθ’ ἑαυτὸν ἑκάτερος κεραίαν, ἐκχέαντες εἴσω τὸ σπέρμα, ὅπερ ἐν μὲν τῷ κύειν ἀθροίζεται κατὰ τοῦτο τὸ χωρίον, ἐν δὲ τοῖς ὀνειρωγμοῖς πρῶτον μὲν εἰς τὴν μήτραν ἐμπίπτει, μετὰ δὲ ταῦτα εἰς τὸ ἐκτὸς ἐκκενοῦται. καθάπερ ὤφθη καὶ νῦν ἐπὶ γυναικὸς
599
ὑπὸ νοσημάτων ὑστερικῶν ἐνοχλουμένης εἰς τὴν μήτραν μὲν πρῶτον, ἐκ ταύτης δὲ ἔξω πλεῖστόν τε καὶ παχύτατον ἐκχυθὲν σπέρμα· χρόνον δ’ αὐτὴ συχνὸν χηρεύουσα τοσοῦτό τε καὶ τοιοῦτο ἠθροίκει. ἀλλὰ τότε τάσεις τινὲς αὐτὴν κατέλαβον ὀσφύος καὶ χειρῶν καὶ ποδῶν, ὡς σπασθῆναι δοκεῖν, ἐφ’ αἷς ἐξεκρίθη τὸ σπέρμα, καὶ τὴν ἡδονήν τε παραπλησίαν ἔλεγεν αὐτῇ γεγονέναι τῇ κατὰ τὰς συνουσίας. τοῦτο μὲν οὖν τὸ σπέρμα παχύ τε ἦν καὶ πολὺ διὰ τὸ μὴ κεκενῶσθαι χρόνῳ πολλῷ. ταῖς δ’ ἄλλαις ἔλαττόν τε καὶ ὑγρὸν ἐκπίπτον φαίνεται πολλάκις ἔσωθεν ἐξ αὐτῶν τῶν ὑστερῶν, ἵνα περ οὐρεῖ. δι’ ὃ καὶ Ἀθήναιος ἀπίθανός ἐστι φάσκων, ὥσπερ τοῖς ἄῤῥεσι τοὺς τιτθοὺς, οὕτω καὶ τοῖς θήλεσι τὰ σπερματικὰ διακεῖσθαι μόρια, αὐτῆς μόνης τῆς ἀναλογίας τῶν μορίων ἐν τῇ πρώτῃ διαπλάσει γενομένης, οὐ μὴν τῆς γε ἐνεργείας φυλαχθείσης· οὐχ ὁρῶν, ὅτι τοῖς μὲν ἄῤῥεσι πλὴν ὀλίγων ἤδη τινῶν οὐκ ἔστι τὰ περὶ τοὺς τιτθοὺς ἀδενώδη σώματα, ὡς τὰ τοῖς θήλεσιν ὑπάρχοντα
600
μέγιστα, ταῖς δὲ θηλείαις οὐ μόνον τὰ σπερματικὰ τῶν ἀγγείων ἐστὶ μεστὰ σπέρματος, ἀλλὰ καὶ οἱ ὄρχεις. διὸ καὶ τῶν ἀῤῥένων ὀλιγίστοις ἐξαιρομένους ἰδεῖν ἔστι τοὺς τιτθοὺς, οὐδὲ τούτοις ἀξιολόγους, ἅπασι δὲ τοῖς θήλεσι περιεχόμενον ἐν τοῖς σπερματικοῖς τὸ σπέρμα. ὥσπερ οὖν, εἰ πᾶσι τοῖς ἄῤῥεσιν ἑωρᾶτο κατὰ τοὺς μαστοὺς γάλα περιεχόμενον, οὐκ ἐχρῆν τῷ λόγῳ σκοπεῖσθαι περὶ τῆς ὑπάρξεως αὐτοῦ, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον οὐδὲ ἐπὶ τῶν θηλειῶν ὁρῶντας τὸ σπέρμα περιεχόμενον οὐ χρὴ ζητεῖν, εἰ ἀποκρίνουσι σπέρμα. μὴ τοίνυν ἔτι πρὸς Ἱπποκράτην ζυγομαχείτωσαν εἰπόντα κατὰ τὴν ἀρχὴν τοῦ περὶ φύσεως παιδίου γράμματος· Ἤν ἡ γονὴ μείνῃ ἀπ’ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικός· ἀλλὰ ζητείτωσαν, ἥντινα χρείαν παρέχεται. δύναται γὰρ, ὡς ἔφαμεν ἐν τῷ πρὸ τούτου λόγῳ, τὸν ἀλλαντοειδῆ γεννᾷν ἡ φύσις καὶ ἐξ αὐτοῦ, δύναται δὲ καὶ τροφὴν οἰκείαν καὶ πρώτην αὐτῷ παρεσκευακέναι τὸ τοῦ ἄῤῥενος σπέρμα, δύναται δὲ καὶ, ὡς Ἱπποκράτης ὑπελάμβανεν, ἐξ ἀμφοῖν κεραννυμένων ἓν τέλειον γίγνεσθαι σπέρμα.
