Epistulae
Phalaridis Epistulae
Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
Εἰ τὸ Στησίχορον ἀδείας ἀξιωθῆναι παρ’ ἡμῖν αἰχμάλωτόν ποτε γενόμενον ἐπαίρει σε κατ’ ἐμοῦ γράφειν τραγῳδίας, ὡς πᾶσι τοῖς ποιηταῖς ἡμέρως προσενεχθησομένου μου, πολὺ τῆς ἀληθείας διαμαρτάνεις. οὐ γὰρ ἀποδέχομαι κοινότητι ποιητάς, ἀλλὰ τοὺς ἀγαθοὺς τῶν ποιητῶν, οὐδὲ τοὺς εἰς ἔχθραν ἐμοὶ καταστάντας, ἀλλὰ τοὺς γενναίους τῶν ἐχθρῶν. σὺ δὲ κακὸς μὲν ποιητὴς ἄναλκις δ’ ἐχθρὸς ὢν καὶ κατ’ ἀνδρείαν καὶ κατὰ δύναμιν ποιητικὴν Στησιχόρῳ σεαυτὸν προσεικάζεις. γνώσῃ δὲ τὴν τῶν λεγομένων διαίρεσιν οὐκ εἰς μακράν, οὐ παρ’ ὅ τι εἰς ἡμᾶς γράφεις
(πάντων γὰρ ἂν εἴην ἀψυχότατος, εἰ καὶ τῶν σῶν ἐπιστραφείην δραμάτων), ἀλλ’ ὅτι τοιοῦτος ὢν ἐχθρὸς καὶ ποιητὴς τῶν αὐτῶν σεαυτὸν καὶ Στησίχορον ἀξιοῖς.Ὑμεῖς μὲν ἀποδεδωκέναι τὰ χρήματα, ἃ ἐδανείσασθε, Τεύκρῳ λέγετε, ὃ δ’ οὔ φησιν ἀπειληφέναι. οὐκ ἔχω δὲ μὰ τὸν Ἡρακλέα οὔθ’ ὑμῖν ἀπιστεῖν οὔτ’ ἐκείνῳ μὴ πιστεύειν· ὃ μὲν γὰρ ἐπιζητεῖ βεβαίωσιν ὑμᾶς ἔχειν τῆς ἀποδόσεως, ὑμεῖς δὲ ὡς φίλῳ πεπιστευκέναι λέγετε. δι’ ἅς γ’ αἰτίας οὐκ ἀπειληφώς, ἵνα μὴ δόξω ὑμῶν ἀπιστεῖν τοῖς λόγοις, ὡς κεκομισμένος προσδέδεγμαι. εἴη μέντοι μέχρι παντὸς ἀγνοηθῆναι τἀληθὲς ἢ τὸν ἕτερον ὑμῶν, ὅστις ἐστί, πονηρὸν εὔρεθῆναι. κρεῖττον γὰρ ἡγοῦμαι πολλῶν χρημάτων ἐνεγκεῖν ζημίαν ἢ φίλων. ἀνάγκη δὲ τῆς ἀληθείας εὑρεθείσης ἀντὶ φίλων τοὺς ἀδικοῦντας καὶ ψευδομένους ἐχθροὺς γενέσθαι.
Οὔτ’ ἂν ἐγὼ γράψαιμι πρὸς Στησίχορον περὶ ὧν ἀξιοῖς, οὔτ’ ἂν ἐκεῖνος ἐπινεύσειεν εἴς τινα τῶν οὐκέτι ζώντων ἐξενεγκεῖν μέλος, εἰ καὶ γράψαιμεν ἡμεῖς. ἀπόχρη δέ μοι χάριν εἰληφέναι παρ’ αὐτοῦ τὴν ἐπὶ τῇ Νικοκλέους γυναικὶ ποίησιν. εἰ δέ τι βούλει παρ’ ἡμῶν αἰτεῖν, οὗτινος ἡ ἐξουσία οὐκ ἐπ’ ἀλλοτρίαν ἀλλ’ ἐπὶ τὴν ἐμὴν ἄνεισι γνώμην, ἐπίστελλε.