601
καὶ τίν’ ἦν δυνατὰ, εἰ μὴ ταῦτα; τὸ γοῦν ἐπεγείρεσθαι τὸ θῆλυ πρὸς ἀφροδίσια δυνατὸν ἐν τοῖς μάλιστά ἐστι. καὶ πολλῷ γε ἦν ἄμεινον, ὅτι μὲν ὑπάρχει τὸ τῶν θηλειῶν σπέρμα, τοῖς φαινομένοις πιστεύειν, ἥντινα δὲ δύναμιν ἔχει, τῷ λόγῳ σκοπεῖσθαι. τὰ μὲν οὖν φαινόμενα καὶ πρόσθεν εἴρηται καὶ νῦν αὖθις εἰρήσεται. πόροι σπερματικοὶ μεστοὶ σπέρματος ἐκκρίνουσι τοῦτο χωρὶς τοῦ συνελθεῖν ἄῤῥενι τὸ θῆλυ, κατά τε τοὺς ὀνειρωγμοὺς αὑτῶν πάσχουσιν ὁμοίως τοῖς ἄῤῥεσι, καὶ, ὡς εἴρηται πρόσθεν, ἐπὶ τῆς χηρευούσης γυναικὸς, ἐπί τε τῶν ζώων ἐπὶ τῇ κορυφῇ τοῦ ἀλλαντοειδοῦς εὑρισκόμενον. ὅπερ καὶ μάλιστα φαινόμενον ἐλέγχει καὶ Ἀριστοτέλην μὲν, οὐχ ἥκιστα δὲ καὶ Ἀθήναιον, ἀλλὰ καὶ τῶν νεωτέρων ἰατρῶν ὅσοι φασὶν, ἐμπεφυκέναι ταῖς κεραίαις τὰ σπερματικὰ, τετρημένα δὲ τρήμασι πλαγίοις τισὶν ἐκχεῖν τὸ σπέρμα κατὰ τῶν μητρῶν ἔξωθεν. καὶ γὰρ καὶ συγχωρήσειεν ἄν τις αὐτοῖς ἀληθεύειν, ὀξύτερον μὲν ὁρῶσιν αὐτοῦ τοῦ Λυγκέως ἐν τῷ σμικροτάτῳ τρήματι βλέπειν, ἀμβλύτερον δὲ τῶν ὑποχεομένων
602
τὸ μὴ βλέπειν τὰ μέγιστα, τοῦ γε μηδ’ ὅλως ζητῆσαι, πόθεν μὲν ἀθροίζεται τοῦ ἀλλαντοειδοῦς ὃ κατὰ τὴν κορυφήν ἐστι. τί δ’ ἀναλίσκεται τὸ κατὰ τῆς μήτρας ἐκχεόμενον, εἰκότως ἄν τις αὐτοῖς μέμψαιτο. δυοῖν γὰρ θάτερον, ἢ ὑπειδόμενοι τὴν ἀπορίαν ἑκόντες ἐσιώπησαν, ἢ ὅλως οὐδὲ ζήτημα οὐδὲν ᾠήθησαν εἶναι. τὸ μὲν δὴ σιωπᾷν ἑκόντας οὐκ ἀγαθῶν ἀνδρῶν ἔργον ἐστί· τὸ δὲ μηδ’ ὅλως οἰηθῆναι ζητήσεως ἄξιον ὑπάρχει νωθρῶν διάνοιαν ἀνθρώπων. ἆρ’ οὖν ἐν τούτῳ μόνῳ διαμαρτάνουσιν, ἢ πολὺ μᾶλλον ἐν οἷς οὐδὲν αὐτῶν; μέμνηνται μὲν γὰρ καταμηνίων, ὕλην οἰκείαν θέμενοι τῷ κυουμένῳ, τὸ δὲ σπέρμα δημιουργὸν αὐτοῦ, ἀνατεινόμενοί τε πολλὰ τῷ λόγῳ πρὸς τοὺς ἀφ’ ὅλου τοῦ σώματος ἔρχεσθαι τὸ σπέρμα φάσκοντας, καὶ δείξαντες, ὡς οὐχ ὁρῶσιν οὗτοι τόν τε κοσμήσαντα καὶ τάξαντα τὸ παραγινόμενον, αὐτό τε φάμενοι τὴν ἐν τῷ σπέρματι δύναμιν εἶναι τοῦτο, διαπλάττουσάν τε καὶ μορφοῦσαν τὸ κύημα, μικρὸν ὕστερον ἐπιλαθόμενοι τούτων 
603
οὐκ αἰσθάνονται τοσαύτας τῇ ὕλῃ διδόντες δυνάμεις, ἃς ἔμπροσθεν ἐδίδοσαν τῷ δημιουργῷ. ὅτι μὲν γὰρ τοῦ διαπλάττοντος ἔργον ἐστὶν, ὅμοιον ἢ ἀνόμοιον ἐργάσασθαι τὸ ἔγγονον ὁποτέρῳ τῶν γεννησάντων, οὐδεὶς ἀγνοεῖ. τὰ δ’ ὁμοιούμενα παιδία τῇ μητρὶ διὰ τὴν τροφὴν ὁμοιοῦσθαί φασι, κᾄπειτα ἐντεῦθεν ἀποτείνουσι δολιχὸν τοῦ λόγου, δεικνύντες, ὅσαι διὰ τροφῆς ἀλλοιώσεις ἐγίγνοντο καὶ ζώοις καὶ φυτοῖς. εἶτ’ οὐκ αἰσθάνονται μηδεμίαν ὧν λέγουσιν ἀλλοιώσεων ἐπιδεῖξαι δυνάμενοι τὸ εἶδος ἐξαλλάττουσαν. αὐτίκα γὰρ τὸ Περσαῖον φυτὸν εἰς Αἴγυπτον μετακομισθὲν ἐξηλλάγη τὴν ἰδέαν, ἀλλὰ χρηστῆς ἐπιλαβόμενον τροφῆς τὸν καρπὸν ἐδώδιμον ἔσχεν, οὐκ ὂν πρότερον τοιοῦτο· οὔτε τὰ πρόβατα μεταστάντα ποτὲ εἰς νομὴν ἑτέραν ταῖς ἔμπροσθεν αἰξὶν ὡμοιώθη, καθάπερ οὐδ’ αἶγες προβάτοις ἢ ὄνοις καὶ ἵπποις. ἐν μέντοι ταῖς ἐπιμιξίαις τῶν ἑτερογενῶν ζώων αὐτὸς Ἀθήναιος ὁμολογεῖ προσγίνεσθαί τι τῷ κυουμένῳ παρὰ τῆς μητρὸς, οὐκ εἰς τὴν
604
τῆς χροίας ὑπάλλαξιν, ἢ λεπτότητος, ἢ παχύτητος, ἢ εὐφωνίας, ἤ τινος ἑτέρου τοιούτου· μικρὰ γὰρ ταῦτα, καὶ τῆς ὕλης μόνης αὐτοῦ κατὰ τὸ ζῶον εἴδους εἶναι τὰ πάθη. τὰ δ’ ἀπὸ τῆς μητρὸς ὅλον ἐξαλλάττει τὸ εἶδος. εἰ μὲν ὄνου σπέρμα ταῖς μήτραις ἵππος ὑποδέξηται, τὰ κυήματα οὐ τὸ τοῦ πατρὸς εἶδος μόνον ἴσχονται, ἀλλ’ ἐξ ἀμφοτέρων τῶν γειναμένων μικτόν· εἰ δ’ ἀλώπηξ κυνὸς, κᾀνταῦθα τοῦ γεννωμένου μὴ κυνὸς, ἀλλὰ μικτοῦ τινος ἐξ ἀμφοῖν γενῶν ἀποτελουμένου. καὶ μέν γε καὶ μεῖζον ἔτι τοῦ γε κατὰ τὸ ἕβδομον βιβλίον, ὅπερ ἐστὶ περὶ σπέρματος, αὐτῷ προσομολογεῖ ὁ Ἀθήναιος, οὐκ οἶδ’ ὅπως οὐκ αἰσθάνεται. πλέον γὰρ ἔχειν φησὶ παρὰ τῆς μητρὸς ἢ τοῦ πατρὸς τὸ γεννώμενον, οἷον ἀφ’ ἵππου μὲν τὸν ἡμίονον πλέον ἢ τοῦ ὄνου, ὥσπερ δὲ κᾀπειδὰν ἀλώπηξ κυνὶ μιχθῇ, τὸ γεννηθὲν, εἰ μὲν ὁ κύων ἄῤῥην ὑπάρχει, τὸ τῆς ἀλώπεκος ἴσχει εἶδος, εἰ δ’ ἀνάπαλιν εἰς τὴν τοῦ κυνὸς ἰδέαν μεταπίπτει τὸ ἔγγονον, ὡς γίνεσθαι τὸ μὲν ἐξ ἀλώπεκος ἀλώπεκα κυνοειδῆ, τὸ δ’ ἐκ κυνὸς ἀλωπεκοειδῆ κύνα. καὶ γὰρ εἰ
605
πρόβατον τράγος ὀχεύσειε, πρόβατον γεννᾶσθαί φησι σκληρότριχον· εἰ δ’ ἔμπαλιν αἶγα κριὸς μαλακότριχον, ὡς οὐδὲν ἧττον εἰς τὴν ἰδέαν τοῦ γινομένου συντελεῖσθαί τι παρὰ τῆς μητρὸς, ἀλλὰ καὶ πλέον ἢ παρὰ τοῦ πατρός. ἐχρῆν δὲ μὴ ὅτι πλέον ἐκ τῆς μητρὸς εἶναι τοῖς ἐγγόνοις, ἀλλὰ μηδὲ τὸ ἔλαττον. ὅλως γὰρ οὐδὲν ὑπαλλάττει μορφῇ τοῦ κατὰ τὸ ζῶον ἢ τὸ φυτὸν εἴδους, ἀλλ’ ἐκ τῶν σπερμάτων ἔχει πάντα τὴν τοιαύτην ἀρχήν. καὶ τί δεῖ μακρολογεῖν; ὁμολογοῦσι γὰρ τοῦτό γε καὶ οὗτοι, πρὸς οὓς ὁ λόγος ἐστί μοι μάλιστα. λέγω δὲ τὸ μὴ μόνον ἐγγίνεσθαι τῇ ὕλῃ τὸ εἶδος, ἐξ οὗ γίνεται τὸ μὲν ἄνθρωπος, τὸ δὲ δρῦς, ἢ πλάτανος, ἢ κιττὸς, ἀλλὰ καὶ τὴν μορφὴν αὐτὴν ὑπὸ τοῦ σπέρματος τὴν ὕλην διαπλάττοντος ἀποτελεῖσθαι. στοχάζεσθαι δ’ αὐτό φασι κατὰ τὴν μόρφωσιν οὐ τοῦ σχήματος μόνον, ἀλλὰ καὶ τοῦ μεγέθους καὶ τῆς θέσεως ἑκάστου τῶν μορίων, ἔτι τε τῆς πρὸς ἄλληλα συμφύσεως. ἵν’ οὖν γνῶσιν, ὅτι ἁμαρτάνουσιν, ἐρωτήσομεν αὐτοὺς λόγον ἐξ
606
ὧν αὐτοὶ τίθενται περαινόμενον. πότερον ἡ διαπλάττουσα τὸ κύημα δύναμις ὀφθαλμὸν μὲν καὶ ῥῖνα καὶ ὀφρὺν, ἕκαστόν τε τῶν ἄλλων μορίων ἐξεργάζεσθαι πέφυκεν, ἡ δ’ ὕλη τήν τε γρυπὴν ῥῖνα καὶ σιμὴν, ὀφθαλμόν τε γλαυκὸν καὶ μέλανα δημιουργεῖν, ἢ τῆς αὐτῆς ἐστι δυνάμεως εἴποι τὸ τὴν ῥῖνα διαπλάττειν εὐθὺς, καὶ γρυπὴν αὐτὴν, ἢ σιμὴν, ἢ εὐθεῖαν ἐργάσασθαι; καθάπερ, οἶμαι, καὶ ὁ Πολύκλειτος, ἡνίκα ἔπλαττε τὸν δορυφόρον, αὐτὸς μὲν τὴν ῥῖνα καὶ τὸν ὀφθαλμὸν ἐδημιούργησε, τῷ πηλῷ δὲ ἐπέτρεψεν εὐθεῖαν αὐτὴν ἐργάσασθαι. ἀλλὰ γὰρ, ὅπως μηδὲν ἐπιδεὲς ᾖ, καθ’ ἑκατέραν ἀπόκρισιν ὁ λόγος περαινέσθω. καὶ πρῶτον ὑποκείσθωσαν ἡμῖν ἀποκρίνασθαι, τὴν μὲν ῥῖνα πρὸς τοῦ δημιουργοῦ, τὴν δ’ εὐθεῖαν ῥῖνα πρὸς τῆς ὕλης γίνεσθαι. καὶ δὴ καὶ κατὰ τὸν αὐτὸν τρόπον ὀφθαλμὸν μὲν ὑπὸ τῆς διαπλαττούσης δυνάμεως, ἤτοι δὲ ἢ γλαυκὸν, ἢ μέλανα, πρὸς τῆς ὕλης. ὡσαύτως δὲ καὶ περὶ τῶν ἄλλων, αὐτὸ μέντοι ἕκαστον ὑπὸ τοῦ σπέρματος γίνεσθαι, τοῖον δὲ ἢ τοῖον ὑπὸ τοῦ καταμηνίου. καὶ μὴν καὶ εἰ τοῦτο θείημεν, ἀκολουθήσει τὸ διὰ παντὸς ὁμοιοῦσθαι τῇ μητρὶ
607
τὸ γενόμενον. ἡ γὰρ ὁμοιότης ἐκ τῆς τῶν μορίων γίγνεται διαπλάσεως, οὐ κατὰ τὸ κοινὸν εἶδος, ἀλλὰ κατὰ τὰς ἐγγινομένας αὐτῷ διαφορὰς, ὡς τό γε κοινὸν εἶδος ἄνθρωπον ποιεῖ, καὶ ἵππον, καὶ βοῦν, ἡ δὲ κατὰ τὰ μόρια διαφορὰ σιμὸν καὶ γρυπὸν ἐργάζεται, κατὰ τοῦτο δὲ ὅμοιον ἢ ἀνόμοιον τοῖς γονεῦσιν. αὖθις οὖν ὑποθώμεθα, τὴν τοιαύτην διάπλασιν ἐκ τῶν σπερμάτων γίγνεσθαι. ἀλλ’, εἴπερ σπερμαίνει μόνον τὸ ἄῤῥεν, οὐκ ἄν ποθ’ ὅμοιον γένοιτο τῇ μητρὶ τὸ ἔγγονον. ὥσθ’ ἑκατέρωθεν ὁ λόγος ἄπορος. εἰ μὲν γὰρ ὑπὸ τῆς δυνάμεως, ὅπερ ἐστὶν ὑπὸ τοῦ σπέρματος, ὁμοιότης ἀποτελεῖται, τοῖς ἄῤῥεσι μόνοις ὁμοιωθήσεται τὰ ἔγγονα, τῇ μητρὶ δ’ οὐδέποτε οὐδὲν ὅμοιον γενήσεται· εἰ δ’ ἐκ τῆς ὕλης, ὅπερ ἐστὶ τοῦ καταμηνίου, τοῖς θήλεσι μόνοις, οὐδὲν δὲ οὐδέποτε ὅμοιον ἔσται τῷ πατρί· καὶ μὴν ἑκατέροις ὁμοιούμενα φαίνεται· ὥστε κενεῶς χρῶνται τῶν λημμάτων. τὸ μὲν γὰρ σχῆμα τοῦ λόγου συλλογιστικὸν οὐδεὶς ἀγνοεῖ τῶν γε κᾂν βραχύ τι περὶ ἀποδείξεως μεμαθηκότων. ὅπως δὲ σαφέστερον ἔτι ᾖ καὶ τοῖς βραχύ τι γεγυμνασμένοις, 
608
ἐρωτήσω τόν λόγον ἑκάτερον ἰδίᾳ. αἱ ὁμοιότητες ἐκ τῶν σπερμάτων, τὸ σπέρμα ἐκ μόνου τοῦ ἄῤῥενος· οὗτος μὲν ὁ πρότερος λόγος. ὁ δ’ ἕτερος· αἱ ὁμοιότητες ἐκ τοῦ καταμηνίου, τὸ καταμήνιον ἐκ μόνου τοῦ θήλεος. εὔδηλον τοίνυν γέγονεν ἤδη, ἐὰν τὸ πρότερον ἀληθὲς ὑπόθηται, ψευδὲς ἀκολουθήσει συμπέρασμα οὐδέν. καὶ μὴν οὐδ’ ἄλλο γ’ ἂν εὕροις τρίτον· ἀλλ’ ἐκ καταμηνίου καὶ σπέρματος ἡ τῶν ζώων ἐστὶ γένεσις, ὡς ἐντεῦθεν μὲν οὐδὲν ἄλλο τρίτον ἡμῖν ζητητέον. ὑπολείπεται δὲ, τῶν ὑπολοίπων λημμάτων οὐκ ἀληθὲς εἶναι τὸ ἕτερον. ἦν δὲ τὸ μὲν ἕτερον αὐτῶν, ἐν ᾧ τὸ καταμήνιον ἐλέγετο μόνης εἶναι τῆς μητρός· τὸ δ’ ἕτερον, ἐν ᾧ τὸ σπέρμα μόνον τοῦ πατρὸς, ὥστ’ ἐκ τούτων πάντως ἕτερόν ἐστι ψεῦδος. ἀλλὰ τὸ τῆς μητρὸς εἶναι μόνης τὸ καταμήνιον ἀληθές ἐστι καὶ κατ’ αὐτοὺς ἐκείνους. ὥστε ψευδῶς λέγεται τὸ μόνου τοῦ πατρὸς εἶναι τὸ σπέρμα. πρόδηλον δὲ, ὡς, εἴτε σπέρμα λέγοιμεν, εἴτε γόνιμον σπέρμα, καθ’ ἑκατέρου λέξιν ὁ λόγος περανθήσεται, πρὸς μὲν οὖν τοὺς μηδ’ ὅλως ἡγουμένους
609
σπερμαίνειν τὸ θῆλυ μόνον ἁπλῶς ὀνομαζόντων ἡμῶν τὸ σπέρμα, πρὸς δὲ τοὺς σπερμαίνειν μὲν λέγοντας, οὐ μὴν γόνιμόν γε τοῦτο, ἅμα λεγόντων ἡμῶν γόνιμον σπέρμα. ταυτὶ μὲν ἱκανὰ τὴν δόξαν ἐλέγχειν αὐτῶν. ἔστι δὲ καὶ χωρὶς ἐλέγχου τὴν ἀπόδειξιν ἐξ εὐθείας ποιεῖσθαι διττῶς συλλογιζομένοις, ὑποθετικῶς τε καὶ κατηγορικῶς. ὑποθετικῶς μέν· εἰ ἑκατέροις τῶν γονέων ὁμοιοῦται τὰ ἔγγονα, κατὰ κοινὴν αἰτίαν ἀμφοτέροις ὑπάρχουσαν ὁμοιοῦται· ἀλλὰ μὴν ἑκατέροις τῶν γονέων ὁμοιοῦται τὰ ἔγγονα· κατὰ κοινὴν αἰτίαν ἄρα ἀμφοτέροις ὑπάρχουσαν ὁμοιοῦται. εἶτ’ αὖθις· εἰ κατὰ κοινὴν αἰτίαν ὁμοιοῦται τὰ ἔγγονα τοῖς γεννήσασιν, ἤτοι γε κατὰ τὴν τοῦ σπέρματος οὐσίαν, ἢ κατὰ τὴν τῶν καταμηνίων ὁμοιοῦται· ἀλλ’ οὐκ ἔστι τῶν καταμηνίων κοινή· κατὰ τὴν τοῦ σπέρματος οὐσίαν ἄρα ὁμοιοῦται. κατηγορικῶς δὲ οὕτω συλλογισόμεθα· ἐπεὶ τὰ ἔγγονα ἀμφοτέροις τῶν γονέων ὁμοιοῦται, κοινὴν ἔχει τὴν ὁμοιοῦσαν αὐτοῖς τοῖς γονεῦσιν ἀρχήν· ἐγγόνοις γὰρ ἡ
610
ὁμοιότης πρὸς τὸ γεννῆσαν κατὰ τὴν ἀρχὴν γίνεται. εἶτ’ αὖθις ἐπὶ τῷδε τῷ λόγῳ ἐρωτήσομεν ἕτερον ᾧδε· ἢ διὰ σπέρμα τοῖς ἐγγόνοις ἡ ὁμοιότης πρὸς τὸ γεννῆσάν ἐστι, ἢ διὰ τὸ καταμήνιον· ἀλλ’ οὐ διὰ καταμήνιον· διὰ σπέρμα ἄρα. εἶτα ἐπὶ τούτῳ πάλιν ἕτερον λόγον· εἰ διὰ τὸ σπέρμα τοῖς ἐγγόνοις εἰσὶν αἱ ὁμοιότητες, ἀναγκαῖον καὶ τὸ θῆλυ σπερμαίνειν, ὅτι πολλοὶ παιδίων ὁμοιότατοι τῇ μητρὶ φαίνονται. ταυτὶ μὲν οὖν Ἀθηναίου τε χάριν εἰρήσθω καὶ Ἀριστοτέλους, ἐπεὶ χαίρουσί τε καὶ χρῆσθαι σπουδάζουσιν ἐπιστημονικαῖς ἀποδείξεσιν.

Αὐτοὶ δ’ αὖθις ἀφ’ ἡμῶν αὐτῶν ἴδωμεν, εἴ τίς ποτέ ἐστιν αἰτία, δι’ ἣν τὸ εἶδος τοῦ ζώου κατὰ τὴν μητέρα γίνεται μᾶλλον, ἡ δ’ ὁμοιότης ἄλλοτ’ ἄλλῳ τῶν γονέων. εἰ γὰρ καὶ ὅτι μάλιστα σπερμαίνει τὸ θῆλυ καὶ γόνιμον σπερμαίνει, ἀλλ’ οὔπω γε πλέον ἢ γονιμώτερον τοῦ ἄῤῥενος. ἐχρῆν οὖν ἀεὶ κρατεῖσθαι μὲν τὸ θηλυκὸν σπέρμα, κρατεῖν δ’ αὐτοῦ τὸ ἄῤῥεν, ὥστε καθ’ ἑαυτὸ καὶ τὴν τοῦ εἴδους ἐργάζεσθαι καὶ τὴν τῆς ὁμοιότητος ἐπικράτησιν.

611
ᾗ δή μοι δοκεῖ πρὸς τὴν τούτου λύσιν τοῦ λόγου, ἑξῆς δίειμι, χρησάμενος πρὸς λύσιν ὑποθέσεων, ὑπ’ Ἀριστοτέλους μὲν ἐν τῷ δευτέρῳ περὶ ζώων μορίων, ὑφ’ ἡμῶν δὲ ἐν τῷ πρώτῳ περὶ χρείας μορίων δεδειγμένων. τοῖς γὰρ τῆς ψυχῆς ἤθεσί τε καὶ δυνάμεσιν ἡ φύσις ἐπιτήδειον παρασκευάζει τὸ σῶμα. τὰ δ’ ἤθη καὶ τὰς δυνάμεις ἔχει συμφύτους ἐκ τῆς κατὰ τὴν οὐσίαν κράσεως, ὅθεν καὶ πρώτη γένεσις αὐτῶν, ὡς καὶ τοῦθ’ ὑπ’ Ἀριστοτέλους ἀποδέδεικται. συμβαίνει τοίνυν ἐκ τούτων ὑποκειμένων περαίνεσθαι, ταῖς ὑποβεβλημέναις οὐσίαις τῇ γενέσει τὰ τῶν ζώων ἀκολουθεῖν εἴδη, καὶ εἶναι τὸ μὲν ζῶον ἵππον, ἢ βοῦν, ἢ ἄνθρωπον, ἢ ὁτιοῦν ἄλλο εἶδος κατὰ τὴν οὐσίαν, ὅθεν ἐγένετο, τὴν φύσιν δὲ αὐτοῦ δύναμίν τινα τῆς οὐσίας ἐκείνης κινητικήν τε καὶ διαπλαστικήν. οὐδὲν δὲ διήνεγκεν εἰς τὰ παρόντα λέγειν ὕλην ἢ οὐσίαν· εὔδηλον γὰρ, ὅτι, τῆς οὐσίας πολλαχῶς λεγομένης, ἕν τι νῦν αὐτῆς σημαινόμενον τὸ κατὰ τὴν ὕλην παραλαμβανόμενον. ἐν δὲ τοῖς ζώοις ἡ μὲν ὑποβεβλημένη
612
πρὸς τὴν γένεσιν αὐτῶν οὐσία τὸ καταμήνιόν ἐστι μόνον, ὡς Ἀριστοτέλης ἔλεγεν· ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐκ τοῦ σπέρματος αὐτῇ γίνεται. καὶ μὲν δὴ καὶ ὁ Ἀθήναιος ὡσαύτως Ἀριστοτέλει τὴν μὲν ὕλην τῆς τοῦ ζώου γενέσεως ἐν τῷ καταμηνίῳ τίθεται, τὴν κινοῦσαν δὲ αὐτὸ δύναμιν ἐν τῷ τοῦ ἄῤῥενος σπέρματι. συμβήσεται τοίνυν αὐτοῖς ἐκ τῶνδε τὸ μὲν ἥμισυ τοῦ προβληθέντος αὐτάρκως ἐπιλύεσθαι, τὸ δ’ ὑπόλοιπον ἥμισυ καταλιπεῖν ἄπορον. οἰκεῖον μὲν γάρ ἐστι τῷ καταμηνίῳ τὸ εἶδος τοῦ ζώου· κατὰ γὰρ τὴν ὕλην, ἐξ ἧς γίνεται, τοῦτο ἐδείχθη συνιστάμενον· ἡ μορφὴ δὲ ἑκάστου τῶν εἰδῶν, ὡς καὶ πρόσθεν ἐλέγομεν, ἀεὶ κατὰ τὸ ἄῤῥεν, ὧν τὸ μὲν πρότερον ἀληθὲς μέν πως, οὐ μὴν πάντη, τὸ δεύτερον δέ ἐστι πάντως ψεῦδος. εἰ μὲν γὰρ οἰκεῖον τὸ εἶδος τῇ ὕλῃ τῆς τοῦ ζώου γενέσεως, ἀληθὲς τὸ πρότερον· εἰ δ’ οὐ ξύμπαν, ἀλλά τι καὶ τοῦ τὴν δύναμιν παρέχοντος εἴδους ἐπιμίγνυται, τοῦτο ψεῦδος. ἐδείκνυτο δ’ ἔμπροσθεν οὐ σύμπαντος τοῦ ζώου τὸ εἶδος κατὰ τὴν μητέρα τυπούμενον, ἀλλὰ τὸ πλεῖστον μὲν κατ’ ἐκείνην, 
613
ἔχον δέ τι καὶ παρὰ τοῦ πατρός. ὥστ’ ἔοικεν ἀδύνατον εἶναι λυθῆναι τελέως τὸ ζητούμενον ἐπὶ ταῖς Ἀθηναίου καὶ Ἀριστοτέλους ὑποθέσεσιν ἁπάσαις μενούσαις. ἐπισκεψώμεθα οὖν, ἥντινά ποτε κινητέον ἡμῖν ἐστι. τὴν μὲν δὴ προτέραν ἀκίνητον χρὴ φυλάττεσθαι, δι’ ἐναργῶν ἀποδεδειγμένην ἐν τοῖς περὶ χρείας μορίων ὑφ’ ἡμῶν τε καὶ Ἀριστοτέλους. κινητέον δ’, εἴπερ ἄρα, τὴν τοῦ καταμηνίου καὶ τὴν τοῦ σπέρματος. οὔτε γὰρ τὸ σπέρμα δύναμις μόνον ἐστὶν, ἀλλὰ καὶ ὕλη τις, οὕτε τὸ καταμήνιον μόνον ὕλη, ἀλλὰ καὶ δύναμις. ὅτι μὲν οὖν τὸ σπέρμα καὶ πρὸς τὴν ὑλικὴν ἀρχὴν τοῦ ζώου συμβάλλεται τὰ μέγιστα, κατὰ τὸ πρότερον ἐπιδέδεικται βιβλίον· ὅτι δὲ τὸ καταμήνιον εἰς τὴν δυναμικὴν, ἐν τῷδε δειχθήσεται, τοσοῦτο μόνον ἡμῶν ἀναμιμνησκόντων ἐξ ὧν ἐν τῷ προτέρῳ γράμματι περὶ τῆς τοῦ σπέρματος ἐδείχθη γενέσεως, ὅτι κατειργασμένον ἐστὶν ἀκριβῶς αἷμα πρὸς τῶν περιεχόντων ἀγγείων αὐτό. κατὰ γάρ τοι τοῦτον τὸν λόγον οὐ μόνον ὕλη τοῦ γεννηθησομένου
614
τὸ αἷμα γίνοιτ’ ἂν, ἀλλὰ καὶ σπέρμα δυνάμει. φαίνεται δὲ καὶ Ἀθήναιος ἐπὶ τοῦτον ἀφικνούμενος ἐξ ἀνάγκης τὸν λόγον ὕστερον, ἡνίκα ζητεῖ, πῶς ὁμοιοῦται τῇ μητρὶ τὸ ἔγγονον, ἀληθὲς μέν τι λέγων, οὐ μὴν ἑαυτῷ ὁμολογούμενον, ὡς αὖθις δείξω. νῦν δὲ ἐπὶ τὸ προκείμενον ἰτέον. ὅτι μὲν ἐξ ὕλης τε καὶ δυνάμεως ἕκαστον τῶν ζώων γίνεται, κοινὸν ἡμῖν ὁμολόγημά ἐστιν. ὅτι δὲ καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον ἀμφοτέρας ἔχει τὰς ἀρχὰς, οὐ μὴν ὡσαύτως ἰσοσθενεῖς, ἀλλὰ τὸ μὲν σπέρμα τὴν ποιητικὴν ἰσχυροτάτην, ὀλιγίστῳ δὲ ὄγκῳ τὴν ὑλικὴν, τὸ δὲ αἷμα τὴν μὲν ὑλικὴν πλείστην, ἀσθενεστάτην δὲ τὴν δυναμικὴν, ἐκεῖνοι μὲν οὐκ οἶδ’ ὅπως ἠγνόησαν, ἡμᾶς δ’ οὐ χρὴ παρελθεῖν ἀναμνησθέντας ὧν ἀπεδείξαμεν. εἰ μὲν γὰρ τὴν ὑλικὴν ἀρχὴν τοῦ γεννηθησομένου, καθ’ ἣν ἐδείκνυτο τοῦ ζώου τὸ εἶδος ἀποτελούμενον, ἐν τῷ καταμηνίῳ μόνον εἶναι συνέβαινεν, ἀκριβῶς ἂν ὁμοειδῶς ἐγεννᾶτο τῇ μητρὶ τὸ ἔγγονον, ὥσπερ γε καὶ, εἰ τὴν ποιητικὴν μόνον ἐν τῷ σπέρματι, διά παντὸς ἂν
615
ὡμοιοῦτο τῷ πατρί. ἐπεὶ δ’ ἀμφοτέρων μὲν ἑκάτερον αὐτῶν μετείληφεν, ἐπικρατεῖ δὲ ἐν μὲν τῷ καταμηνίῳ τὸ πλῆθος τῆς ὕλης, ἐν δὲ τῷ σπέρματι τῆς δυνάμεως ἢ ῥώμης, δεόντως, οἶμαι, τὸ εἶδος τοῦ ζώου κατὰ τὴν μητέρα μᾶλλον ἐμφαίνει ἢ κατὰ τὸν πατέρα ὁ ἔγγονος, καίτοι εἰς τὴν ὑλικὴν ἀρχὴν αὐτοῦ συντελεῖ τὸ σπέρμα· τὸ δὲ τῆς ὁμοιότητος αὐτῷ οὐ μᾶλλον ἢ κατὰ τὸ ἄῤῥεν, καίτοι γε, ὅσον ἐπὶ τῇ ῥώμῃ τοῦ σπέρματος, ἀεὶ ἐχρῆν ὁμοιοῦσθαι τῷ πατρὶ τὸ ἔγγονον. ἀλλ’ ἡ θήλεια γονὴ συντελοῦσα εἰς εὐρωστίαν προσέλαβε τὴν ἐκ τοῦ καταμηνίου δύναμιν, ἐννέα μησὶν ἐπανιοῦσαν, ὅσον ἠλαττοῦτο κατὰ τὴν πρώτην σύνοδον. οἰκεῖον γὰρ ἦν τῷ τῆς θηλείας σπέρματι τὴν αὑτοῦ μᾶλλον οὐσίαν τε καὶ δύναμιν αὐξάνειν καὶ ῥώννυσθαι, ἤπερ τὴν τοῦ ἄῤῥενος.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως διώρισται, καιρὸς ἂν εἴη διασκέψασθαι τὸ προβαλλόμενον ὡς ἄπορον ὑπό τε τῶν οὐχ ἡγουμένων ὅλως σπερμαίνειν τὸ

616
θῆλυ καὶ τῶν οὐ γόνιμον σπερμαίνειν. εἴπερ γὰρ ἐνεχώρει, φασὶ, τὸ θῆλυ μὴ μόνον ὕλης, ἀλλὰ καὶ δυνάμεως ἀρχὴν εἶναι, περιττὸν τὸ ἄῤῥεν. ἔνιοι δὲ καὶ τῶν ὀρνίθων ἐν τῷδε μνημονεύουσι τῶν τὰ ὑπηνέμια καὶ ζεφύρια καλούμενα τικτόντων ὠὰ χωρὶς τῆς πρὸς τὸ ἄῤῥεν μίξεως. ὁ μὲν οὖν Ἐμπεδοκλῆς διεσπᾶσθαί φησι τὰ τοῦ γεννηθησομένου μόρια, καὶ τὰ μὲν ἐν τῷ τοῦ ἄῤῥενος σπέρματι, τὰ δ’ ἐν τῷ τῆς θηλείας περιέχεσθαι, καὶ αὐτῆς γε τῆς ἀφροδισίου συμπλοκῆς ἐντεῦθεν γίνεσθαι τοῖς ζώοις τὴν ἐπιθυμίαν, ὀρεγομένων ἀλλήλοις ἑνωθῆναι τῶν διεσπασμένων μορίων. οὗτος ὁ λόγος ἐστὶν ἄτοπος, ὑποτιθέμενος μὲν πρῶτον ἑκάστῳ τῶν μορίων ὥσπερ ζώῳ σύμφυτον ὄρεξιν ἑνώσεώς τε καὶ μίξεως εἰς τὴν συμπλήρωσιν ὅλου τοῦ μορίου, εἶτα οὐκ αἰσθάνεται μισγάγκειαν ποιῶν ἑκατέρων τῶν σπερμάτων, οὐχ ὁμοιομερὲς ἀπολεῖπον, οἷόν περ καὶ φαίνεται. ἅπαντα γὰρ ἕξει κατ’ αὐτὸν ἐν ἑαυτῷ τὸ σπέρμα, καὶ ἐκ πάντων συγκείσεται τῶν τοῦ ζώου μορίων, ἀρτηρίας δηλονότι καὶ φλεβὸς, καὶ νεύρου, καὶ ὀστοῦ, καὶ συνδέσμου, καὶ
617
σαρκὸς, ἑκάστου τε τῶν ἄλλων, ἀτάκτως κειμένων παρ’ ἄλληλα, καὶ τοῦ τάξοντος δηλονότι καὶ διακοσμήσοντος δεομένων, ἵν’ ἐξ αὐτοῦ γένηται τὸ ζῶον. τί ποτ’ οὖν ἔσται τοῦτο τὸ τὴν τάξιν αὐτοῖς ἐπιθῆσον; οὐ γὰρ δὴ ὥς γέ τινές φασιν, ἡ τῶν ὁμοίων φορὰ πρὸς τὰ ὅμοια. κατὰ μὲν γὰρ τοῦτον τὸν λόγον ἓν μὲν ὀστοῦν ἦν ἂν μέγα κατὰ τὸ κυούμενον, ἁπάντων ἀφικνουμένων ἐς ταὐτὸ τῶν ὀστωδῶν μορίων, εἷς δὲ χόνδρος, ἀρτηρία δὲ μία, καὶ νεῦρον ἓν, ἕκαστόν τε τῶν ἄλλων. ἄλλου τινὸς ἄρα τρίτου δεήσει τοῖς διεσπαρμένοις ἐν ἑκατέρῳ τῶν σπερμάτων μέρεσι, τοῦ τάξοντος αὐτὰ καὶ διακοσμήσοντος· ὡς ἤτοι τρίτον σπέρμα ζητητέον ἡμῖν, ᾧ ταύτην ἀναθήσομεν τὴν δύναμιν, ἢ ἐν τοῖς πρώτοις σπέρμασιν εὐθὺς περιέχεσθαι φατέον. ἔτι δὲ ἀτοπώτερον ὁ λόγος ἔχει τοῦ Ἐμπεδοκλέους οὐ συνιέντος, ἥτις ποτὲ ἡ αὔξησις ἔσται τῷ κυήματι. σμικροτάτων γὰρ ἐξ ἀνάγκης οὐσῶν τῶν πρώτων ἀρτηριῶν καὶ φλεβῶν, ἔτι δ’ ὀστῶν καὶ νεύρων, καὶ χόνδρων, καὶ συνδέσμων, ὑμένων τε καὶ σαρκῶν, ὅμοιον δήπου χρὴ τὸ προσπλασσόμενον 
618
αὐτοῖς ὑπάρχειν, ἵν’ αὐξηθῇ. πόθεν οὖν ἕξομεν τοῦτο; φαίνεται μὲν γὰρ οὐδὲν ἄλλο τοῖς κυουμένοις ἐπιῤῥέον πλὴν τοῦ καταμηνίου· τοῦτο δὲ αἷμα μόνον ἐστὶν, οὐ δήπου συγκείμενον ἐκ νεύρων καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ ὀστῶν, ἁπάντων τε τῶν ἄλλων μορίων. εἰ δ’ ἀλλοιουμένου καὶ μεταβαλλομένου τούτων τῶν μορίων ἕκαστον γίνεσθαι φήσομεν, ἐν τῷ σπέρματι τὸν ταῦτα ἐργασόμενον ὑποθέσθαι χρὴ τεχνίτην, ὃν ἐξ ἀρχῆς ἔχοντες ἀτόπως ὑποτιθέμεθα διεσπασμένα μόρια. πῶς γὰρ δὴ καὶ διέσπασται; πότερον τοῦ μὲν τῆς κεφαλῆς ὀστοῦ τὸ μέρος ἑκάτερόν ἐστιν ἰδίᾳ περιγεγραμμένον ἐν ἑκατέρῳ τῶν σπερμάτων, πάλιν ἑκάστου τῶν σπονδύλων, εἶτ’ αὖθις ἰδίᾳ βραχιόνων τε καὶ πήχεων, ἑκάστου τε τῶν ἄλλων, ἢ συμπάντων γε ὁμοῦ τῶν ὀστῶν ἀδιάπλαστόν τε καὶ συγκεχυμένην ἔχει τὴν οὐσίαν ἑκάτερον τῶν σπερμάτων, εἶτ’ ἐξ αὐτῆς ἄλλος τις τεχνίτης διαπλάττει μὲν τῶν ὀστῶν ἕκαστον, εἶτ’ ἄλλος συντίθησιν, ὥσπερ ἐκ τοῦ πηλοῦ τοὺς πλίνθους διαπλάττει μὲν ὁ πλινθουργὸς, συντίθησι
619
δ’ ἀλλήλοις ὁ οἰκοδόμος; ἀλλά τοι τὰ πάντα ἐστὶν ἀδύνατα καθ’ ἕκαστόν τε τῶν ὀργανικῶν μορίων ἐπισκεπτομένῳ τι καὶ μάλιστα τῶν γεννητικῶν. ἤτοι γὰρ ἐν ἑκατέρῳ τῶν σπερμάτων ἑκατέρων ἐστὶ τὰ μόρια τῶν γυναικείων καὶ ἀῤῥενικῶν ὀργάνων, ἢ τῶν γυναικείων ἐν τῷ τῆς θηλείας, τῶν δ’ ἀῤῥενικῶν ἐν τῷ τοῦ ἄῤῥενος. ὁποτέρως δ’ ἂν ἔχῃ, μιχθέντων αὐτῶν ἄμφω διαπλασθήσεται κατὰ τὸ κυούμενον, ὡς γίνεσθαι πάντα ἡμῶν τὰ ἔγγονα τοιαῦτα τὴν ἰδέαν, οἵους οἱ πλάσται πλάττουσι τοὺς καλουμένους ἑρμαφροδίτους, ἀμφότερα ἔχοντας τέλεα τὰ γεννητικὰ μόρια, καὶ τὰ τῶν ἀῤῥένων καὶ τὰ τῶν θηλειῶν. εἰ δ’ ἀπόλλυται θάτερα, καὶ σκέλος ἀπόλλυσθαι, καὶ χεῖρα, καὶ ἄλλο τι μέρος ἀναγκαῖον ἔσται. πολυειδῶς οὖν ἄτοπος ἡ Ἐμπεδοκλέους δόξα, καὶ μένειν ἔτι φαίνεται τὸ ἐξ ἀρχῆς πρόβλημα ἄπορον, διὰ τί, εἴπερ ὑπάρχει καὶ τῷ θήλει ζώῳ σπέρμα, τὸ ἄῤῥεν ἐγένετο· διὰ τί οὐ γεννᾷ τὸ θῆλυ μόνον αὐτὸ καθ’ ἑαυτό.